Libros quinque adversus haereses

Irenaeus, Saint, Bishop of Lyon

Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.

3. Σὺ μὲν ταῦτα διερχόμενος, ἀγαπητὲ, εὖ οἶδα ὅτι γελάσεις πολλὰ τὴν τοιαύτην αὐτῶν 1οἰησίσοφον μωρίαν. Ἄξιοι δὲ πένθους οἱ τηλικαύτην θεοσέβειαν, καὶ τὸ μέγεθος τῆς ἀληθείας l. ἀληθῶς ἀῤῥήτου δυνάμεως, καὶ τὰς τοσαύτας οἰκονομίας τοῦ Θεοῦ, διὰ τοῦ ἄλφα, καὶ τοῦ βῆτα, καὶ δἰ ἀριθμῶν οὕτως ψυχρῶς καὶ βεβιασμένως διασύροντες. Ὅσοι δὲ ἀφίστανται τῆς Ἐκκλησίας, καὶ τούτοις τοῖς γραώδεσι μύθοις πείθονται, ἀληθῶς αὐτοκατάκριτοι. Οὓς ὁ Παῦλος ἐγκελεύεται ἡμῖν μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτεῖσθαι. Ἰωάννης δὲ ὁ τοῦ Κυρίου μαθητὴς ἐπέτεινε τὴν καταδίκην αὐτῶν, μηδὲ χαίρειν αὐτοῖς ὑφʼ ἡμῶν λέγεσθαι βουληθείς. Ὁ γὰρ λέγων αὐτοῖς, φησὶ, χαίρειν, κοινωνεῖ τοῖς

163
ἔργοις αὐτῶν τοῖς πονηροῖς. Καὶ εἰκότως· οὐκ ἔστι γὰρ [*](LIB. I. ix. 3. GR. I. xiii. 2. MASS. I. xvi. 3.) χαίρειν τοῖς ἀσεβέσι, λέγει Κύριος. Ἀσεβεῖς δὲ ὑπὲρ πᾶσα, ἀσέβειαν οὗτοι, οἱ τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς μόνον Θεὸν παντοκράτορα, ὑπὲρ ὃν ἄλλος Θεὸς οὐκ ἔστικ, ἐξ ὑστερήματος, καὶ αὐτοῦ ἐξ ἄλλου ὑστερήματος γεγονότος, προβεβλῆσθαι λέγοντες· ὥστε κατʼ αὐτοὺς εἶναι αὐτὸν προβολὴν τρίτου ὑστερήματος. Ἣν γνώμην ὄντως 2καταφυσήσαντας, καὶ καταθεματίσαντας, δέον πόῤῥω που μακρὰν φυγεῖν ἀπʼ αὐτῶν, καὶ ᾗ πλέον διισχυρίζονται, καὶ χαίρουσιν ἐπὶ τοῖς παρευρήμασιν αὐτῶν, ταύτῃ μᾶλλον εἰδέναι πλέον αὐτοὺς ἐνεργεῖσθαι ὑπὸ τῆς ὀγδοάδος τῶν πονηρῶν πνευμάτων· καθάπερ οἱ εἰς [*](G. 80.) φρενίτιδα διάθεσιν ἐμπεσόντες, ᾗ πλέον γελῶσι, καὶ ἰσχύειν δοκοῦσιν, καὶ ὡς ὑγιαίνοντες πάντα πράττουσι, ἔνια δὲ καὶ
164
[*](LIB. I. ix. 3. GR. I. xiii. 2. MASS. I. xvi. 3.) ὑπὲρ τὸ ὑγιαίνειν, ταύτῃ μᾶλλον κακῶς ἔχουσι. Ὁμοίως δὲ καὶ οὗτοι, ᾗ μᾶλλον ὑπερφρονεῖν δοκοῦσι, καὶ ἐκνευρίζουσιν [*](M. 84.) ἑαυτοὺς, ὑπέρτονα τοξεύοντες, ταύτῃ μᾶλλον οὐ σωφρονοῦσιν. Ἐξελθὸν γὰρ τὸ ἀκάθαρτον πνεῦμα τῆς ἀγνοίας l. ἀνοίας. ἔπειτα σχολάζοντας αὐτοὺς, οὐ Θεῷ, ἀλλὰ κοσμικαῖς ζητήσεσιν εὑρὸν, προσπαραλαβὸν ἕτερα πνεύματα ἑπτὰ πονηρότερα ἑαυτοῦ, καὶ χαυνῶσαν αὐτῶν τὴν γνώμην, ὡς δυναμένων τὰ ὑπὲρ τὸν Θεὸν ἐννοεῖν, καὶ ἐπιτήδειον εἰς 2ὑπερέκκρουσιν κατασκευάσαν, τὴν ὀγδοάδα τῆς ἀνοίας τῶν πονηρῶν πνευμάτων εἰς αὐτοὺς ἐνεθήκωσε.

ΒΟΥΛΟΜΑΙ δέ σοι καὶ ὡς αὐτὴν τὴν κτίσιν κατʼ εἰκόνα τῶν ἀοράτων ὑπὸ τοῦ δημιουργοῦ, ὡς ἀγνοοῦντος αὐτοῦ, κατεσκευάσθαι διὰ τῆς Μητρὸς λέγουσι, διηγήσασθαι. Πρῶτον [*](Hipp. Philos. vi. 53.) μὲν τὰ 3τέσσαρα στοιχεῖά φασι, πῦρ, ὕδωρ, γῆν, ἀέρα, εἰκόνα

165
[*](Hipp. Philos. vi. 53.) προβεβλῆσθαι τῆς ἄνω πρώτυς deest ap. H. τετράδος· [*](LIB. I. x. GR. I. xiv. MASS. I. xvii. 1.) τάς τε ἐνεργείας αὐτῶν συναριθμουμένας, οἷον θερμόν τε καὶ ψυχρὸν, ξηρόν τε καὶ ὑγρὸν, ἀκριβῶς ἐξεικονίζειν τὴν ὀγδοάδα· 1ἐξ ἧς δέκα δυνάμεις οὕτως καταριθμοῦσιν· ἑπτὰ μὲν σωματικὰ κυκλοειδῆ, ἃ καὶ οὐρανοὺς καλοῦσιν· ἔπειτα τὸν περιεκτικὸν [*](G. 81.) αὐτῶν κύκλον, ὃν καὶ ὄγδοον οὐρανὸν ὀνομάζουσι· πρὸς δὲ τούτοις ἥλιόν τε καὶ σελήνην. Ταῦτα δέκα ὄντα τὸν ἀριθμὸν, εἰκόνας λέγουσιν εἶναι τῆς ἀοράτου δεκάδος, τῆς ἀπὸ Λόγου [*](M. 85.) καὶ Ζωῆς προελθούσης. Τὴν δὲ δωδεκάδα μηνύεσθαι διὰ τοῦ ζωδιακοῦ τοῦ καλουμένου κύκλου. Τὰ γὰρ δώδεκα ζώδια φανερώτατα τὴν τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας θυγατέρα δωδεκάδα σκιαγραφεῖν λέγουσι. Καὶ ἐπεὶ 2ἀντεπεζεύχθη,
166
[*](LIB. I. x. GR. I. xiv. MASS. I. xvii. 1.) φασὶ, τὴν τῶν ὅλων φορὰν ὠκυτάτην ὑπάρχουσαν, οὗπερ ὁ [*](Hipp. Philos. vi. 53.) χγρόνος H. Καὶ ἐπεὶ ἀνεζεύχθη, φησὶ, τῇ τῶν ὅλων ἀναφορᾷ ὠκυτάτῃ ὑπαρχούσῃ ὁ ὕπερθεν οὐρανὸς ὁ πρὸς αὐτῷ τῷ κύτει βαρύνων, καὶ ἀντιταλαντεύων τὴν ἐκείνων ὠκύτητα τῇ ἑαυτοῦ βραδυτῆτι, ὥστε αὐτὸν ἐν τριάκοντα ἔτεσι τὴν περίοδον ἀπὸ σημείου ἐπὶ σημεῖον ποιεῖσθαι, εἰκόνα λέγουσι αὐτὸν τοῦ Ὅρου τοῦ τὴν 1τριακοντώνυμον Μητέρα αὐτῶν περιέχοντος. Τὴν σελήνην τε πάλιν ἑαυτῆς οὐρανὸν τριάκοντα ἡμέραις, διὰ τῶν ἡμερῶν τὸν ἀριθμὸν τῶν τριάκοντα Αἰώνων ἐκτυποῦν. Καὶ τὸν ἥλιον δὲ ἐν δεκαδύο μησὶ περιεχόμενον l. περιερχ, καὶ τερματίζοντα τὴν κυκλικὴν
167
[*](Hipp. Philos. vi. 53.) ἀποκατάστασιν, διὰ τῶν δώδεκα μηνῶν τὴν δωδεκάτην [*](LIB. I. x. GR. I. xiv. MASS. I. xvii. 1.) H. δωδεάδα φανερὰν ποιεῖν. Τὰς δὲ H. Καὶ αὐτὰ δὲ τὰς ἡμέρας 1δεκαδύο ὡρῶν τὸ μέτρον ἐχούσας, τύπον τῆς δωδεκάδος εἶναι. Ἀλλὰ μὴν καὶ τὴν ὥραν φασὶ, τὸ δωδέκατον τῆς ἡμέρας, ἐκ τριάκοντα μοιρῶν κεκοσμῆσθαι διὰ τὴν εἰκόνα τῆς τριακοντάδος. Καὶ αὐτοῦ δὲ τοῦ ζωδιακοῦ κύκλου τὴν περίμετρον εἶναι μοιρῶν τριακοσίων ἑξήκοντα· ἕκαστον γὰρ ζώδιον κοίρας ἔχει H. ἔχειν τριάκοντα. Οὕτωε δὲ καὶ διὰ τοῦ κύκλου τὴν εἰκόνα τῆς συναφείας τῶν δώδεκα πρὸς τὰ τριάκοντα τετηρῆσθαι λέγουσιν. Ἔτι μὴν καὶ τὴν γῆν εἰς
168
[*](LIB. I. x. GR. I. xiv. MASS. I. xvii. 1, 2.) δώδεκα κλίματα διῃρῆσθαι φάσκοντες, 1καὶ καθʼ ἕκαστον κλίμα [*](G. 82. M. 86. Hipp. Philos. vi. 53.) δύναμιν ἐκ τῶν οὐρανῶν κατὰ κάθετον ὑποδεχομένην, ἐοικότα τίκτουσαν τέκνα τῇ καταπεμπούσῃ τὴν ὑπόῤῥοιαν δύναμιν, τύπον εἶναι τῆς δωδεκάδος καὶ τῶν τέκνων αὐτῆς σαφέστατον διαβεβαιοῦνται. Πρὸς δὲ τούτοις θελήσαντά φασι τὸν δημιουργὸν τῆς ἄνω ὀγδοάδος τὸ ἀπέραντον, καὶ αἰώνιον, καὶ ἀόριστον, καὶ ἄχρονον μιμήσασθαι, καὶ μὴ δυνηθέντα τὸ μόνιμον αὐτῆς, καὶ ἀΐδιον ἐκτοπῶσαι, διὰ τὸ καρπὸν adde ex H. αὐτὸν εἶναι ὑστερήματος, εἰς χρόνους, καὶ καιροὺς, ἀριθμούς τε πολυετεῖς τὸ αἰώνιον αὐτῆς κατατεθεῖσθαι, οἰόμενον 2ἐν τῷ πλήθει τῶν χρόνων μιμήσασθαι αὐτῆς τὸ ἀπέραντον. Ἐνταῦθά τε λέγουσιν, ἐκφυγούσης αὐτὸν τῆς ἀληθείας, ἐπηκολουθηκέναι τὸ ψεῦδος· καὶ διὰ τοῦτο κατάλυσιν πληρωθέντων τῶν χρόνων λαβεῖν αὐτοῦ τὸ ἔργον.

169
[*](LIB. I. xi. 1. GR. I. xv. 1. MASS. I. xviii. 1.)

1. KAI περὶ μὲν τῆς κτίσεως τοιαῦτα λέγοντες, καθʼ ἑκάστην ἡμέραν ἐπιγεννᾷ ἕκαστος αὐτῶν, καθὼς δύναται, καινότερον. Τέλειος γὰρ οὐδεὶς ὁ μὴ μεγάλα ψεύσματα παῤ αὐτοῖς καρποφορήσας. Ἐκ δὲ τῶν προφητικῶν ὅσα μεταμορφάζουσιν, ἀναγκαῖον μηνύσαντα τὸν ἔλεγχον αὐτοῖς ἐπάγειν. Ὁ γὰρ Μωϋσῆς, φασὶ, ἀρχόμενος τῆς κατὰ τὴν κτίσιν πραγματείας, εὐθὺς ἐν ἀρχῇ τὴν μητέρα τῶν ὅλων ἐπέδειξεν, εἰπών· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τέσσαρα οὗν ταῦτα ὀνομάσας, Θεὸν, καὶ ἀρχὴν, οὐρανὸν, καὶ γῆν, τὴν [*](M. 87.) 1τετρακτὺν αὐτῶν, ὡς αὐτοὶ λέγουσι, διετύπωσε. Καὶ τὸν ἀόρατον δὲ καὶ τὸν ἀπόκρυφον αὐτῆς μηνύοντα εἰπεῖν· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. Τὴν δευτέραν τετράδα, γέννημα πρώτης τετράδος, οὕτως αὐτὸν εἰρηκέναι θέλουσιν,

170
[*](LIB. I. xi. 1. GR. I. xv. 1. MASS. I. xviii. 1.) ἄβοσσον ὀνομάζοντα καὶ σκότος, ἐν σφίσιν αὐτοῖς καὶ ὕδωρ, καὶ τὸ ἐπιφερόμενον τῷ ὕδατι 1πνεῦμα. Μεθ᾿ ἣν τίς δεκάδος μνημονεύοντα φῶς λέγειν, καὶ ἡμέραν, καὶ νύκτα, στερέωμά τε, καὶ ἑσπέραν, καὶ ὃ καλεῖται πρωῒ, ξηράν τε καὶ [*](G. 83.) θάλασσαν, ἔτι τε βοτάνην, καὶ δεκάτῳ τόπῳ ξύλον· οὕτω δὲ διὰ τῶν δέκα ὀνομάτων τοὺς δέκα Αἰῶνας μεμηνυκέναι. Τῆς δὲ δυοδεκάδος οὕτως ἐξεικονίσθαι 2παῤ αὐτῷ τὴν δύναμιν· ἥλιον γὰρ λέγειν καὶ σελήνην, ἀστέρας τε καὶ καιροὺς, ἐνιαυτούς τε καὶ κήτη, ἰχθύας καὶ ἑρπετὰ, πετεινὰ καὶ τετράποδα, θηρία τε, καὶ 3πετεινά που τοῖς δυοδέκατον τὸν ἄνθρωπον. Οὕτως ὑπὸ τοῦ πνεύματος τὴν τριάκοντα τριακοντάδα διὰ Μωϋσέως εἰρῆσθαι διδάσκουσιν. Ἀλλὰ μὴν καὶ τὸν πλαστὸν ἄνθρωπον κατʼ εἰκόνα τῆς ἄνω δυνάμεως ἔχειν ἐν αὐτῷ τὴν ἀπὸ τῆς μιᾶς πηγήν l. πηγῆς δύναμιν. Ἱδρῦσθαι δὲ ταῦτα ταύτην ἐν τῷ κατὰ τὸν ἐγκέφαλον τόπῳ· ἀφʼ ἧς ἀποῤῥεῖν 4ἀδυνάμεις τέσσαρας, κατʼ εἰκόνα τῆς ἄνω τετράδος,
171
καλουμένας, τὴν μὲν ὅρασιν, τὴν δὲ ἀκοὴν, τὴν δὲ τρίτην [*](LIB. I. xi. 1. GR. I. xv. 1. MASS. I. xviii. 1.) ὄσφρυσιν, καὶ τὴν τετάρτην γεῦσιν. Τὴν δὲ Ὀγδοάδα φασὶ μηνύεσθαι διὰ τοῦ ἀνθρώπου οὕτως· ἀκοὰς μὲν δύο ἔχοντας l. ἔχοντος, καὶ τοσαύτας ὁράσεις, ἔτι τε ὀσφρήσεις δύο, καὶ διπλῆν γεῦσιν, πικροῦ τε καὶ γλυκέως. Ὅλον δὲ τὸν ἄνθρωπον πᾶσαν τὴν εἰκόνα τῆς τριακοντάδος οὕτως ἔχειν διδάσκουσιν· ἐν μὲν ταῖς χερσὶ διὰ τῶν δακτύλων τὴν δεκάδα βαστάζειν· ἐν ὅλῳ δὲ τῷ σώματι εἰς δεκαδύο μέλη διαιρουμένῳ τὴν δωδεκάδα. Διαιροῦσι δὲ αὐτὸ, καθάπερ τὸ τῆς Ἀληθείας [*](x. § 2.) διῄρηται παῤ αὐτοῖς τοῖς l. σῶμα et dele, σώμασι, περὶ οὗ προειρήκαμεν. Τήν τε οὖν ὀγδοάδα, ἄῤῥητόν τε καὶ ἀόρατον [*](M. 88.) οὖσαν, ἐν τοῖς σπλάγχνοις κρυβομένην νοεῖσθαι.