Apocalypsis Enochi

Liber Enoch

The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.

42Καὶ οἱ κίνες ἡρξαντο κατεσθίειν τὰ πρόβατα καὶ οἱ ὕες καὶ οἱ ἀλώπεκες κατήσθιον αὐτά, μέχρι οὕ ἥγειρεν ὁ κύριος τῶν προβάτων [*](XXIX 2 ζμυρνα X XXI 2 αρωματων P X X XII 3 ελθων I 4 κερατι P 1 X X X IX 42 και οι κυνες] pr εκ του του Ενωχ βιβλιου χρησις V)

809
κριὸν ἕνα ἐκ τῶν προβάτων.

⁴³καὶ ὁ κριὸς οὗτος ἤρξατο κερατίζειν [*](V) καὶ ἐπιδιώκειν ἐν τοῖς κέρασιν, καὶ ἐνετίνασσεν εἰς τοὺς ἀλωπέκας, καὶ μετʼ αὐτοὺς εἰς τοὺς ὕας· καὶ ἀπώλεσεν ὕας πολλούς, καὶ μετʼ αὐτοὺς ἐλυμήνατο τοὺς κύνας.

⁴⁴καὶ τὰ πρόβατα ὧν οἱ ὀφθαλμοὶ ἠνοίγησαν ἐθεάσαντο τὸν κριὸν τὸν ἐν τοῖς προβάτοις, ἕως οὗ ἀφῆκεν τὴν ὁδὸν αὐτοῦ καὶ ἤρξατο πορεύεσθαι ἀνοδίᾳ.

⁴⁵καὶ ὁ κύριος τῶν προβάτων ἀπέστειλεν τὸν ἄρνα τούτου ἐπὶ ἄρνα ἕτερον, τοῦ στῆσαι αὐτὸν εἰς κριὸν ἐν ἀρχῇ τῶν προβάτων ἀντὶ τοῦ κριοῦ τοῦ ἀφέντος τὴν ὁδὸν αὐτοῦ.

⁴⁶καὶ ἐπορεύθη πρὸς αὐτὸν καὶ ἐλάλησεν αὐτῷ σιγῇ κατὰ μόνας, καὶ ἤγειρεν αὐτὸν εἰς κριὸν καὶ εἰς ἄρχοντα καὶ εἰς ἡγούμενον τῶν προβάτων· καὶ οἱ κύνες ἐπὶ πᾶσι τούτοις ἔθλιβον τὰ πρόβατα.

⁴⁷καὶ ὁ κριὸς ὁ πρῶτος τὸν κριὸν τὸν δεύτερον ἐπεδίωκεν, καὶ ἔφυγεν ἀπὸ προσώπου αὐτοῦ· εἶτʼ ἐθεώρουν τὸν κριὸν τὸν πρῶτον ἕως οὗ ἔπεσεν ἔμπροσθεν τῶν κυνῶν.