Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΠΕΛΑΡΓΟΥ

Πελαργὸς πτηνόν ἐστι κάλλιστον· ἡνίκα γὰρ ἔλθῃ τὸ ἔαρ, ἀφίπτανται πάντες

ὁμοῦ στρατολογοῦντες καὶ ἄλλων ὀρνέων διαφορὰς καὶ χῆνας ἀγρίας καὶ νήσσας, καὶ πᾶν εἶδος ὀρνέου, ἀπό τε Αἰγύπτου καὶ Λιβύης καὶ Συρίας ἀφίπτανται καὶ ἔρχονται εἰς Λυκίαν εἰς τὸν λεγόμενον Ξάνθον ποταμόν, καὶ συνάπτουσιν πόλεμον ἐκεῖσε μετὰ τῶν κοράκων τε καὶ κορωνῶν καὶ κολοιῶν καὶ γυπῶν καὶ ὃσα σαρκοβόρα εἰσίν. Διὸ ἐκεῖνα ἐπιστάμενα τὸν καιρὸν εὑρίσκονται πάντα.

Τῶν μὲν πελεκάνων τὸ στράτευμα ἐν μέρει τοῦ χείλους τοῦ ποταμοῦ παρατάσσεται· τῶν δὲ κοράκων καὶ γυπῶν (f. 100 v.) καὶ ὅλων τῶν σαρκοφάγων ὀρνέων ἐκ τοῦ ἑτέρου χείλους τοῦ ποταμοῦ διατάσσεται· ὅλον τὸν ζον μῆνα εἰς τὸν πόλεμον καρτεροῦσιν· γινώσκουσιν δὲ τὰς ἡμέρας ἐν αἷς μέλλουσιν συγκρούειν τὸν πόλεμον· καὶ μετὰ τὸ συγκροῦσαι τὸν πόλεμον ἀκούονται αἱ κραυγαὶ ἕως τὸν οὐρανόν· καὶ αἱμάτων ῥοαὶ ἐπὶ ποταμῷ τιτρωσκομένων τῶν ὀρνέων, καὶ πτερῶν ἀμυθήτων ἀπόρροια, ὅθεν οἱ Λύκιοι εἰς τὰς στρωμνὰς κέχρηνται τῶν πτερῶν αὐτῶν. Μετὰ δὲ τὴν ἐπάνοδον τοῦ πολέμου ἴδοις ἂν τετραυματισμένας τὰς κορώνας καὶ τὰ λοιπὰ τῶν σαρκοβόρων ὀρνέων πλήθη, ὁμοίως δὲ καὶ τῶν πελαργῶν καὶ τῶν πελεκάνων οὐκ ὀλίγους καὶ τῶν ἐν αὐτοῖς ὀρνέων· πολλὰ δὲ καὶ ἐν τῷ πολέμῳ πίπτουσιν νεκρά.

Σημεῖον δέ ἐστιν ὁ πρὸς ἀλλήλους πόλεμος καὶ ἐξ ἀμφοτέρων (f. 101 r.) νίκη πᾶσιν ἀνθρώποις· ἐὰν γὰρ τὸ τῶν πελαργῶν στράτευμα νικήσῃ, πλῆθος ἔσται καὶ ἀφθονία σίτου καὶ τῶν ἄλλων σπερμάτων· ἐὰν δὲ τὸ τῶν κοράκων νικήσῃ πλῆθος, ἔσται προβάτων καὶ ζώων καὶ βοῶν καὶ τῶν ἄλλων τετραπόδων.

Οἱ δὲ πελαργοὶ ἔχουσι καὶ ἄλλο φυσικόν τι ἐξαίρετον· ὅταν γὰρ οἱ γονεῖς αὐτῶν γηράσωσι καὶ οὐ δύνανται ἀνίπτασθαι, τὰ τέκνα ἑκατέρωθεν τῶν μασχαλῶν βαστάζοντα μεταφέρουσιν ἀπὸ τόπου εἰς τόπον, καὶ οὕτως τρέφουσιν. Ἐὰν δὲ καὶ μὴ βλέπωσιν, ψωμιοῦσιν αὐτοὺς τὰ τέκνα, καὶ λέγεται ἡ παρ’ αὐτῶν ἀμοιβὴ καὶ ἀνταπόδοσις ἀντιπελάργωσις. γω σις.

Ἔχει δὲ καὶ δύναμιν τοιαύτην τὰ ὠὰ αὐτοῦ· μετὰ οἴνου λειωθέντα μελαίνουσι τρίχας. Χρὴ δὲ ζύμῃ περιπλάσσειν τὸ μέτωπον (f. 101 v.) καὶ τοὺς ὀφθαλμούς· δεῖ δὲ μετὰ τὸ βαφῆναι τὰς τρίχας λούεσθαι καὶ ἀλείφεσθαι μυρσίνῳ ἐλαίῳ ἢ ὀμφακίνῳ ἐν ᾧ ἐτάκη στέαρ ἄρκτειον ἢ συάγρειον.

Ἐὰν δὲ νεοσσὸν μικρὸν πελαργοῦ λάβῃς, βάλῃς εἰς χύτραν καινήν, καὶ περιπηλώσας δῴης εἰς φοῦρνον ὀπτᾶσθαι· ὅταν δὲ ἀπανθρακωθῇ, ἄρας τὴν τέφραν, λειώσας χρησίμως, ἕξεις ξηροκολλούριον πρὸς ἀχλὺν ὀφθαλμῶν καὶ δακρύων ἐπιφορὰν καὶ τριχίασιν καὶ ὅσα τοιαῦτα ποιεῖ ὡς τεχνίτης. Εἰ δὲ θέλεις ὑγροκολλούριον αὐτὸ ποιῆσαι, ἐπίβαλε μέλιτος ἀκάπνου τὸ ἀρκοῦν καὶ συνλειώσας χρῶ.

Ζῶντος δὲ πελαργοῦ ἀφελόμενος τὰ νεῦρα τῶν ποδῶν καὶ σκελῶν καὶ πτερύγων περίαπτε ποδαγροῖς καὶ χειραγροῖς, τὰ ὅμοια τοῖς ὁμοίοις, καὶ ἰαθήσῃ.

Ἐσθιόμενος δὲ πελαργὸς ἑφθεὶς ἅπαξ τοῦ ἐνιαυτοῦ (f. 102 r.), ἦρος ἀρχομένου. πρὶν αὐτὴν εἰς τὸν πόλεμον ἀποπτῆναι ἀβλαβῆ καὶ ἀνώδυνον διαφυλάττει ἕνεκεν νεύρων καὶ ἄρθρων τὸν ἐσθίοντα· φεύξεται γὰρ ποδάγρα, χειράγρα, γονάγρα, ἰσχιάδα, ἀρθρῖτις, ὀπισθότονος καὶ ὅσα νευρικὰ πάθη καὶ ἀρθριτικά.

Ἡ δὲ κόπρος αὐτοῦ καταπλασσομένη μεθ’ ὑοσκυάμου φύλλων καὶ θρίδακος ποδαγροὺς ὠφελεῖ.

Τὸν δὲ ἐν τῇ κοιλίᾳ ἐχῖνον λαβὼν καὶ πλύσας οἴνῳ καὶ ξηράνας ἐν σκιᾷ ἔχε λεῖον. Ἐὰν δέ τις πίῃ φάρμακον θανάσιμον, ἐξ αὐτοῦ ξύσας, βαλὼν εἰς οἶνον τεθαλασσωμένον δίδου πιεῖν, καὶ ἀβλαβὴς διατηρηθήσεται.

Τὰ δὲ ἔντερα αὐτοῦ ἐσθιόμενα κωλικοὺς καὶ νεφριτικοὺς ἰῶνται.

Ἡ δὲ χολὴ ὀξυδορκίαν παρέχει ἐνχριομένη.

Ἐὰν δέ τις νικήσαντος πελαργοῦ ἐν τῷ πολέμῳ λαβὼν καρδίαν δήσῃ εἰς δέρμα ἱέρακος ἢ γυπὸς (f. 102 v.) [ἢ γυπὸς] νικηθέντος, ἐπιγράψῃ δὲ ἐν τῇ καρδίᾳ ὅτι « ἐνίκησα τοὺς ἀντιδίκους μοῦ », καὶ περιάψῃ δεξιῷ βραχίονι, ἔσται ὁ φορῶν ἀήττητος ἐν πᾶσι καὶ θαυμαστός, καὶ τοὺς ὑπερέχοντας αὐτὸν νικᾶν πάντας ἐν τῷ πολέμῳ καὶ δίκαις. Ἀπαράβατον, νικητικὸν καὶ μέγιστον φυλακτήριον.

ΠΕΡΙ ΠΕΡΙΣΤΕΡΑΣ

Περιστερὰ πτηνὸν πᾶσιν γνωστόν ἐστι, καὶ δένδρον ἐστὶν ἐν τῇ Ἰνδίᾳ λεγόμενον περιδέξιον, οὗ ὁ καρπὸς γλυκὺς καὶ χρηστός, ὥστε τὰς περιστερὰς τερπομένας ἐν αὐτῷ αὐλίζεσθαι καὶ κατασκηνοῦν. Τοῦτο τὸ δένδρον ὄφις δέδοικεν, ὥστε καὶ τὴν σκιὰν αὐτοῦ φεύγειν. Ἐὰν ἡ σκιὰ τοῦ δένδρου πρὸς ἀνατολὰς 〈ἔλθῃ〉, φεύγει ὁ ὄφις ἐπὶ δυσμάς· ἐὰν δὲ ἐπὶ δυσμὰς ἔλθῃ ἡ σκιὰ (f. 103 r.) τοῦ δένδρου, ὁ ὄφις τρέχει κατὰ τὰς περιστεράς· καὶ διὰ τοῦ δένδρου τὴν δύναμιν οὐκ ἰσχύει ἅψασθαι τῶν περιστερῶν. Οὐκ οἶδα ἐὰν ἀποπλανηθῇ ἐκ τοῦ δένδρου· καὶ οὗτος αὐτὴν ἐμφυσήσας ἐπισπᾶται καὶ ἐσθίει. Ἐὰν δὲ ὅλαι ὁμοῦ πέτονται, οὔτε ὄφις, οὔτε ὀξύπτερος τολμᾷ αὐτὰς ἅψασθαι. Τοῦ οὖν δένδρου τὰ φύλλα ἢ ὁ φλοῦς θυμιώμενος πᾶν κακὸν ἀποδιώκει.

Πτίλον δὲ περιστερᾶς ἔχον αἷμα θερμὸν καὶ ἐνσταζόμενον τὰς ἐκπληγάς, ῥήξεις τῶν ὀφθαλμῶν ἑνοῖ καὶ ἰᾶται.

Ἡ δὲ ἄφοδος σὺν κριθίνῳ καὶ ἰρίνῳ ἀλεύρῳ καὶ ἰξῷ καὶ στέατι ὑείῳ ἐπιτιθεῖσα γαγγραίνας περιχαράσσει, καὶ χοιράδας ῥήγνυσιν. Σὺν ὄξει δὲ καταχριομένη φακοὺς καὶ σπίλους τοὺς ἐν ὄψει καὶ στίγματα αἱρεῖ (f. 103 v.). Σὺν κεδρίᾳ δὲ μιχθεῖσα καὶ λευκοὺς ἀλφοὺς καὶ λιχένας καὶ λέπρας ἄκρως θεραπεύει. Μετὰ δὲ γῆς αἰγυπτίας καὶ εὐφορβίου καὶ κρόκου μίγματος καὶ ὄξει λειωθεῖσα καὶ καταχρισθεῖσα μετώπῳ κεφαλαλγίαν ἄκρως ἰᾶται. Εἰς δὲ τὴν ἔδραν χριομένη σὺν ἐλαίῳ ἐκφράττει τὴν γαστέρα.

Οἱ δὲ ὄρχεις τοῦ ἄρρενος φιλτροπόσιμοί εἰσι, γυναιξὶ παρ’ ἀνδρῶν δοθέντες, ἡ δὲ τῆς θηλείας μήτρα ἀνδράσιν.

ΠΕΡΙ ΠΕΡΔΙΚΟΣ

Πέρδιξ πετηνὸν δόλιον· τοὺς ὁμοφύλους εἰς ἄγραν προτρεπόμενος οὗτος τὰ ἀλλότρια ὠὰ ὡς ἴδια θάλπει· ἔπειτα ὅταν αὐξηθῶσιν ἐκ τῶν αὐτῶν εἰς τοὺς κυήτορας ἀπέρχονται, ἔρημον τὸν θάλψαντα μεταλείψαντες.

Ἡ οὖν χολὴ τοῦ πέρδικος σὺν μέλιτι καὶ ὀποβαλσάμου χυλῷ καὶ μαράθρου ὀξυωπίαν παρέχει· ἑψομένη δὲ σὺν κυδωνίοις (f. 104 r.) καὶ μήλοις καὶ ἐσθιομένη τοῦ ζωμοῦ ἐπιρροφουμένου στυφέως κοιλιακοὺς καὶ στομαχικοὺς θεραπεύει.

Τὰ δὲ ὠὰ αὐτοῦ ἐσθιόμενα ἀφροδισίαν παρορμῶσιν· εἰσὶν δὲ φιλτροπόσιμα. Μετὰ δὲ χηνείου στέατος λειούμενα καὶ χριόμενα ταῖς θηλαῖς τῶν τροφῶν γάλα πολὺ φέρουσι. Τὰ δὲ λέπη τῶν ὠῶν λεῖα σὺν κηρῷ καὶ καδμίᾳ ἑνωθέντα καὶ κλασθέντα μασθοὺς γυναικῶν ἐνδυκότας ἀνορθοῦσιν.