Apocalypsis Enochi

Liber Enoch

The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.

¹Κατανοήσατε πάντα τὰ ἔργα ἐν τῷ οὐρανῷ, πῶς οὐκ ἠλλοίωσαν τὰς ὁδοὺς αὐτῶν, καὶ τοὺς φωστῆρας τοὺς ἐν τῷ οὐρανῷ, ὡς τὰ πάντα ἀνατέλλει καὶ δύνει, τεταγμένος ἕκαστος ἐν τῷ τεταγμένῳ καιρῷ, καὶ ταῖς ἑορταῖς αὐτῶν φαίνονται, καὶ οὐ παραβαίνουσιν τὴν ἰδίαν τάξιν.

2ἕτε τὴν γῆν καὶ διανοήθητε περὶ τῶν ἔργων τῶν ἐν αὐτῇ γινομένων ἀπʼ ἀρχῆς μέχρι τελειώσεως, ὥς εἰσιν φθαρτά, ὡς οὐκ ἀλλοιοῦντα, οὐδὲν τῶν ἐπὶ γῆς, ἀλλὰ πάντα ἔργα θεοῦ ὑμῖν φαίνεται.

³δετε τὴν θερείαν καὶ τὸν χειμῶνα.

¹καταμάθετε καὶ δετε πάντα τὰ δένδρα,

¹πῶς τά φύλλα χλωρά ἐν αὐτοῖς σκέποντα τὰ δένδρα, καὶ πᾶς ὁ καρπὸς αὐτῶν εἰς τιμὴν καὶ δόξαν. διανοήθητε καὶ γνῶτε περὶ πάντων τῶν ἔργων αὐτοῦ, καὶ νοήσατε ὅτι θεὸς ζῶν ἐποίησεν αὐτὰ οὕτως, καὶ ζῇ εἰς πάντας τοὺς αἰῶνας·

²καὶ τὰ ἔργα αὐτοῦ πάντα ὅσα ἐποίησεν εἰς τοὺς αἰῶνας, ἀπὸ ἐνιαυτοῦ εἰς ἐνιαυτὸν γινόμενα πάντα οὕτως, καὶ πάντα ὅσα ἀποτελοῦσιν αὐτῷ τὰ ἔργα, καὶ οὐκ ἀλλοιοῦνται αὐτῶν τἀ ἔργα, ἀλλʼ ὁὡσπερεὶ κατά ἐπιταγὴν τὰ πάντα γίνεται.

³ἴδετε πῶς ἡ λασσα καὶ οἱ ποταμοὶ ὡς ὁμοίως ἀποτελοῦσιν, καὶ οὐκ ἀλλοιοῦσιν αὐτῶν τὰ ἔργα ἀπὸ τῶν λόγων αὐτοῦ.

⁴Ὑμεῖς δὲ οὐκ ἐνεμείνατε οὐδὲ ἐποιήσατε κατὰ τάς ἐντολὰς αὐτοῦ, ἀλλὰ ἀπέστητε καὶ κατελαλήσατε μεγάλους καὶ σκληροὺς λόγους ἐν στόματι ἀκαθαρσίας ὑμῶν κατὰ τῆς μεγαλοσύνης αὐτοῦ. ὅτι κατελαλήσατε ἐν τοῖς [*](B Iud.14,15)[*]( 9ἰδοὺ ἥλθεν Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ, ποιῆσαι κρίσιν κατὰ Ι πάντων καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὦν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.) [*](8 γενηταί 9 τοις μυριασιν Ρ II 1 κατανοησεται Ρ 2 om ως 10 Ρ) [*](9 Κυριος] pr ο U+05D0 | αγιαις μυριασιν] μυρ. αγιων αγγειων U+05D0 μυρ. αγιαις C | παντας τους ασεβεις] πασον ψυχην U+05D0 | om ασεβειας U+05D0C om ουτων U+05D0 | σκλη- ρων] + λογων U+05D0C)

791
ψεύμασιν ὑμῶν, σκληροκάρδιοι, οὐκ ἔστιν εἰρήνη ὑμίν.

⁴τοιγὰρ [*](Ρ) τὰς ἡμέρας ὑμῶν ὑμεῖς κατηράσασθε, καὶ τὰ ἔτη τῆς ζωῆς ὑμῶν ἀπολεῖται, καὶ τὰ ἔτη τῆς ἀπωλείας ὑμῶν πληθυνθήσεται ἐν κατάρᾳ αἰώνων, καὶ οὐκ ἔσται ὑμῖν ἔλεος καὶ εἰρήνη.