Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Ἡ δὲ σκευὴ τοῦ ξηρομύρου ἐστὶν αὕτη. Κόστου ὀγγ. α′, κασίας ὀγγ. β′ ς′′, ἀμώμου ὀγγ. α′, καρυοφύλλου ὀγγ. β′, μόσχου γραμμάρια β′ς′′. Ταῦτα δὲ ὁλμοκοπήσας καὶ σείσας ποίει τροχίσκους καὶ ἀναξηράνας ἀπόθου ἐν βικίῳ, καὶ ὅτε χρείᾳ κόπτεσθαι καὶ ποίει ξηρόμυρον, καὶ δίδου ὀγγ. β′, τῶν μὴ δυναμένων γυναικῶν συλλήψασθαι.

Τῶν δὲ στρουθοκαμήλων ὁ ἐχῖνος τό λεγόμενον σιφούκιον ξηρὸν λειωθὲν καὶ διδόμενον λάθρα φιλτροπόσιμόν ἐστιν ἡδονικὸν παρασκευάζον τε εἰς ἔρωτα τὴν πίνουσαν αὐτὸ κόρην.

Λίθος δὲ ἐκ τοῦ ἐχίνου κεκλασμένος καὶ διδόμενος ἐν βροτῷ ἢ ποτῷ μεγίστην ἔντασιν ποιεῖται, μάλιστα τῶν μὴ δυναμένων συνουσιάζειν, μήτε ψυχὴν ἀντὶ ψυχῆς κτίζειν.

Αὐτὸς δὲ ὁ λίθος καθ’ ἑαυτὸν περιαπτόμενος (f. 90 v.) μεγίστην εὐπεψίαν παρέχει καὶ ἔντασιν τοῖς μὴ δυναμένοις συνουσιάζειν.

Τῆς δὲ σάλπης τοῦ ἰχθύος ὁ δεξιὸς τοῦ κρανίου λίθος περιαπτόμενος ἔντασιν ποιεῖ, ὁ δὲ εὐώνυμος ἀνεντάτους.

Τὸ δὲ στέαρ τοῦ ἰχθύος μετὰ μέλιτος λειούμενον ἡδονὰς μεγίστας ποιεῖ περιχριόμενον εἰς τὸ αἰδοῖον ἀμφοτέρων.

Γλύφεται οὖν ἐν τῷ σαπφείρῳ λίθῳ στρουθοκάμηλος ἐν τῷ στόματι ἔχων τὴν σάλπην, καὶ βραχὺ τοῦ λίθου τοῦ ἐν τῷ ἐχίνῳ εὑρισκομένου τῆς κοιλίας τοῦ στρουθοκαμήλου, καὶ κατακλείσας φόρει. Πρὸς πᾶσαν εὐπεψίαν καὶ ἔντασιν ποιεῖται καὶ

ἐρωτικὰς συμπαθείας· μάλιστα τὴν ἔντασιν παρέχει τοῖς ἤδη γηρῶσιν τοῖς τε θέλουσι πολλὰ συνουσιάζειν· ποιεῖ δὲ καὶ ἐπιχαρῇ τὸν φοροῦντα. (Ms. Α, f. 45 v.).

Τριφύλλιος, βοτάνη.

Ταώς, ὄρνεον.

Τρυγὼν θαλασσία.

Ταΐτης, λίθος εὐανθής.

Τριφύλλιος βοτάνη ἐστὶν γνώριμος πᾶσιν, ἀγαθή.

Ταώς ἐστι πτηνὸν ἐπίχαρι, εὔγνωστον, ὡραῖον.

Τρυγὼν ἐστιν ἰχθὺς θαλάσσιος οὖσα καὶ φαῦλον.

Ταΐτης λίθος ἐστὶ ποικίλος, εὐανθής, ὁμοίως τοῦ ταῶνος, 〈ὁ καὶ πάγχρους καλούμενος· οὕτως ἀνήκει τῷ ταῶνι διὰ τὸ πολύχρωμος ὡς καθὼς καὶ ταῶν. 〉

Γλύφεται οὖν ἐπὶ τοῦ λίθου ταὼς πατῶν τρυγῶνα θαλασσίαν, καὶ ὑπὸ τὸν λίθον ἡ φωνὴ τοῦ ταῶνος ὡς ἔστι ἀΐω, καὶ ῥιζίον τῆς βοτάνης ὑποτιθέμενον· καὶ ὑποκατακλείσας φόρει. Τοῦτό ἐστι μέγα καὶ θαυμαστὸν φορούμενον ἐπί τε νίκης (f. 46 r.) καὶ φιλίας καὶ συστάσεως καὶ πρὸς πάντας καὶ πάσας, ὥστε πάντας εὐηκόους ἔχειν. Δηλοῖ δὲ καὶ καθ’ ὕπνους περὶ οὗ ἄν τις βούληται.

Ἐὰν δὲ πρὸς κεφαλὴν ὑποθῇς, ὑπνώσας, ἀγνώς, ἐάν τις βούλῃ περὶ σοῦ ἴδῃς. Τοῦτον δὲ τὸν δακτύλιον μηδενὶ παραδώσεις ἑτέρῳ, ὅτι μέγιστος ὑπάρχει, καὶ ἄλλου τοιούτου οὐκ εὐμοιρήσεις.

Ὑπέρεικον, βοτάνη.

Ὑπερωνίς, πτηνόν.

Ὕλλος, ἰχθὺς θαλάσσιος.

Ὑέτιος, λίθος.

Ὑπέρεικόν ἐστιν βοτάνη ἀγαθή, θαμνώδης· οἱ δὲ διονυσίαν καλοῦσιν· ἔστιν δὲ θερινή.

Ὑπερωνὶς πτηνόν ἐστιν ὃ ὑπάρχει ἀετὸς θήλεια, ὥσπερ (f. 46 v.) καὶ ὁ ἄρρην ὑπάρχει.

Ὕλλος θαλάσσιος γνωστός, ἐδώδιμος, πονηρός.

Ὑέτιος δὲ λίθος ὅς ἐστι ποταμοφόρητος· ψηφὶς αἰματίζουσα μᾶλλον τῷ χρώματι.

Τὸν μὲν οὖν λίθον λιθαργήσας γλύψον εἰς αὐτὸν ἀετὸν διασπαράττοντα τὸν ἰχθύν, ὑπὸ δὲ τὸν λίθον μικρὸν ῥιζίον τῆς βοτάνης καὶ τὸ ἄκρον πτερὸν τοῦ πτηνοῦ, ἐὰν δὲ μὴ ἔχῃς, ὑπερωνίδος, καὶ θὲς ἱέρακος, καὶ κατακλείσας ἔχε· μέγα φυλακτήῥίον ἐστι καὶ ἀνδράσι καὶ γυναιξὶν πρὸς τὰς ἀναδρομὰς τῆς μήτρας, παρεγκλίσεις, σκοτισμούς, αἱμορροίας, ἀκαταστασίας, φλεγμονάς, ῥοιάδος, καὶ ἀπλῶς χωρὶς πτώσεως καὶ ἀναβρώσεως (f. 47 r.) καὶ καταβρώσεως, πρὸς πάντα ποιεῖ. Δίδου οὖν φορεῖν ταῖς ἀναγκαζομέναις γυναιξὶν πρὸς τὰς ἀναδρομὰς τῆς μήτρας, παρεγκλίσεις ὡς μέγα μυστήριον καὶ ἀσφαλέστατον βοήθημα ἄκρως.