Libros quinque adversus haereses

Irenaeus, Saint, Bishop of Lyon

Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.

2. Ἥλιον δὲ πάλιν τὸν μέγαν φωστῆρα ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν γεγονέναι διὰ τὸν τῆς τετράδος ἀριθμὸν φάσκουσι. Τῆς τε σκηνῆς, τῆς ὑπὸ Μωϋσέως κατασκευασθείσης, αἱ αὐλαὶ ἐκ βύσσου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνος [*](Exod. xxviii. 17.) γεγονυῖαι, τὴν αὐτὴν παῤ αὐτοῖς ἐπέδειξαν εἰκόνα. Τόν τε τοῦ ἱερέως ποδήρη, τέσσαρσι στοιχείοις l. στίχοις λίθων

172
[*](LIB. I. xi. 2. GR. I. xv. 2. MASS. I. xviii. 2.) πολυτελῶν κεκοσμημένον, τὴν τετράδα σημαίνειν διορίζονται· καὶ εἴ τινα τοιαῦτα κεῖται ἐν ταῖς γραφαῖς, εἰς τὸν τῶν τεσσάρων δυνάμενα ἄγεσθαι ἀριθμόν, διὰ τὴν τετρακτὺν αὐτῶν φασι γεγονέναι. Τὴν δὲ ὀγδοάδα πάλιν δείκνοσθαι οὕτως· ἐν τῇ ὀγδόῃ τῶν ἡμερῶν πεπλάσθαι λέγουσιν τὸν ἄνθρωπον. Ποτὲ μὲν γὰρ αὐτὸν τῇ ἕκτῃ βούλονται γεγονέναι, ποτὲ δὲ τῇ ὀγδόῃ, εἰ μὴ τὸν μὲν χοϊκὸν ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν ἐροῦσι πεπλάσθαι, τὸν δὲ σαρκικὸν ἐν τῇ ὀγδόῃ· [*](G. 84.) [*](cf. x. § 3.) διέσταλται γὰρ ταῦτα παῤ αὐτοῖς. Ἔνιοι δὲ ἄλλον θέλουσι τὸν κατʼ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γεγονότα ἀρσενόθηλυν ἄνθρωπον, καὶ τοῦτον εἶναι τὸν πνευματικόν· ἄλλον δὲ τὸν ἐκ τῆς γῆς πλασθέντα. Καὶ τὴν τῆς κιβωτοῦ δὲ οἰκονομίαν ἐν τῷ κατακλυσμῷ, ἐν ᾗ ὀκτὼ ἄνθρωποι διεσώθησαν, φανερώτατά φασι τὴν σωτήριον ὀγδοάδα μηνύειν. Τὸ αὐτὸ δὲ καὶ τὸν Δαβὶδ, ὄγδοον ὄντα τῇ γενέσει τῶν ἀδελφῶν αὐτοῦ, σημαίνειν. Ἔτι μὴν καὶ τὴν περιτομὴν, ὀκταήμερον γινομένην, τὸ περίτμημα τῆς ἄνω ὀγδοάδος δηλοῦν. Καὶ ἁπλῶς ὅσα
173
εὑρίσκεται ἐν ταῖς γραφαῖς, ὑπάγεσθαι δυνάμενα εἰς τὸν [*](LIB. I. xi. 2. GR. I. xv. 2. MASS. I. xviii. 3.) ἀριθμὸν τῶν ὀκτὼ, τὸ μυστήριον τῆς ὀγδοάδος ἐκπληροῦν λέγουσιν. Ἀλλὰ καὶ τὴν δεκάδα σημαίνεσθαι διὰ τῶν δέκα [*](M. 89.) ἐθνῶν, ὧν ἐπηγγείλατο ὁ Θεὸς τῷ Ἀβραὰμ εἰς κατάσχεσιι δοῦναι, λέγουσι· καὶ τὴν περὶ Σάῤῥαν δὲ οἰκονομίαν, ὡς μετὰ ἔτη δέκα δίδωσιν αὐτῷ τὴν ἑαυτῆς δούλην Ἄγαρ, ἵνα ἐξ αὐτῆς τεκνοποιήσηται τὸ αὐτὸ δηλοῦν. Καὶ ὁ δοῦλος δὲ Ἀβραὰμ πεμφθεὶς ἐπὶ Ῥεβέκκαν, καὶ ἐπὶ τῷ φρέατι διδοὺς αὐτῇ ψέλλια χρυσῶν δέκα, καὶ οἱ ἀδελφοὶ αὐτῆς κατέχοντες αὐτὴν ἐπὶ δέκα ἡμέρας· ἔτι τε Ῥοβοὰμ l. Ἰεροβοὰμ ὁ τὰ δέκα σκῆπτρα λαμβάνων, καὶ τῆς σκηνῆς αἱ δέκα αὐλαῖαι, καὶ οἱ στύλοι οἱ δεκαπήχεις, καὶ οἱ δέκα υἱοὶ Ἰακὼβ, ἐπὶ τὴν ὠνὴν τοῦ σίτου τὸ πρῶτον εἰς Αἴγυπτον πεμφθέντες, καὶ οἱ δέκα Ἀπόστολοι, οἷς φανεροῦται μετὰ τὴν ἔγερσιν ὁ Κύριος, τοῦ Θωμᾶ μὴ παρόντος, τὴν ἀόρατον διετύπουν κατʼ αὐτοὺς δεκάδα.

3. Τὴν δυοδεκάδα δέ, περὶ ἣν καὶ τὸ μυστήριον τοῦ πάθους τοῦ ὑστερήματος γεγονέναι, ἐξ οὗ πάθους τὰ βλεπόμενα κατεσκευάσθαι θέλουσιν, ἐπισήμως καὶ φανερῶς πανταχῆ

174
[*](LIB. I. xi. 3. GR. I. xv. 3. MASS. I. xviii. 4.) κεῖσθαι λέγουσιν, ὡς τοὺς δώδεκα υἱοὺς τοῦ Ἰακὼβ, ἐξ ὦν καὶ δεκαδύο φυλαὶ, καὶ τὸ λογεῖον τὸ ποικιλτὸν δώδεκα λίθους ἔχον, καὶ τοὺς 1δώδεκα κώδωνας, καὶ τοὺς ὑπὸ Μωϋσέως τεθέντας ὑπὸ τὸ ὄρος δώδεκα λίθους, ὡσαύτως δὲ καὶ τοὺς [*](G. 83.) ὑπὸ Ἰησοῦ ἐν τῷ ποταμῷ, καὶ ἄλλους εἰς τὸ πέραν, καὶ τοὺς βαστάζοντας τὴν κιβωτὸν τῆς διαθήκης, καὶ τοὺς ὑπὸ Ἡλίᾳ τεθειμένους ἐν τῇ ὁλοκαυτώσει τοῦ μόσχου, καὶ τὸν ἀριθμὸν δὲ τῶν Ἀποστόλων· καὶ πάντα ἁπλῶς ὅσα τὸν δωδέκατον ἀριθμὸν διασώζει, τὴν δωδεκάδα αὐτῶν χαρακτηρίζειν λέγουσι. Τὴν δὲ τούτων πάντων ἕνωσιν ὀνομαζομένην τριακοντάδα, διὰ τῆς τριάκοντα πηχῶν τὸ ὕψος ἐπὶ Νῶε κιβωτοῦ, καὶ διὰ Σαμουὴλ κατακλίναντος τὸν Σαοὺλ ἐν τοῖς 2τριάκοντα κλητοῖς [*](M. 90.)
175
πρῶτον, καὶ διὰ Δαβὶδ, ὅτε ἐπὶ τριάκοντα ἡμέραις ἐκρύβετο [*](LIB. I. xi. 3. GR. I. xv. 3. MASS. I. xviii. 4.) ἐν τῷ ἀγρῷ, καὶ διὰ τῶν συνεισελθόντων αὐτῷ εἰς τὸ σπήλαιον (d. Ἰσραὴλ) καὶ διὰ (d. τοῦτο) τὸ μῆκος γίνεσθαι τῆς ἁγίας σκηνῆς τριάκοντα πηχῶν· καὶ εἴ τινα ἄλλα ἰσάριθμα τούτοις 1εὑρίσκουσι, τὴν τριακοντάδα αὐτῶν διὰ τῶν τοιούτων ἐπιδεικνύναι φιλεριστοῦσιν.