Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΩΩΝ

Ὠὰ ὀρνίθων νεαρὰ ἐπιχρισθέντα πυρικαύστους ἰᾶται.

Ὠὸν δὲ εὐθύτοκον περιαφθὲν (f. 109 v.) ὠκυτόκιόν ἐστι· ἔστι δὲ πολύχρηστον καὶ ἀναγκαῖον τοῖς περὶ τοῖς ὀφθαλμοῖς πάθεσι.

Ὠῶν δὲ λέκιθος ὀπτὴ μετὰ μυρσίνης τὰ ἐξ ὑποδημάτων παρατρίμματα ἰᾶται,

καὶ πᾶσαν φλεγμονὴν καὶ ῥευματισμὸν καταστέλλει. Χρήσιμον δὲ καὶ πεσσοῖς, καὶ τοῖς περὶ τὴν ἕδραν ὑστερῶν πάθεσι, καὶ πᾶσαν ὀδύνην ἰᾶται, μάλιστα δὲ φλεγμονὰς ἐρυσιπέλων καὶ φυμάτων. Ὠμὸν δὲ ῥοφούμενον στέλλει οὖν γυναικὸς καὶ ἀναγωγὰς αἱμάτων καὶ ἀρτηρίας λαμπρύνει. Ποιεῖ δὲ πρὸς φλεγμονὴν δακτυλίου καὶ ῥαγάδας καὶ πᾶσαν ὀδύνην ἄκρως.

Τὸ δὲ κέλυφος αὐτοῦ καυθὲν καὶ λειωθὲν ἐμφυσᾶται πρὸς αἱμορραγίας μυκτήρων· σμηχόμενον δὲ ὄδοντας λαμπρύνει.

Ὁ δὲ ὑμὴν πεποίηται πρὸς χείλη ἐρρωγότα καὶ τραχεῖαν γλῶσσαν. Ποιεῖ δὲ ἁρμοδίως πρὸς χρυσοποιίαν. Ὁμοίως δὲ καὶ τὰ τοῦ χηνός (f. 110 r.) καὶ τοῦ ταῶνος.

Τὸ δὲ ὠὸν τῆς ἴβεως θηρία διώκει ὀπτόμενος.

Τὰ δὲ κορώνης ὠὰ χριόμενα τοῖς αἰδοίοις ἡδονικά ἐστι καὶ φίλτρον ποιεῖ. Ὁμοίως δὲ καὶ τὰ τῆς χελιδόνος καὶ μελαίνουσι τρίχας 〈καὶ〉 λευκώματα.

Τὰ δὲ τῆς περιστερᾶς ἐσθιόμενα ἔντασιν ποιοῦσιν.

Ὠὰ δὲ πέρδικος λεῖα σὺν μέλιτι ὠξυωπίαν παρέχουσι καὶ ὠκυτόκιά εἰσι.

Στρουθοκαμήλου ὠὸν ποδαγροὺς χριόμενον ὠφελεῖ.

Ὠὰ ἀράχνης ποθέντα, τρία ἐπὶ τριταίου καὶ τέσσαρα ἐπὶ τεταρταίου καὶ ἀμφημερινὸν καὶ πάντα κακὸν ἀποδιώκουσιν.

Ὠὰ δὲ ὀρνίθων ἄζυγα ὄνου οὔρῳ ἑψήσας δὸς φαγεῖν νεφριτικοῖς καὶ κωλικοῖς, καὶ ἰάσεις ὥστε θαυμάσαι.

Ὠὰ δὲ θαλασσίας χελώνης βρωθέντα σεληνιακοὺς θεραπεύουσιν. Τέλος τῆς τρίτης βίβλου κυρανίδος.

(f. 110 v.)