Apocalypsis Enochi

Liber Enoch

The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.

⁴⁸καὶ ὁ κριὸς ὁ δεύτερος ἀναπηδήσας ἀφηγήσατο τῶν προβάτων.

⁴⁹καὶ τὰ πρόβατα ηὐξήθησαν καὶ ἐπληθύνθησαν· καὶ πάντες οἱ κύνες καὶ αἱ ἀλωπέκες ἔφυγον ἀπʼ αὐτοῦ καὶ ἐφοβοῦντο αὐτόν.

---

[*](Cap. incert.)

---1παρὰ δέ τοῦ ὄρους ἐν ᾧ ὤμοσαν καὶ ἀνεθεμάτισαν πρὸς τὸν πλησίον [*](Sync) αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα οὐ μὴ ἀποστῇ ἀπʼ αὐτοῦ ψῦχος καὶ χιὼν καὶ πάχνη, καὶ δρόσος οὐ μὴ καταβῇ εἰς αὐτό, εἰ μὴ εἰς κατάραν καταβήσεται ἐπʼ αὐτό, μέχρις ἡμέρας κρίσεως τῆς μεγάλης.

²ἐν τῷ καιρῷ ἐκείνῳ κατακαυθήσεται καὶ ταπεινωθήσεται, καὶ ἔσται κατακαιόμενον καὶ τηκόμενον ὡς κηρὸς ἀπὸ πυρός, οὕτως κατακσήσεται περὶ πάνταων τῶν ἔργων αὐτοῦ.

3καὶ νῦν ἐγὼ λέγω ὑμῖν υἱοῖς ἀνθρώπων Ὀργὴ μεγάλη καθʼ ὑμῶν, κατὰ τῶν υἱῶν ὑμῶν· καὶ οὐ παύσεται ἡ ὀργὴ αὕτη ἀφʼ ὑμῶν μέχρι καιροῦ σφαγῆς τῶν υἱῶν ὑμῶν.

⁴καὶ ἀπολοῦνται οἱ ἀγαπητοὶ ὑμῶν καὶ ἀποθανοῦνται οἱ ἔντιμοι ὑμῶν ἀπὸ πάσης τῆς γῆς, ὅτι πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτῶν ἀπὸ τοῦ νῦν οὐ μὴ ἔσονται πλείω τῶν ἑκατὸν είκοσιν ἐτῶν.