Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΜΕΡΟΠΟΣ

Μέροψ στρουθίον ἑστὶν ὁλοπράσιον· τὰ δὲ πτερὰ πορφυρᾶ, ὅν τινες γάγγραιναν ὀνομάζουσιν. Ἔστιν δὲ φρόνιμον καὶ πολλὰ ποιοῦν 〈ὡς〉 καὶ ἡ ἀλκυονίς. Τοῦτο ὅταν τέκῃ καὶ θέλῃ τις ἀγρεῦσαι τὰ νόσσια αὐτοῦ, μεταίρει αὐτὰ ἀπὸ τόπου εἰς τόπον· καὶ ὅταν σιτίζῃ αὐτά, εἰς πολλοὺς τόπους ἀπέρχεται, ἵνα μὴ νοηθῇ ποῦ αὐτὰ τρέφει.

Ταύτης ἡ καρδία ἐπὶ φίλτρα χρήσιμος, καὶ ἐσθιομένη καρδιακοὺς ὠφέλει, καὶ ἰκτερικοὺς καὶ στομαχικούς.

Μέροψ δὲ ἐκλήθη (f. 98 v.) διὰ τὸ εὐθὺς ἔχειν μετὰ τὸν ἄνθρωπον καὶ φιλίαν εἰς αὐτὸν τίθεσθαι.

Ἡ δὲ χολὴ αὐτοῦ μετὰ μέλιτος καὶ χυλοῦ πηγάνου ὑπόχυσιν ἰᾶται.

ΠΕΡΙ ΜΕΛΙΣΣΩΝ, ΣΤΡΟΥΘΙΩΝ ΤΩΝ ΜΕΛΑΓΚΟΡΥΦΩΝ

Μελισσός, στρουθίον ᾄδον καλῶς τῷ θέρει. Οὗτος καεὶς καὶ σὺν μέλιτι λειωθεὶς καὶ χρισθεὶς μελικηρίδας, στεατώματα θεραπεύει· ὀπτὸς δὲ ἐσθιόμενος δυσεντερικοὺς ἰᾶται.

ΠΕΡΙ ΝΗΣΣΗΣ

Νησσάριν ποτάμιον καὶ λιμναῖον πᾶσιν γνωστὸν ὄρνεον.

Ταύτης τὸ αἷμα θερμὸν ἢ ξηρὸν ἐν οἴνῳ ποθὲν τοὺς πιόντας τοὺς ὑπὸ δηλητηρίων [δηχθέντας] καὶ τοὺς ἀπὸ ἐχίδνης δηχθέντας διασώζει καὶ παρέχει δύναμιν καὶ ὑγιείαν.

ΠΕΡΙ ΞΟΥΘΡΟΥ

Ξοῦθρος, οἱ δὲ στροῦθον ἢ πυργίτην ἢ τρωγλίτην (f. 99 r.) τοῦτον καλοῦσιν.

Τούτου ἠ ἄφοδος σὺν οἴνῳ πινομένη ἔντασιν μεγίστην ποιεῖ.

Μετὰ στέατος δὲ ὑείου χρισθεὶς ἀλωπεκίας δασύνει...

Ὀπτὸς δὲ βρωθεὶς ἡδονὴν ἀνθρώποις ἐμποιεῖ.

ΠΕΡΙ ΟΡΝΙΘΟΣ

Ὄρνιθος κατοικιδίου ὀ ἐγκέφαλος περιτριβόμενος ὠφελεῖ ὀδοντοφυοῦσι παιδίοις.

Οἴνῳ δὲ ποθεὶς σκορπιοπλήκτοις ἀρήγει.

Ἡ δὲ καρδία αὐτῆς ἔτι σπαίρουσα περιαφθεῖσα μηρῷ ὠκυτόκιόν ἐστιν ἄριστον.

Τὸ δὲ ἧπαρ αὐτῆς λειούμενον καὶ ἐπιπλασσόμενον σὺν κριθίνῳ ἀλεύρῳ καὶ ὕδατι ποδαγροὺς ὠφελεῖ.

Τὸ δὲ στέαρ σὺν νάρδῳ τακὲν εἰς ὠταλγίας χρήσιμον, καὶ εἰς γυναίκεια πεσσὰ καὶ εἰς νευρικὰς συμπαθείας ὠφελεῖ.

Οἱ δὲ (f. 99 v.) νεοσσοὶ ἀποσχιζόμενοι καὶ ἐπιτιθέμενοι θερμοὶ τοῖς ἰοβόλοις ἕλκεσιν ἕλκουσιν πάντα τὸν ἰόν. Δεῖ δὲ συνεχῶς ἀλλάσσειν ἄχρις οὗ οὐκέτι χλιαροὶ οὐ γίνωνται· ἔπειτα φύλλα ἐλαίας χλωρὰ κόψας σὺν ἐλαίῳ καὶ ἁλσὶν ἐπιτιθέναι τοῖς ἕλκεσιν.

Ἡ δὲ κόπρος τῶν ὀρνίθων πρόσφατος περιχριομένη χείμετλα καὶ παρατρίμματα ἐξ ὑποδημάτων ἰᾶται· αἴρει δὲ καὶ μυρμηκίας· ποθεῖσα εἰς εὔκρας τοῖς μύκητας φαγοῦσι βοηθεῖ. Ξηρὰ δὲ λεία σὺν νίτρω καὶ ξηρῷ μύρῳ ἀλωπεκίας δασύνει ταχέως.

ΠΕΡΙ ΟΡΤΥΓΟ

Ὄρτυξ ὁ πᾶσι γνωστός· τούτου οἱ ὀφθαλμοὶ περιαπτόμενοι ὀφθαλμίαν ἰῶνται καὶ τριταῖον καὶ τεταρταῖον.

Ὁ δὲ ζωμὸς αὐτοῦ κοιλίαν μαλάσσει· ἐσθιόμενος (f. 100 r.) δὲ νεφροὺς θεραπεύει.