Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Φρύνη, βοτάνη.

Φρῦνος, πτηνόν.

Φώκη, θαλάσσιον ζῶον.

Φρῦνος, λίθος.

Φρύνη, βοτάνη ἥτις ἐστὶν βατράχιον, πονηρὸν φυτόν, τῇ ἰδέᾳ ὡσεὶ σέληνον· φύεται δὲ ἐν τοῖς ὕδασιν· ἔστι δὲ καυσῶδες, ἔμπυρον δὲ τῇ δυνάμει ἐστίν.

Φρῦνος, πτηνόν· οἱ δὲ ἴκτερον, οἱ δὲ χλωρὸν λέγουσιν. Τῷ μεγέθει ὡς στρουθίον (f. 47 v.) ἐστί.

Φώκη θαλασσία, ζώων κάλλιστόν ἐστι καὶ γνωστόν, ἀνθρωπείας χεῖρας ἔχουσα, πρόσωπον δὲ βοὸς μικρᾶς.

Φρῦνος, λίθος· οἱ δὲ βατραχίτην αὐτὸν καλοῦσιν.

Τῆς οὖν βοτάνης ἐστὶν 〈ἡ〉 δύναμις ἰσχυροτάτη τοιαύτῃ· ἀντὶ τοῦ

σιδήρου τέμνει ἀποστήματα, καὶ ἐσθίει δοθιῆνας, χοιράδας καὶ ὅσα φλέγματα ὑπάρχει.

Ποιήσεις δὲ τὸ ἐπιτιθέμενον ἐμπλάστριον τὸ πλάτος δακτύλων δύο, τῷ δὲ μήκει πρὸς ὃ θέλεις τέμνειν ὡς ἡμιδακτύλιον. Ἐπιτίθει δὲ τῷ φαρμάκῳ κηρωτάριον, μετὰ δὲ ὥρας τρεῖς ἢ ς′ βαστάσας εὑρήσεις τετμημένον. (f. 48 r.) Χρῆσαι οὖν τοῖς δυναμένοις ἀνακαθαίρειν τὴν τομὴν καὶ τὰ ἕλκη ἐμπλάστροις, ἔπειτα τοῖς ἀρκοῦσιν, ἐπὶ δὲ κόλποις αὐτοῖς παρακολλῶσιν.

Ἔστι δὲ τὸ ξυσμάλιον τοῦτο, ἤγουν τὸ ἔμπλαστρον· χυλοῦ τῆς βοτάνης 〈 ο δ′, ἐν ἄλλῳ 〈 ο α′, ἀρσενικοῦ, σανδαράχης ἀνὰ 〈 ο δ′, λεπίδος ἐρυθρᾶς 〈 ο δ′. λαθυρίδων 〈 ο δ′, θηράκων κανθαρίδων 〈 ο ς′, ἀσβέστου 〈 ο η′, κεδρίας ἢ ῥοδίνου τὸ ἱκανόν. Ἀπόθου λειώσας ἐν ὑελίνῳ ἀγγείῳ· παρατήρει δὲ μὴ ἐπὶ νευρίον ἢ φλέβα ἐπιθῇς, ἵνα μὴ σπασμὸν ἐργάσῃ. Ποιεῖ δὲ καὶ εἰς (f. 48 v.) αἰγίλωπας καὶ τριχιάσεις μετὰ εὐφυίας ἐντιθέμενον. Τὰς δὲ κανθαρίδας ἀπόκοπτε, ῥίπτων αὐτῶν τὰ σκέλη καὶ τὰ πτερά, μόνους δὲ τοὺς θώρακας 〈λαβών〉. Βάλλε δὲ γαλλικὸν 〈 ο δ′, καὶ τὴν ἄσβεστον ζῶσαν· κόπτε, μάλασσε, λείαινε καὶ ποίει ὡς ἐμπλαστρῶδες καὶ ἐπιτίθει.

Τῆς οὖν φώκης αἱ τρίχες αἱ ἀνὰ μέσον τῶν ῥινῶν καὶ τοῦ στόματος εὑρισκόμεναι μεγάλαι καὶ τραχεῖαι, μετὰ τοῦ μέσου τῆς καρδίας τῆς φώκης, ἄκρον καὶ καρδίας ἔποπος καὶ ὀλίγου ἥπατος τῆς φώκης καὶ χρυσανθέμου βοτάνης, τὸ μυρίκιον, ἤγουν μυρμήκιον, καὶ ὕγγος τοῦ στρουθίου τῆς γλώττης, καὶ ὀλίγον μόσχον (f. 49 r.) εἰς δέρμα ἐλάφειον, καὶ λύκου δεξιὸν ὀφθαλμὸν συνδηήσας ἔχε· μέγιστον φυλακτήριον πρὸς πᾶσαν καὶ σύστασιν καὶ νίκην· λύει γὰρ πᾶσαν μάχην καὶ εἰς φιλίαν μετατρέπει· ῥύεται δὲ ἀπὸ πάσης ἀνάγκης χαλεπῆς καὶ περιστάσεως, θαλασσίων κινδύνων καὶ πειρασμῶν ἔν τε γῇ καὶ θαλάσσῃ καὶ ἀπὸ δαιμόνων καὶ πάσης νόσου. Παρέχει δὲ καὶ ὑγείαν καὶ εὐπραξίαν, εὐημερίαν εὐπορίαν τε παντοίων ἀγαθῶν, καὶ ἀληθῶς ἐστι μέγα θεόδοτον φυλακτήριον νικητικὸν καὶ φυλακτήριον φιλητήσιον, μάλιστα ἐὰν ἔχῃς καὶ ἀλφαιωνίας ῥίζαν καὶ καρπόν.

Οἱ δὲ ὄνυχες τῶν χειρῶν τῆς φώκης (f. 49 v.) βασταζόμενοι ἢ φορούμενοι

πᾶσαν βασκανίαν καὶ πᾶσαν νόσον καὶ κάκωσιν ἀπελαύνουσιν. Οὐδὲν οὖν ἄτοπον εἰ καὶ ὄνυχα τῆς δεξιᾶς χειρὸς ἐμβαλεῖς 〈εἰς〉 τὸ φυλακτήριον· κρεῖττον γᾶς ἐστιν.

Αἱ δὲ τρίχες αὐτῆς ἐπὶ κεφαλῆς ἀγρυπνούντων τιθέμεναι ὕπνον ἐπάγουσιν, καὶ ταῖς δυστοκούσαις μέγιστον ἀγαθὸν ἐν λαιῷ μηρῷ περιαπτόμεναι.

Τὸ δὲ δέρμα φορούμενον ὡς ζώνη ἐπὶ μὲν τῶν ψυῶν πάντα πόνον νεφρῶν ἰᾶται· ἐπὶ δὲ τὸν πόδα σανδάλια ποιήσας, ποδάγραν ἰῶνται καὶ δυσουρίαν.

Ὁμοίως δὲ καὶ τὸ στέαρ τῆς φώκης μιγνύμενον κηρωτῇ ῥητίνῃ ποδαγροὺς ὠφελεῖ καὶ ἀρθριτικούς.

Ἐὰν δὲ τὴν (f. 50 r.) καρδίαν αὐτῆς περιάψῃς εἰς κατάρτιν πλοίου, οὐδέποτε ναυαγήσει.

Ὁμοίως δὲ καὶ τὴν δορὰν ἐὰν καθηλώσῃς εἰς τὸ ἀκρόπτερον, οὐ πειραθήσεταί ποτε κεραυνοβολίας τὸ πλοῖον.

Τὸ δὲ πτηνὸν βρωθὲν ἰκτεριῶντας ἀπαλλάσσει.

Οἱ δὲ ὄνυχες αὐτοῦ περιαπτόμενοι τριταῖον ψύχος καὶ καθημερινὸν ἰῶνται ἐν ῥάκει περιαφθέντες.

Ἡ δὲ καρδία αὐτοῦ ἐν ῥάκει περιαφθεῖσα καὶ ἐν βραχίονι φορουμένη τριταῖον, τεταρταῖον καὶ ἀμφημερινὸν ψύχος ἰῶνται.

Εἰς δὲ τὴν βατραχίτην λίθον γλύψον ἱέρακα· καὶ παρὰ τοὺς πόδας βάτραχον, καὶ κατάκλειε γλῶσσαν βατράχου καὶ ῥιζίον τῆς βοτάνης, καὶ ἄκρον γλώσσης (f. 50 v.) τοῦ πτηνοῦ, καὶ κατακλείσας δὸς φορεῖν· ἵστησιν δὲ πᾶσαν αἱμορραγίαν καὶ ἀσκληπιάδας φερομένας καὶ ἰκτεριῶντας διασώζει.

Ποιεῖ δὲ καὶ τοῖς αἷμα ἀνάγουσιν καὶ ταῖς ἀπὸ μήτρας αἱμορραγούσαις. Ἔστι δὲ καὶ πραϋντικὸν θυμοῦ ἐπὶ ὀργῆς ἐχθρῶν, ἐὰν μάλιστα καὶ τὰς τρίχας ὑποκατακλείσῃς τῆς φώκης· διαφυλάττει γὰρ καὶ ἀπὸ θηρίων ἰοβόλων. Ἔχει γὰρ καὶ ἄλλας πράξεις ἃς φράσω θειοτάτας ὁ λίθος οὗτος.