Apocalypsis Enochi

Liber Enoch

Das Buch Henoch. Flemming, Johannes Paul, and Radermacher, Ludwig, editors. Leipzig: Hinrichs, 1901.

καὶ εἶπεν Σεμειαζᾶς πρὸς αὐτούς, ὃς ἦν ἄρχων αὐτῶν· φοβοῦμαι μὴ οὐ θελήσετε ποιῆσαι τὸ πρᾶγμα τοῦτο, καὶ ἒσομαι ἐγὼ μόνος ὀφειλέτης ἁμαρτίας μεγάλης.

ἀπεκρίθησαν οὖν αὐτῷ πάντες· ὀμόσωμεν ὃρκῳ πάντες καὶ ἀναθεματίσωμεν πάντες ἀλλήλους μὴ ἀποστρέψαι τὴν γνώμην ταύτην, μέχρις οὗ ἂν τελέσωμεν αὐτὴν καὶ ποιήσωμεν τὸ πρᾶγμα τοῦτο.

τότε ὤμοσαν πάντες ὁμοῦ καὶ ἀνεθεμάτισαν ἀλλήλους ἐν αὐτῷ

* * * *

καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων αὐτῶν· Σεμιαζᾶ<ς< οὗτος ἦν ἄρχων αὐτῶν, Ἀραθάκ, Κιμβρά, Δανειήλ, Ἀρεδρώς, Σεμιήλ, Ἰωμειήλ, Χωχαριήλ, Ἐζεκιήλ, Βατριήλ, Σαθιήλ, Ἀτριήλ, Ταμιήλ, Βαρακιήλ, Ἀνανθνὰ, Ῥαμιήλ, Ἀσεάλ, Ῥακειήλ, Τουριήλ.

οὗτοί εἰσιν ἀρχαὶ αὐτῶν, οἱ <ἐπὶ< δέκα.