Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Ὁ δὲ Κυρανὸς τὰ μὲν ἄλλως κατέλεξεν, τὰ δὲ κατὰ συμφώνησιν, προσέθηκεν δὲ ἀπὸ τοῦ ἔποπος ἀπογεύματος καὶ ὅτι εἶπεν ὅσα γίνονται ἐν τῷ κόσμῳ προγευόμενος γνώσει· εἶχεν ἐκεῖθεν οὕτως.

Ἐπείδη δυσανεύρετός ἐστιν ἡ ἐσχάτη ῥίζα τοῦ ἠρυγγίου, ‹καὶ 〉 ἡ κεφαλὴ· καὶ 〈εἰ〉 θέλεις αὐτὴν εὐλήπτως ἐπιτυχεῖν, ποίει οὕτως. Λαβὼν σπέρμα ἠρυγγίου καὶ γῆν (f. 25 v.) ἐν ᾖ φύεται, βάλε εἰς γάστραν τὴν γῆν καὶ τὸ σπέρμα. πότιζε δὲ ἀραιάκις καὶ ὅταν ἀναφύῃ καὶ γένηται ὥριμον ἐν τῇ γάστρᾳ ὥσπερ τὰ ἄλλα ἠρύγγια, τότε ψηλάφησον εἰς τὴν γάστραν ἁγνὸς ὧν καὶ νῆστις, ὡς πρέπει, καὶ εὑρήσεις κεφαλὴν Γοργόνης· ταύτην ἀνελόμενος ἔχε ἕτοιμον.

Λαβὼν οὖν φώκης θαλασσίας τρίχας τὰς μέσων τῶν ῥινῶν καὶ τοῦ στόματος καὶ λίθον ἴασπιν χλωρὸν καὶ καρδίαν καὶ ἧπαρ ἔποπος καὶ ῥιζίον παιωνίας 〈 καὶ 〉 τῆς γλυκυσίδης καὶ σπέρμα περιστερεῶνος βοτάνης, καὶ τὸ κοσμικὸν αἷμα τῆς χρυσανθέμου καὶ τῆς καρδίας (f. 26 r.) τῆς φώκης τὸ ἄκρον, ἔστι δὲ καὶ τὸ βασίλειον τὸ ἐπὶ τῆς κεφαλῆς τοῦ ἔποπος, κρεῖττον ἔξεις πάντων τῶν προειρημένων

εἰδῶν, ἅ τινα σὺν μόσχῳ ὀλίγῳ περιειλήσας θυμιάματι τετραΐδῳ, ἔμβαλε εἰς δέρμα ἰχνεύμονος ἢ φώκης ἢ ἐλαφίου ἡ γυπός, καὶ φόρει, ἁγνὸς ὤν. Εἰ δὲ καὶ χρυσώσεις ἔξωθεν, κάλλιον ἔσται, ἔσῃ γὰρ εἰς πάντα ὅσα θέλεις ἐπιτυγχάνων, φιλητὸς παρὰ πᾶσιν ἀνθρώποις καὶ γυναιξίν· ἔσῃ δὲ καὶ φοβερὸς φαινόμενος καὶ εἰρηνικὸς καὶ ἥσυχος, θηρία δὲ πάντα ὑποτάξεις καὶ ἐχθροὺς κατὰ σοῦ φιλιώσεις.

Ἐὰν δὲ καὶ λύκου τὸν δεξιὸν ὀφθαλμὸν ἐμβάλῃς (f. 26 v.) τοῖς προειρημένοις καὶ φορεῖς, ἔσῃ εἰς πάντα ἀκαταγώνιστος, νικῶν εἰς πᾶν πράγμα καὶ ἐπιτυγχάνων· φεύξεται γάρ σε πᾶς δαίμων καὶ πᾶν θηρίον, καὶ ἔσῃ ἐν πᾶσιν εὐδαιμονῶν, καὶ ἄνοσον δὲ διαφυλάξει σε.

Ἐγὼ δὲ καὶ τὴν πυτίαν τῆς φώκης ἔμιξα καὶ ἐνίκων πάντας τοὺς ἀντιδίκους. μου, καὶ ἀήττητος ἥμην· ὁ γὰρ φορῶν τοῦτο τὸ φυλακτήριον ἔξει ἀγαθὰ ὅσα οὐ 11 προσδοκᾷ ἀπὸ τοῦ Θεοῦ, καὶ ἔσται ἔντιμος πανταχοῦ, νικῶν ἐν πᾶσιν ἔργοις καὶ λόγοις, ῥυόμενος ἀπὸ παντὸς κινδύνου καὶ δαίμονος καὶ φαρμακείας καὶ πάσης κακουργίας, καὶ, ἀπλῶς εἰπεῖν, πάντα τὰ κακὰ ἀποστρέφει, πάντα δὲ τὰ ἀγαθὰ (f. 27 r.) προξενεῖ· ἔστιν δὲ καὶ προγνωστικὸν ὅπερ σὺν σοὶ θεὸς μόνος ἐπίσταται. Ἐνταῦθα δὲ τὸ στοιχεῖον ὁ Κυρανὸς ἐτέλεσεν.

[Ἐνταῦθα] θύρσις, βοτάνη.

Θύρ, πτηνόν.

Θυρσίτης, λίθος ὅμοιος κοραλλίου.

Θύννος, ἰχθὺς θαλάσσιος.