Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Ἀρκείσθω ὅσα προεῖπον· πεζῷ δὲ (f. 23 r.) λόγῳ καταλέξω καὶ δείξω τῆς ψυχῆς τὰ προμάντια· ὧν τὰ ὁρατὰ ὅσα προεῖπον· ἐπεσόμενα δὲ ἄλλα φράσειεν· ἔφρακα δὲ τοὺς μέλλοντας στίχους περὶ τῆς προγνώσεως καὶ τῶν ἐν αὐτῇ λοιπῶν ουτως ζώων.

[Ἔποψ] ζῶόν ἐστιν ἐν ἀέρι πτώμενον ὁ καλεῖται ἔποψ, ἐπτάχρωμον βασίλειον ἔχον μήκει δακτύλων β′, ἁπλούμενον καὶ συστελλόμενον· αὐτὸ δὲ τετράχρωμον, ὡς εἰπεῖν, πρὸς τὰς ὁ τροπὰς τοῦ ἐνιαυτοῦ· οὐτος καλεῖται κουκούφας καὶ πούπος, ὡς ἐγράφη τὰ περὶ τούτου ἐν τῇ πρώτῃ τῇ βίβλῳ ἀρχαϊκῇ καλουμένῃ· ἔστι δὲ τὸ ζῶον ἱερόν.

Λαβὼν οὖν τὴν τούτου καρδίαν ἔτι πταίρουσαν (f. 23 v.) κατάπιε ἀντίκρυ τοῦ ἡλίου ὥρας πρώτης ἀρχομένης ἢ ὀγδόης ἀρχομένης· ἔστω δὲ ἡμέρα Κρόνου, σελήνης ἀνατολικῆς οὔσης· καὶ επιπιε γάλα βοος μελαίνης μετ’ ὀλίγου μέλιτος ἐκ τοῦ σύνθεματος αὐθωρόν, ἵνα ἡ καρδίᾳ ὑγιὴς καταποθῇ, καὶ ἔσῃ προγινώσκων τὰ ἐν οὐρανῷ καὶ γῇ, καὶ εἴ τις κατὰ ψυχὴν ἔχει τι καὶ ὅσα κατὰ τὰ κλίματα καὶ κατὰ πόλεις γίνεται καὶ τὰ μέλλοντα ἅπασιν ἀνθρώποις· ἔστι δὲ τὸ τοῦ μέλιτος σύνθεμα τοῦτο·

Μέλιτος κοτύλην α′ S, καὶ μαγνήτου ζῶντος λειοτάτου 〈ο β′, καὶ τῆς βοτάνης ἡρυγγίου καρδίας ἑπτά· ταῦτα λεῖα μίγνυε (f. 24 r.) τῷ μέλιτι· ἔχεις δὲ ἕτερον μαγνήτην εἰς ὃν τὸ ὄρνεον γέγλυπται τοῦτο, ὅν δεῖ ἐν τῷ μέλιτι ἐν τῷ συνθέματι ἐμβρέχεσθαι. Ὅταν δὲ θέλῃς προγινώσκειν εἴ τι βουληθῇς, πρόγευσαι δάκτυλον ἕνα, καὶ περίθου τὸν γεγλυμμένον μαγνήτην, καὶ φόρει ἐν τῷ τραχήλῳ, καὶ προ γνώσεις πάντα περὶ ὧν θέλεις.

Ἐὰν δὲ καὶ ἑτέραν καρδίαν καὶ ἧπαρ ἔποπος βάλῃς ἐν τῷ συνθέματι, κρεῖττον

ἔσται καὶ ἔτι μνημονικώτερον ποιεῖ. Ἵνα δὲ μὴ φθειριάσῃ τὸ σῶμα τοῦ ἐσθίοντος τὸ μέλι ἢ τοῦ καταπιόντος τὴν καρδίαν (εἴωθεν γὰρ ἔξω ῥεῖν πλῆθος φθειρῶν), δέον ἀλείφεσθαι πρῶτον τῷ ἐλαίῳ τοῦτο (f. 24 v.). Ἐλαίου κοτύλ. α′, σταφίδος ἀγρίας λειοτάτης 〈ο β′ λειώσας καλῶς καὶ ἐνώσας ἔχε ἀποκείμενον ἕτοιμον· ὅταν οὖν χρήσῃς εἰς κοίτην ἄλειψαι.

ΕΡΩΤΗΣΙΣ ΠΡΟΣ ΤΟΝ ΤΕΧΝΙΤΗΝ. Λέγε μοι πρότερον ἡ ψυχὴ ἀθάνατός ἐστιν ἡ θνητή· καὶ φησίν· πολλοὶ τῶν κακοτέχνων πλανῶνται τὸ νοερὸν τῆς ἀθανάτου ψυχῆς· αὐτὴ δὲ ἑαυτὴν ἐλέγχει· διὰ τί τοῦ σώματος ἠρεμοῦντος ἐπὶ τῆς κοίτης, καὶ ἡ ψυχὴ ἀναπαίεται ἐν τῷ ἰδίῳ τόπῳ, τουτέστιν ἐν τῷ ἀέρι, ὅθεν αὐτὴν καὶ ἐλάβομεν, καὶ θεωρεῖ τὰ ἐν ἄλλοις κλίμασι γινόμενα· πολλάκις δὲ καὶ φιλοστοργοῦσα τὸ σῶμα ἐν ᾧ κατοικεῖ πρὸ χρόνων πρωμαντέυεται τὰ ἀγαθὰ (f. 25 r.) ἢ τἀναντία, ὅ καλεῖται ὄνειρος· εἶτα πάλιν δρομεῖ εἰς τὸ ἴδιον οἰκητήριον· καὶ ἀνεγείρασα ἐξηγήσατο τὸ αὐτὸ ὄνειρον; Ἐντεῦθέν σοι φαινέσθω ὅτι ἡ ψυχὴ ἀθάνατος καὶ ἄφθαρτός ἐστιν. Οὕτως μὲν ὁ Ἁρποκρατίων εἰπών, ἐνταῦθα οὕτως τὸ στοιχεῖον τοῦτο πεπλήρωκεν.