Apocalypsis Enochi

Liber Enoch

The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.

6Τότε ἔσται τὰ ὀνόματα ὑμῶν εἰς κατάραν αἰώνιον πᾶσιν τοῖς δικαίοις, καὶ ἐν ὑμῖν καταράσονται πάντες οἱ καταρώμενοι, καὶ πάντες οἱ ἁμαρταωλοὶ καὶ ἀσεβεῖς ἐυ ὑμῖν ὀμοῦνται, καὶ πάντες οἱ ἀναμάρτητοι χαρήσονται, καὶ ἔσται αὐτοῖς λύσις ἁμαρτιῶν καὶ πᾶν ἔλεος καὶ εἰρήνη καὶ ἐπιείκεια, ἔσται αὐτοῖς σωτηρία, φῶς ἀγαθόν, καὶ αὐτοὶ κληρονομήσουσιν τὴν γῆν· καὶ πᾶσιν ὑμῖν τοῖς ἁμαρτωλοῖς οὐχ ὑπαάρξει σατηρία, ἀλλὰ ἐπὶ πάντας ὑμᾶς κατάλυσις, κατάρα.

7καὶ τοῖς ἐκλεκτοῖς ἔσται φῶς καὶ χάρις καὶ εἰρήνη, καὶ αὐτοὶ κληρονομήσουσιν τὴν γῆν, ὑμῖν δὲ τοῖς ἀσεβέσιν ἔσται κατάρα.

⁸τότε δοθήσεται τοῖς ἐκλεκτοῖς φῶς καὶ χάρις, καὶ αὐτοὶ κληρονομήσουσιν τὴν γῆν. τότε δοθήσεται πᾶσιν τοῖς ἐκλεκτο σοφία, καὶ πάντες οὗτοι ζήσονται, καὶ οὐ μὴ ἁμαρτήσονται ἔτ οὐ κατʼ ἀλήθειαν οὕτε κατὰ ὑπερηφανίαν, καὶ ἔσται ἐν ἀνθρώπ πεφωτισμένῳ φῶς καὶ ἀνθρώπῳ ἐπιστήμονι νόημα, καὶ οὐ μ πλημμελήσουσιν

⁹οὐδὲ μὴ ἁμάρτωσιν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν, καὶ οὐ μὴ ἀποθάνωσιν ἐν ἀργῇ θυμοῦ, ἀλλὰ τὸν ἀριθμὸν αὐτῶν ζωῆς ἡμερῶν πληρώσουσιν, καὶ ἡ ζωὴ αὐτῶν αὐξηθήσεται ἐν εἰρήνῃ, καὶ τὰ ἔτη τῆς χαρᾶς αὐτῶν πληθυνθήσεται ἐν ἀγαλλιάσει καὶ εἰρήνῃ αἰῶνος ἐν πάσαις ταῖς ἡμέραις τῆς ζωῆς αὐτῶν.

¹Καὶ ἐγένετο οδ ἂν ἐπληθύνθησαν οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐν ἐκεί ναις ταῖς ἡμέραις ἐγεννήθησαν θυγατέρες ὡραῖαι καὶ καλαί.

2καὶ ἐθεάσαντο αὐτὰς οἱ ἅγγελοι υἱοὶ οὐρανοῦ καὶ ἐπεθύμησαν αὐτάς, καὶ εἶπαν πρὸς ἀλλήλους Δεῦτε ἐκλεξώμεθα ἑαυτοῖς γυναῖκας ἀπὸ τῶν ἀνθρώπων, καὶ γεννήσομεν ἑαυτοῖς τέκνα.

³καὶ εἶπεν Σεμειαζᾶς πρὸς αὐτούς, ὃς ἦν ἄρχων αὐτῶν Φοβοῦμαι μὴ οὐ θελήσετε ποιῆσαι [*](VII1 1Καὶ ἐγένετο ὅτε ἐπληθόνθησαν οἱ υἱοὶ τῶν ἀνθρύπων, ἐγεννήθησαν Sync. αὐτοῖς θυγατέρες ἁραῖαι. 2καὶ ἐπεθόμησαν αὐτὰς οἱ ἐγρήγοροι καὶ ἀπε- πλανήθησαν ὀπίσω αὐτῶν, καὶ εἰπον πρὸς ἀλλήλους Bκλεξώμεθα ἑαυτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων τῶν ἀνθρώπων τῆς γῆς. 3καὶ εἰπε Σεμιαζᾶς ό ἄρχων αὐτῶν πρὸς αὐτοός Φοβοῦμαι μὴ οὐ θελήσητε ποιῆσαι τὸ πρᾶγμα) [*](V 5 και τα ετη (coniec Dillmann, Lods)] κατα 6 αναμαρτητοι coniec Charles] αμαρτοι Ρ καταλυσιν καταραν Ρ 8 σοφιαν Ρ VI και εγενετο] pr εκ του πρωιου βιβλιου Ενωχ περι των εγρηγορων Eync 3 θελησετε Eyncg)

792
[*](Ρ) τὸ πρδγμα τοῦτο, καὶ ἔσομαι ἐγὼ μυνος ὀφειλέτης ἁμαρτίας μεγάλης.

⁴ἀπεκρίθησαν οὕν αὐτῷ πάντες μόσωμεν ὅρκῳ πάντες καὶ ἀναθεματίσωμεν πάντες ἀλλήλους μὴ ἀποστρέψαι τὴν γνώμην ταὺτην, μέχρις οὐ ἂν τελέσσομεν αὐτὴν καὶ ποιήσωμεν τὸ πρᾶγμα τοῦτο.

⁵τότε ὄμοσαν πάντες ὁμοῦ καὶ ἀνεθεμάτισαν ἀλλήλους ἐν αὐτῷ.