Libros quinque adversus haereses

Irenaeus, Saint, Bishop of Lyon

Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.

1. THΝ οὖν γένεσιν τῶν Αἰώνων αὐτῶν, καὶ τὴν πλάνην τοῦ προβάτου, καὶ ἀνεύρεσιν, ἑνώσαντες ἐπὶ τὸ αὐτὸ, μυστικώτερον ἐπιχειροῦσιν ἀπαγγέλλειν οὗτοι οἱ εἰς ἀριθμοὺς τὰ πάντα κατάγοντες, ἐκ μονάδος καὶ δυάδος φάσκοντες τὰ ὅλα συνεστηκέναι H. συνεστάναι· καὶ ἀπὸ μονάδος ἕως τῶν [*](M. 81.) τεσσάρων ἀριθμοῦντες οὕτω γεννῶσι τὴν δεκάδα. 1Μία γὰρ, καὶ δύο, καὶ τρεῖς, καὶ τέσσαρες, συντεθεῖσαι ἐπὶ τὸ αὐτὸ, τὸν τῶν δέκα Αἰώνων ἀπεκύησαν ἀριθμόν. Πάλιν δ᾿ αὖ ἡ δυὰς ἀπʼ αὐτῆς προελθοῦσα ἕως τοῦ 2ἐπισήμου, οἷον δύο καὶ τέσσαρες καὶ ἓξ, τὴν δωδεκάδα ἀπέδειξε. Καὶ πάλιν ἀπὸ τῆς δυάδος

158
[*](LIB. I. ix. 1. GR. I. xiii. 1. MASS. I. xvi. 1.) ὁμοίως ἀριθμούντων ἡμῶν ἕως τῶν δέκα, ἡ λ ἀνεδείχθη, ἐν ᾗ [*](Hipp. Philos. vi. 52.) ὀκτὼ καὶ δέκα καὶ δώδεκα H. ὀγδοὰς καὶ δεκὰς καὶ δωδεκάς. Τὴν οὖν δωδεκάδα, 1διὰ τὸν H. τὸ ἐπίσημον συνεσχοκέναι, διὰ τὸ συνεπακολουθήσασαν H. συνεπακολουθῆσαν αὐτῇ τὸ ἐπίσημον, πάθος λέγουσι. Καὶ διὰ τοῦτο 2περὶ τὸν δωδέκατον ἀριθμὸν τοῦ σφάλματος γενομένου, τὸ πρόβατον ἀποσκιρτῆσαν πεπλανῆσθαι· ἐπειδὴ τὴν ἀπόστασιν ἀπὸ δωδεκάδος γεγενῆσθαι φάσκουσι. Τῷ αὐτῷ τρόπῳ καὶ ἀπὸ τῆς δωδεκάδος ἀπόστασιν l. ἀποστᾶσαν μίαν δύναμιν ἀπολωλέναι μαντεύονται· καὶ ταύτην εἶναι τὴν γυναῖκα τὴν ἀπολέσασαν τὴν δραχμὴν, καὶ ἅψασαν λύχνον, καὶ εὑροῦσαν αὐτήν. Οὕτως οὖν καὶ 3(ἐπὶ) τοὺς ἀριθμοὺς τοὺς καταλειφθέντας, ἐπὶ μὲν τῆς
159
[*](Hipp. Philos. vi. 52. G. 78.) δραχμῆς τοὺς ἐννέα, 1ἐπὶ δὲ τοῦ προβάτου τοὺς ἕνδεκα ἐπιπλεκομένους [*](LIB. I. ix. 1. GR. I. xiii. 1. MASS. I. xvi. 1.) ἀλλήλοις τὸν τῶν ἐνενηκονταεννέα τίκτειν ἀριθμόν· ἐπεὶ ἐννάκις τὰ ἕνδεκα ἐνενηκονταεννέα γίνεται. Διὸ καὶ τὸ 2ἀμὴν τοῦτον λέγουσιν ἔχειν τὸν ἀριθμόν.

2. Οὐκ ὀκνήσω δέ σοι καὶ ἄλλως ἐξηγουμένων αὐτῶν ἀπαγγεῖλαι, ἵνα πανταχόθεν κατανοήσῃς τὸν καρπὸν αὐτῶν. Τὸ γὰρ στοιχεῖον τὸ η σὺν μὲν ap. H. deest μὲν τῷ ἐπισήμῳ ὀγδοάδα εἶναι θέλουσιν, ἀπὸ τοῦ πρώτου ὀγδόου κείμενον τόπου H. ἀπὸ τοῦ A ὀγδόῳ κείμενον τόπῳ· εἶτα πάλιν ἄνευ τοῦ ἐπισήμου ψηφίζοντες τὸν ἀριθμὸν αὐτῶν τῶν στοιχείων, καὶ ἐπισυνθέντες H. συντιθέντες μέχρι τοῦ η, τὴν τριακοντάδα ἐπιδεικνύουσιν. Ἀρξάμενος γὰρ H. τις M. 82. ἀπὸ τοῦ ἄλφα, καὶ τελευτῶν εἰς τὸ η τῷ ἀριθμῷ H. τὸν ἀριθμὸν τῶν στοιχείων, ὑπεξαιρούμενος δὲ τὸ ἐπίσημον, καὶ ἐπισυντιθεὶς τὴν ἐπαύξησιν τῶν γραμμάτων, εὑρήσει τὸν τῶν τριάκοντα ἀριθμόν. 3Μέχρι γὰρ τοῦ 4θ ε΄ στοιχείου

160
[*](LIB. I. ix. 2. GR. I. xiii. 2. MASS. I. xvi. 2.) πεντεκαίδεκα γίνονται· ἔπειτα προστεθεὶς αὐτοῖς ὁ τῶν ἑπτ [*](Hipp. Philos. vi. 52.) ἀριθμὸς, β καὶ κ ἀπετέλεσε· προσελθὼν τούτοις τὸ η, ὅ ἐστιν ὀκτὼ, τὴν θαυμασιωτάτην τριακοντάδα ἀνεπλήρωσε. Καὶ ἐντεῦθεν ἀποδεικνύουσι τὴν ὀγδοάδα μητέρα τῶν τριάκοντα Αἰώνων. Ἐπεὶ οὖν ἐκ τριάκοντα H. τῶν τριῶν δυνάμεων ἥνωται ὁ τῶν λ ἀριθμὸς, τρεῖς l. τρὶς αὐτὸς γενόμενος τὰ ἐνενήκοντα ἐποίησε· τρεῖς H. τρὶς γὰρ τριάκοντα ἐνενήκοντα. Καὶ αὐτὴ δὲ ἡ τριὰς ἐφʼ ἑαυτῆς συντεθεῖσα, ἐννέα ἐγέννησεν. Οὕτως δὲ ἡ ὀγδοὰς τὸν τῶν ἐννέα παῤ αὐτοῖς H. ἐνενήκοντα ἐννέα ἀπεκ. ἀρ. ἀπεκύησεν ἀριθμόν. Καὶ ἐπεὶ ὁ δωδέκατος Αἰὼν ἀποστὰς κατέλειψε τοὺς ἄνω ἕνδεκα, κατάλληλον λέγουσι τὸν τύπον τῶν γραμμάτων τῷ σχήματι τοῦ 1λόγου κεῖσθαι· ἑνδέκατον γὰρ τῶν γραμμάτων κεῖται H. κεῖσθαι τὸ λ, ὅ ἐστιν ἀριθμὸς τῶν τριάκοντα, καὶ κατ᾿ εἰκόνα κεῖσθαι τῆς ἄνω οἰκονομίας· ἐπειδὴ 2ἀπὸ τοῦ ἄλφα,
161
[*](Hipp. Philos. vi. 52.) χωρὶς τοῦ ἐπισήμου, αὐτῶν τῶν γραμμάτων ὁ ἀριθμὸς ἕως [*](LIB. I. ix. 2. GR. I. xiii. 1. MASS. I. xvi. 2.) τοῦ λ συντιθέμενος κατὰ τὴν παραύξησιν τῶν γραμμάτων σὺν αὐτῷ τῷ λ, τὸν τῶν ἐνενηκονταεννέα ποιεῖται ἀριθμόν. Ὅτι δὲ τὸ λ ἑνδέκατον ὂν 1l. ἐν ἑνδεκάτῳ ἂν τόπῳ τῇ τάξει ἐπὶ τὴν τοῦ ὁμοίου 2αὐτοῦ H. αὐτῷ. κατῆλθε ζήτησιν, ἵνα ἀναπληρώσῃ τὸν δωδέκατον ἀριθμὸν, καὶ εὑρὸν αὐτὸν ἐπληρώθη, φανερὸν εἶναι ἐξ αὐτοῦ τοῦ σχήματος τοῦ στοιχείου. [*](G. 79.) Τὸ γὰρ λ ὥσπερ ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ ζήτησιν παραγενόμενον, καὶ εὑρὸν, καὶ εἰς ἑαυτὸν ἁρπάσαν αὐτὸν, τὴν τοῦ δωδεκάτου ἀνεπλήρωσε χώραν, τοῦ M στοιχείου ἐκ δύο Λ συγκειμένου. Διὸ καὶ φεύγειν αὐτοῦ H. αὐτοὺς διὰ τῆς γνώσεως τὴν τῶν ⫯θ H. ἐνενήκοντα ἐννέα χώραν, τουτέστι [*](M. 83.) τὸ ὑστέρημα, τόπον ἀριστερᾶς χειρός· μεταδιώκειν δὲ τὸ ἓν, ὃ προστεθὲν τοῖς ἐνενηκονταεννέα, 3εἰς τὴν δεξιὰν αὐτοῦ l. αὐτοὺς χεῖρα μετέστησε.

162
[*](LIB. I. ix. 2. GR. I. xiii. 2. MASS. I. xvi. 3.)

3. Σὺ μὲν ταῦτα διερχόμενος, ἀγαπητὲ, εὖ οἶδα ὅτι γελάσεις πολλὰ τὴν τοιαύτην αὐτῶν 1οἰησίσοφον μωρίαν. Ἄξιοι δὲ πένθους οἱ τηλικαύτην θεοσέβειαν, καὶ τὸ μέγεθος τῆς ἀληθείας l. ἀληθῶς ἀῤῥήτου δυνάμεως, καὶ τὰς τοσαύτας οἰκονομίας τοῦ Θεοῦ, διὰ τοῦ ἄλφα, καὶ τοῦ βῆτα, καὶ δἰ ἀριθμῶν οὕτως ψυχρῶς καὶ βεβιασμένως διασύροντες. Ὅσοι δὲ ἀφίστανται τῆς Ἐκκλησίας, καὶ τούτοις τοῖς γραώδεσι μύθοις πείθονται, ἀληθῶς αὐτοκατάκριτοι. Οὓς ὁ Παῦλος ἐγκελεύεται ἡμῖν μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτεῖσθαι. Ἰωάννης δὲ ὁ τοῦ Κυρίου μαθητὴς ἐπέτεινε τὴν καταδίκην αὐτῶν, μηδὲ χαίρειν αὐτοῖς ὑφʼ ἡμῶν λέγεσθαι βουληθείς. Ὁ γὰρ λέγων αὐτοῖς, φησὶ, χαίρειν, κοινωνεῖ τοῖς

163
ἔργοις αὐτῶν τοῖς πονηροῖς. Καὶ εἰκότως· οὐκ ἔστι γὰρ [*](LIB. I. ix. 3. GR. I. xiii. 2. MASS. I. xvi. 3.) χαίρειν τοῖς ἀσεβέσι, λέγει Κύριος. Ἀσεβεῖς δὲ ὑπὲρ πᾶσα, ἀσέβειαν οὗτοι, οἱ τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς μόνον Θεὸν παντοκράτορα, ὑπὲρ ὃν ἄλλος Θεὸς οὐκ ἔστικ, ἐξ ὑστερήματος, καὶ αὐτοῦ ἐξ ἄλλου ὑστερήματος γεγονότος, προβεβλῆσθαι λέγοντες· ὥστε κατʼ αὐτοὺς εἶναι αὐτὸν προβολὴν τρίτου ὑστερήματος. Ἣν γνώμην ὄντως 2καταφυσήσαντας, καὶ καταθεματίσαντας, δέον πόῤῥω που μακρὰν φυγεῖν ἀπʼ αὐτῶν, καὶ ᾗ πλέον διισχυρίζονται, καὶ χαίρουσιν ἐπὶ τοῖς παρευρήμασιν αὐτῶν, ταύτῃ μᾶλλον εἰδέναι πλέον αὐτοὺς ἐνεργεῖσθαι ὑπὸ τῆς ὀγδοάδος τῶν πονηρῶν πνευμάτων· καθάπερ οἱ εἰς [*](G. 80.) φρενίτιδα διάθεσιν ἐμπεσόντες, ᾗ πλέον γελῶσι, καὶ ἰσχύειν δοκοῦσιν, καὶ ὡς ὑγιαίνοντες πάντα πράττουσι, ἔνια δὲ καὶ
164
[*](LIB. I. ix. 3. GR. I. xiii. 2. MASS. I. xvi. 3.) ὑπὲρ τὸ ὑγιαίνειν, ταύτῃ μᾶλλον κακῶς ἔχουσι. Ὁμοίως δὲ καὶ οὗτοι, ᾗ μᾶλλον ὑπερφρονεῖν δοκοῦσι, καὶ ἐκνευρίζουσιν [*](M. 84.) ἑαυτοὺς, ὑπέρτονα τοξεύοντες, ταύτῃ μᾶλλον οὐ σωφρονοῦσιν. Ἐξελθὸν γὰρ τὸ ἀκάθαρτον πνεῦμα τῆς ἀγνοίας l. ἀνοίας. ἔπειτα σχολάζοντας αὐτοὺς, οὐ Θεῷ, ἀλλὰ κοσμικαῖς ζητήσεσιν εὑρὸν, προσπαραλαβὸν ἕτερα πνεύματα ἑπτὰ πονηρότερα ἑαυτοῦ, καὶ χαυνῶσαν αὐτῶν τὴν γνώμην, ὡς δυναμένων τὰ ὑπὲρ τὸν Θεὸν ἐννοεῖν, καὶ ἐπιτήδειον εἰς 2ὑπερέκκρουσιν κατασκευάσαν, τὴν ὀγδοάδα τῆς ἀνοίας τῶν πονηρῶν πνευμάτων εἰς αὐτοὺς ἐνεθήκωσε.

ΒΟΥΛΟΜΑΙ δέ σοι καὶ ὡς αὐτὴν τὴν κτίσιν κατʼ εἰκόνα τῶν ἀοράτων ὑπὸ τοῦ δημιουργοῦ, ὡς ἀγνοοῦντος αὐτοῦ, κατεσκευάσθαι διὰ τῆς Μητρὸς λέγουσι, διηγήσασθαι. Πρῶτον [*](Hipp. Philos. vi. 53.) μὲν τὰ 3τέσσαρα στοιχεῖά φασι, πῦρ, ὕδωρ, γῆν, ἀέρα, εἰκόνα

165
[*](Hipp. Philos. vi. 53.) προβεβλῆσθαι τῆς ἄνω πρώτυς deest ap. H. τετράδος· [*](LIB. I. x. GR. I. xiv. MASS. I. xvii. 1.) τάς τε ἐνεργείας αὐτῶν συναριθμουμένας, οἷον θερμόν τε καὶ ψυχρὸν, ξηρόν τε καὶ ὑγρὸν, ἀκριβῶς ἐξεικονίζειν τὴν ὀγδοάδα· 1ἐξ ἧς δέκα δυνάμεις οὕτως καταριθμοῦσιν· ἑπτὰ μὲν σωματικὰ κυκλοειδῆ, ἃ καὶ οὐρανοὺς καλοῦσιν· ἔπειτα τὸν περιεκτικὸν [*](G. 81.) αὐτῶν κύκλον, ὃν καὶ ὄγδοον οὐρανὸν ὀνομάζουσι· πρὸς δὲ τούτοις ἥλιόν τε καὶ σελήνην. Ταῦτα δέκα ὄντα τὸν ἀριθμὸν, εἰκόνας λέγουσιν εἶναι τῆς ἀοράτου δεκάδος, τῆς ἀπὸ Λόγου [*](M. 85.) καὶ Ζωῆς προελθούσης. Τὴν δὲ δωδεκάδα μηνύεσθαι διὰ τοῦ ζωδιακοῦ τοῦ καλουμένου κύκλου. Τὰ γὰρ δώδεκα ζώδια φανερώτατα τὴν τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας θυγατέρα δωδεκάδα σκιαγραφεῖν λέγουσι. Καὶ ἐπεὶ 2ἀντεπεζεύχθη,
166
[*](LIB. I. x. GR. I. xiv. MASS. I. xvii. 1.) φασὶ, τὴν τῶν ὅλων φορὰν ὠκυτάτην ὑπάρχουσαν, οὗπερ ὁ [*](Hipp. Philos. vi. 53.) χγρόνος H. Καὶ ἐπεὶ ἀνεζεύχθη, φησὶ, τῇ τῶν ὅλων ἀναφορᾷ ὠκυτάτῃ ὑπαρχούσῃ ὁ ὕπερθεν οὐρανὸς ὁ πρὸς αὐτῷ τῷ κύτει βαρύνων, καὶ ἀντιταλαντεύων τὴν ἐκείνων ὠκύτητα τῇ ἑαυτοῦ βραδυτῆτι, ὥστε αὐτὸν ἐν τριάκοντα ἔτεσι τὴν περίοδον ἀπὸ σημείου ἐπὶ σημεῖον ποιεῖσθαι, εἰκόνα λέγουσι αὐτὸν τοῦ Ὅρου τοῦ τὴν 1τριακοντώνυμον Μητέρα αὐτῶν περιέχοντος. Τὴν σελήνην τε πάλιν ἑαυτῆς οὐρανὸν τριάκοντα ἡμέραις, διὰ τῶν ἡμερῶν τὸν ἀριθμὸν τῶν τριάκοντα Αἰώνων ἐκτυποῦν. Καὶ τὸν ἥλιον δὲ ἐν δεκαδύο μησὶ περιεχόμενον l. περιερχ, καὶ τερματίζοντα τὴν κυκλικὴν
167
[*](Hipp. Philos. vi. 53.) ἀποκατάστασιν, διὰ τῶν δώδεκα μηνῶν τὴν δωδεκάτην [*](LIB. I. x. GR. I. xiv. MASS. I. xvii. 1.) H. δωδεάδα φανερὰν ποιεῖν. Τὰς δὲ H. Καὶ αὐτὰ δὲ τὰς ἡμέρας 1δεκαδύο ὡρῶν τὸ μέτρον ἐχούσας, τύπον τῆς δωδεκάδος εἶναι. Ἀλλὰ μὴν καὶ τὴν ὥραν φασὶ, τὸ δωδέκατον τῆς ἡμέρας, ἐκ τριάκοντα μοιρῶν κεκοσμῆσθαι διὰ τὴν εἰκόνα τῆς τριακοντάδος. Καὶ αὐτοῦ δὲ τοῦ ζωδιακοῦ κύκλου τὴν περίμετρον εἶναι μοιρῶν τριακοσίων ἑξήκοντα· ἕκαστον γὰρ ζώδιον κοίρας ἔχει H. ἔχειν τριάκοντα. Οὕτωε δὲ καὶ διὰ τοῦ κύκλου τὴν εἰκόνα τῆς συναφείας τῶν δώδεκα πρὸς τὰ τριάκοντα τετηρῆσθαι λέγουσιν. Ἔτι μὴν καὶ τὴν γῆν εἰς
168
[*](LIB. I. x. GR. I. xiv. MASS. I. xvii. 1, 2.) δώδεκα κλίματα διῃρῆσθαι φάσκοντες, 1καὶ καθʼ ἕκαστον κλίμα [*](G. 82. M. 86. Hipp. Philos. vi. 53.) δύναμιν ἐκ τῶν οὐρανῶν κατὰ κάθετον ὑποδεχομένην, ἐοικότα τίκτουσαν τέκνα τῇ καταπεμπούσῃ τὴν ὑπόῤῥοιαν δύναμιν, τύπον εἶναι τῆς δωδεκάδος καὶ τῶν τέκνων αὐτῆς σαφέστατον διαβεβαιοῦνται. Πρὸς δὲ τούτοις θελήσαντά φασι τὸν δημιουργὸν τῆς ἄνω ὀγδοάδος τὸ ἀπέραντον, καὶ αἰώνιον, καὶ ἀόριστον, καὶ ἄχρονον μιμήσασθαι, καὶ μὴ δυνηθέντα τὸ μόνιμον αὐτῆς, καὶ ἀΐδιον ἐκτοπῶσαι, διὰ τὸ καρπὸν adde ex H. αὐτὸν εἶναι ὑστερήματος, εἰς χρόνους, καὶ καιροὺς, ἀριθμούς τε πολυετεῖς τὸ αἰώνιον αὐτῆς κατατεθεῖσθαι, οἰόμενον 2ἐν τῷ πλήθει τῶν χρόνων μιμήσασθαι αὐτῆς τὸ ἀπέραντον. Ἐνταῦθά τε λέγουσιν, ἐκφυγούσης αὐτὸν τῆς ἀληθείας, ἐπηκολουθηκέναι τὸ ψεῦδος· καὶ διὰ τοῦτο κατάλυσιν πληρωθέντων τῶν χρόνων λαβεῖν αὐτοῦ τὸ ἔργον.

169
[*](LIB. I. xi. 1. GR. I. xv. 1. MASS. I. xviii. 1.)

1. KAI περὶ μὲν τῆς κτίσεως τοιαῦτα λέγοντες, καθʼ ἑκάστην ἡμέραν ἐπιγεννᾷ ἕκαστος αὐτῶν, καθὼς δύναται, καινότερον. Τέλειος γὰρ οὐδεὶς ὁ μὴ μεγάλα ψεύσματα παῤ αὐτοῖς καρποφορήσας. Ἐκ δὲ τῶν προφητικῶν ὅσα μεταμορφάζουσιν, ἀναγκαῖον μηνύσαντα τὸν ἔλεγχον αὐτοῖς ἐπάγειν. Ὁ γὰρ Μωϋσῆς, φασὶ, ἀρχόμενος τῆς κατὰ τὴν κτίσιν πραγματείας, εὐθὺς ἐν ἀρχῇ τὴν μητέρα τῶν ὅλων ἐπέδειξεν, εἰπών· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τέσσαρα οὗν ταῦτα ὀνομάσας, Θεὸν, καὶ ἀρχὴν, οὐρανὸν, καὶ γῆν, τὴν [*](M. 87.) 1τετρακτὺν αὐτῶν, ὡς αὐτοὶ λέγουσι, διετύπωσε. Καὶ τὸν ἀόρατον δὲ καὶ τὸν ἀπόκρυφον αὐτῆς μηνύοντα εἰπεῖν· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. Τὴν δευτέραν τετράδα, γέννημα πρώτης τετράδος, οὕτως αὐτὸν εἰρηκέναι θέλουσιν,

170
[*](LIB. I. xi. 1. GR. I. xv. 1. MASS. I. xviii. 1.) ἄβοσσον ὀνομάζοντα καὶ σκότος, ἐν σφίσιν αὐτοῖς καὶ ὕδωρ, καὶ τὸ ἐπιφερόμενον τῷ ὕδατι 1πνεῦμα. Μεθ᾿ ἣν τίς δεκάδος μνημονεύοντα φῶς λέγειν, καὶ ἡμέραν, καὶ νύκτα, στερέωμά τε, καὶ ἑσπέραν, καὶ ὃ καλεῖται πρωῒ, ξηράν τε καὶ [*](G. 83.) θάλασσαν, ἔτι τε βοτάνην, καὶ δεκάτῳ τόπῳ ξύλον· οὕτω δὲ διὰ τῶν δέκα ὀνομάτων τοὺς δέκα Αἰῶνας μεμηνυκέναι. Τῆς δὲ δυοδεκάδος οὕτως ἐξεικονίσθαι 2παῤ αὐτῷ τὴν δύναμιν· ἥλιον γὰρ λέγειν καὶ σελήνην, ἀστέρας τε καὶ καιροὺς, ἐνιαυτούς τε καὶ κήτη, ἰχθύας καὶ ἑρπετὰ, πετεινὰ καὶ τετράποδα, θηρία τε, καὶ 3πετεινά που τοῖς δυοδέκατον τὸν ἄνθρωπον. Οὕτως ὑπὸ τοῦ πνεύματος τὴν τριάκοντα τριακοντάδα διὰ Μωϋσέως εἰρῆσθαι διδάσκουσιν. Ἀλλὰ μὴν καὶ τὸν πλαστὸν ἄνθρωπον κατʼ εἰκόνα τῆς ἄνω δυνάμεως ἔχειν ἐν αὐτῷ τὴν ἀπὸ τῆς μιᾶς πηγήν l. πηγῆς δύναμιν. Ἱδρῦσθαι δὲ ταῦτα ταύτην ἐν τῷ κατὰ τὸν ἐγκέφαλον τόπῳ· ἀφʼ ἧς ἀποῤῥεῖν 4ἀδυνάμεις τέσσαρας, κατʼ εἰκόνα τῆς ἄνω τετράδος,
171
καλουμένας, τὴν μὲν ὅρασιν, τὴν δὲ ἀκοὴν, τὴν δὲ τρίτην [*](LIB. I. xi. 1. GR. I. xv. 1. MASS. I. xviii. 1.) ὄσφρυσιν, καὶ τὴν τετάρτην γεῦσιν. Τὴν δὲ Ὀγδοάδα φασὶ μηνύεσθαι διὰ τοῦ ἀνθρώπου οὕτως· ἀκοὰς μὲν δύο ἔχοντας l. ἔχοντος, καὶ τοσαύτας ὁράσεις, ἔτι τε ὀσφρήσεις δύο, καὶ διπλῆν γεῦσιν, πικροῦ τε καὶ γλυκέως. Ὅλον δὲ τὸν ἄνθρωπον πᾶσαν τὴν εἰκόνα τῆς τριακοντάδος οὕτως ἔχειν διδάσκουσιν· ἐν μὲν ταῖς χερσὶ διὰ τῶν δακτύλων τὴν δεκάδα βαστάζειν· ἐν ὅλῳ δὲ τῷ σώματι εἰς δεκαδύο μέλη διαιρουμένῳ τὴν δωδεκάδα. Διαιροῦσι δὲ αὐτὸ, καθάπερ τὸ τῆς Ἀληθείας [*](x. § 2.) διῄρηται παῤ αὐτοῖς τοῖς l. σῶμα et dele, σώμασι, περὶ οὗ προειρήκαμεν. Τήν τε οὖν ὀγδοάδα, ἄῤῥητόν τε καὶ ἀόρατον [*](M. 88.) οὖσαν, ἐν τοῖς σπλάγχνοις κρυβομένην νοεῖσθαι.