Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΑΕΤΟΥ ΙΧΘΥΟΣ

Ἀετός ἐστιν ἰχθὺς θαλάσσιος ἀλέπιδος, ὅμοιος ἱέρακι χρόᾳ, μελανώτερος δέ, παρεοικὼς κατὰ πάντα τρυγόνι δίχα τοῦ κέντρου.

Τούτου οὖν τοῦ ἰχθύος οἱ ἐν τῇ κεφαλῇ λίθοι περιαπτόμενοι τετραΐζοντας ἰῶνται.

Ἡ δὲ χολὴ χριομένη ὀξυωπίαν παρέχει.

Τὰ δὲ ὀστέα αὐτοῦ καιόμενα ἐπὶ ἀμπελίνων ξύλων δαίμονας διώκει.

Ἐσθιόμενος δὲ ὁ ἰχθὺς ἐπιληψίαν ἰᾶται.

ΠΕΡΙ ΑΝΘΙΟΥ

Ἀνθίας, ἰχθὺς μέγιστος.

Τούτου ἡ χολὴ σὺν μέλιτι χριομένη ἐξανθήματα θεραπεύει καὶ ἀνθηρὸν τὸ πρόσωπον ποιεῖ.

Τὸ δὲ στέαρ αὐτοῦ σὺν κηρωτῇ ἐξωφάκας καὶ στεατώματα καὶ ἀποστήματα καὶ μασθοὺς καὶ χοιράδας καὶ δοθιῆνας ὠφελεῖ.

Λίθοι δὲ τῆς κεφαλῆς περιαπτόμενοι κεφαλαλγίας ἰῶνται (f. 111 r.) καὶ ὅσα κεφαλῆς πάθη καὶ τραχήλου.

ΠΕΡΙ ΑΜΙΑΣ ΙΧΘΥΟΣ

Ἀμία, ἰχθὺς τολμηρὸς καὶ τοὺς ἄλλους ἰχθῦς ἐπιτρέχων.

Τούτου οἱ ὄδοντες φορούμενοι, ὀδοντοφυεῖ τὰ παιδία.

Ἐσθιομένη δὲ δυσουρίαν παύει.

Οἱ δὲ ὄδοντες χωννύμενοι εἰς τὰς ῥίζας τῶν δένδρων ἢ εἰς ῥοδωνιᾶς ἄνθη πολλὰ φέρουσιν.