Apocalypsis Enochi
Liber Enoch
The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.
8οδτοί εἰσιν αὐτῶν οἱ δεκαδάρχαι.
¹Καὶ ἔλαβον ἑαυτοῖς γυναῖκας· ἕκαστος αὐτῶν ἐξελέξαντο ἑαυτοῖς γυναῖκας, καὶ ἤρξαντο εἰσπορεύεσθαι πρὸς αὐτὰς καὶ μιαίνεσθαι ἐν αὐταῖς· καὶ ἐδίδαξαν αὐτὰς φαρμακείας καὶ ἐπαοιδὰς καὶ ὀιζοτομίας, καὶ τὰς βοτάνας ἐδήλωσαν αὐταῖς.
²AI δὲ ἐν γαστρὶ λαβοῦσαι ἐτέκοσαν γίγαντας μεγάλους ἐκ πηχίῶν τρισχιλίων,
3ἳτινες κατέσθοσαν τοὺς κόπους τῶν ἀνθρώπων. ὡς δὲ οὐκ ἐδυνήθησαν αὐτοῖς οἱ ἄνθρωποι ἐπιχορηγεῖν,
⁴οἱ γίγαντες ἐτόλμησαν ἐπʼ αὐτούς, καὶ κατεσθίοσαν τοὺς ἀνθρώπους.
⁰καὶ ἤρξαντο ἁμαρτάνειν ἐν τοῖς πετεινοῖς καὶ τοῖς θηρίοις καὶ ἑρπετοῖς καὶ τοῖς ἰχθύσιν, καὶ ἀλλήλων τὰς σάρκας κατεσθίειν, καὶ τὸ αἶμα ἔπινον.
⁶τότε ἡ γῆ ἐνέτυχεν κατὰ τῶν ἀνόμων.
1Ἐδίδαξεν τοὺς ἀνθρώπους Ἀζαὴλ μαχαίρας ποιεῖν καὶ ὅπλα καὶ [*](P) ἀσπίδας καὶ θώρακας, διδάγματα ἀγγέλων, καὶ ὑπέδειξεν αὐτοῖς τὰ μέταλλα καὶ τὴν ἐργασίαν αὐτῶν, καὶ ψέλια καὶ κόσμους καὶ στί βεις καὶ τὸ καλλιβλέφαρον καὶ παντοίους λίθους ἐκλεκτοὺς καὶ τὰ βαφικά.
²καὶ ἐγένετο ἀσέβεια πολλή, καὶ ἐπόρνευσαν καὶ ἀπεπλανήθησαν καὶ ἠφανίσθησαν ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν.
3Σεμιαζᾶς ἐδίδαξεν ἐπαοιδὰς καὶ ὸιζοτομίας· Ἀρμαρὼς ἐπαοιδῶν λυτήριον· Ῥακιὴλ ἀστρολογίας· Κωχιὴλ τὰ σημειωτικά· Σαθιήλ ἅστεροσκοπίαν· Σεριὴλ σεληναγωγίας.
⁴τῶν οὗν ἀνθρώπων ἀπολλυμένων ἡ βοὴ εἰς οὐρανοὺς ἀνέβη.