Libros quinque adversus haereses

Irenaeus, Saint, Bishop of Lyon

Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.

2. Ἥλιον δὲ πάλιν τὸν μέγαν φωστῆρα ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν γεγονέναι διὰ τὸν τῆς τετράδος ἀριθμὸν φάσκουσι. Τῆς τε σκηνῆς, τῆς ὑπὸ Μωϋσέως κατασκευασθείσης, αἱ αὐλαὶ ἐκ βύσσου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνος [*](Exod. xxviii. 17.) γεγονυῖαι, τὴν αὐτὴν παῤ αὐτοῖς ἐπέδειξαν εἰκόνα. Τόν τε τοῦ ἱερέως ποδήρη, τέσσαρσι στοιχείοις l. στίχοις λίθων

172
[*](LIB. I. xi. 2. GR. I. xv. 2. MASS. I. xviii. 2.) πολυτελῶν κεκοσμημένον, τὴν τετράδα σημαίνειν διορίζονται· καὶ εἴ τινα τοιαῦτα κεῖται ἐν ταῖς γραφαῖς, εἰς τὸν τῶν τεσσάρων δυνάμενα ἄγεσθαι ἀριθμόν, διὰ τὴν τετρακτὺν αὐτῶν φασι γεγονέναι. Τὴν δὲ ὀγδοάδα πάλιν δείκνοσθαι οὕτως· ἐν τῇ ὀγδόῃ τῶν ἡμερῶν πεπλάσθαι λέγουσιν τὸν ἄνθρωπον. Ποτὲ μὲν γὰρ αὐτὸν τῇ ἕκτῃ βούλονται γεγονέναι, ποτὲ δὲ τῇ ὀγδόῃ, εἰ μὴ τὸν μὲν χοϊκὸν ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν ἐροῦσι πεπλάσθαι, τὸν δὲ σαρκικὸν ἐν τῇ ὀγδόῃ· [*](G. 84.) [*](cf. x. § 3.) διέσταλται γὰρ ταῦτα παῤ αὐτοῖς. Ἔνιοι δὲ ἄλλον θέλουσι τὸν κατʼ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γεγονότα ἀρσενόθηλυν ἄνθρωπον, καὶ τοῦτον εἶναι τὸν πνευματικόν· ἄλλον δὲ τὸν ἐκ τῆς γῆς πλασθέντα. Καὶ τὴν τῆς κιβωτοῦ δὲ οἰκονομίαν ἐν τῷ κατακλυσμῷ, ἐν ᾗ ὀκτὼ ἄνθρωποι διεσώθησαν, φανερώτατά φασι τὴν σωτήριον ὀγδοάδα μηνύειν. Τὸ αὐτὸ δὲ καὶ τὸν Δαβὶδ, ὄγδοον ὄντα τῇ γενέσει τῶν ἀδελφῶν αὐτοῦ, σημαίνειν. Ἔτι μὴν καὶ τὴν περιτομὴν, ὀκταήμερον γινομένην, τὸ περίτμημα τῆς ἄνω ὀγδοάδος δηλοῦν. Καὶ ἁπλῶς ὅσα
173
εὑρίσκεται ἐν ταῖς γραφαῖς, ὑπάγεσθαι δυνάμενα εἰς τὸν [*](LIB. I. xi. 2. GR. I. xv. 2. MASS. I. xviii. 3.) ἀριθμὸν τῶν ὀκτὼ, τὸ μυστήριον τῆς ὀγδοάδος ἐκπληροῦν λέγουσιν. Ἀλλὰ καὶ τὴν δεκάδα σημαίνεσθαι διὰ τῶν δέκα [*](M. 89.) ἐθνῶν, ὧν ἐπηγγείλατο ὁ Θεὸς τῷ Ἀβραὰμ εἰς κατάσχεσιι δοῦναι, λέγουσι· καὶ τὴν περὶ Σάῤῥαν δὲ οἰκονομίαν, ὡς μετὰ ἔτη δέκα δίδωσιν αὐτῷ τὴν ἑαυτῆς δούλην Ἄγαρ, ἵνα ἐξ αὐτῆς τεκνοποιήσηται τὸ αὐτὸ δηλοῦν. Καὶ ὁ δοῦλος δὲ Ἀβραὰμ πεμφθεὶς ἐπὶ Ῥεβέκκαν, καὶ ἐπὶ τῷ φρέατι διδοὺς αὐτῇ ψέλλια χρυσῶν δέκα, καὶ οἱ ἀδελφοὶ αὐτῆς κατέχοντες αὐτὴν ἐπὶ δέκα ἡμέρας· ἔτι τε Ῥοβοὰμ l. Ἰεροβοὰμ ὁ τὰ δέκα σκῆπτρα λαμβάνων, καὶ τῆς σκηνῆς αἱ δέκα αὐλαῖαι, καὶ οἱ στύλοι οἱ δεκαπήχεις, καὶ οἱ δέκα υἱοὶ Ἰακὼβ, ἐπὶ τὴν ὠνὴν τοῦ σίτου τὸ πρῶτον εἰς Αἴγυπτον πεμφθέντες, καὶ οἱ δέκα Ἀπόστολοι, οἷς φανεροῦται μετὰ τὴν ἔγερσιν ὁ Κύριος, τοῦ Θωμᾶ μὴ παρόντος, τὴν ἀόρατον διετύπουν κατʼ αὐτοὺς δεκάδα.

3. Τὴν δυοδεκάδα δέ, περὶ ἣν καὶ τὸ μυστήριον τοῦ πάθους τοῦ ὑστερήματος γεγονέναι, ἐξ οὗ πάθους τὰ βλεπόμενα κατεσκευάσθαι θέλουσιν, ἐπισήμως καὶ φανερῶς πανταχῆ

174
[*](LIB. I. xi. 3. GR. I. xv. 3. MASS. I. xviii. 4.) κεῖσθαι λέγουσιν, ὡς τοὺς δώδεκα υἱοὺς τοῦ Ἰακὼβ, ἐξ ὦν καὶ δεκαδύο φυλαὶ, καὶ τὸ λογεῖον τὸ ποικιλτὸν δώδεκα λίθους ἔχον, καὶ τοὺς 1δώδεκα κώδωνας, καὶ τοὺς ὑπὸ Μωϋσέως τεθέντας ὑπὸ τὸ ὄρος δώδεκα λίθους, ὡσαύτως δὲ καὶ τοὺς [*](G. 83.) ὑπὸ Ἰησοῦ ἐν τῷ ποταμῷ, καὶ ἄλλους εἰς τὸ πέραν, καὶ τοὺς βαστάζοντας τὴν κιβωτὸν τῆς διαθήκης, καὶ τοὺς ὑπὸ Ἡλίᾳ τεθειμένους ἐν τῇ ὁλοκαυτώσει τοῦ μόσχου, καὶ τὸν ἀριθμὸν δὲ τῶν Ἀποστόλων· καὶ πάντα ἁπλῶς ὅσα τὸν δωδέκατον ἀριθμὸν διασώζει, τὴν δωδεκάδα αὐτῶν χαρακτηρίζειν λέγουσι. Τὴν δὲ τούτων πάντων ἕνωσιν ὀνομαζομένην τριακοντάδα, διὰ τῆς τριάκοντα πηχῶν τὸ ὕψος ἐπὶ Νῶε κιβωτοῦ, καὶ διὰ Σαμουὴλ κατακλίναντος τὸν Σαοὺλ ἐν τοῖς 2τριάκοντα κλητοῖς [*](M. 90.)
175
πρῶτον, καὶ διὰ Δαβὶδ, ὅτε ἐπὶ τριάκοντα ἡμέραις ἐκρύβετο [*](LIB. I. xi. 3. GR. I. xv. 3. MASS. I. xviii. 4.) ἐν τῷ ἀγρῷ, καὶ διὰ τῶν συνεισελθόντων αὐτῷ εἰς τὸ σπήλαιον (d. Ἰσραὴλ) καὶ διὰ (d. τοῦτο) τὸ μῆκος γίνεσθαι τῆς ἁγίας σκηνῆς τριάκοντα πηχῶν· καὶ εἴ τινα ἄλλα ἰσάριθμα τούτοις 1εὑρίσκουσι, τὴν τριακοντάδα αὐτῶν διὰ τῶν τοιούτων ἐπιδεικνύναι φιλεριστοῦσιν.

ἈΝΑΓΚΑΙΟΝ ἡγησάμν προσθεῖναι τούτοις καὶ ὅσα περὶ τοῦ Προπάτορος αὐτῶν, ὃς ἄγνωστος ἦν τοῖς πᾶσι πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας, ἐκλέγοντες ἐκ τῶν γραφῶν πείθειν ἐπιχειροῦσιν, ἵνʼ ἐπιδείξωσι τὸν Κύριον ἡμῶν ἄλλον καταγγέλλοντα Πατέρα παρὰ τὸν ποιητήν τοῦδε τοῦ παντός· ὃν, καθὼς προέφαμεν, ἀσεβοῦντες, ὑστερήματος καρπὸν εἶναι λέγουσι. Τὸν γοῦν προφήτην Ἡσαΐαν εἰπόντα· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε, τὴν τοῦ ἀοράτου Βοθοῦ ἀγνωσίαν εἰρηκέναι μεθαρμόζουσι. Καὶ διὰ Ὠσηὲ τὸ εἰρημένον·

176
[*](LIB. I. xii. GR. I. xvi. MASS. I. xix. 1.) Οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια, οὐδὲ ἐπίγνωσις Θεοῦ, εἰς τὸ μὐτὸ συντείνειν βιάζονται. Καὶ, Οὐκ ἔστιν ὁ συνιὼν, ἢ ἐκζήτων τὸν Θεόν· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, ἐπὶ τῆς τοῦ Bυθοῦ ἀγνωσίας τάττουσι. Καὶ τὸ διὰ Μωϋσέως δὲ εἰρημένον· [*](G. 86.) Οὐδεὶς ὄψεται τὸν Θεὸν, καὶ ζήσεται, εἰς ἐκεῖνον ἔχειν πείθουσι τὴν ἀναφοράν. Τὸν μὲν γὰρ ποιητήν ἐπιψευδόμενοι ὑπὸ τῶν προφητῶν ἑωρᾶσθαι λέγουσι· τὸ δὲ, οὐδεὶς ὄψεται [*](M. 91.) τὸν Θεὸν, καὶ ζήσεται, περὶ τοῦ ἀοράτου μεγέθους καὶ ἀγνώστου τοῖς πᾶσιν, εἰρῆσθαι θέλουσι. Καὶ ὅτι μὲν περὶ τοῦ ἀοράτου πατρὸς καὶ ποιητοῦ τῶν ὅλων εἴρηται τὸ, οὐδεὶς ὄψεται τὸν Θεὸν, πᾶσιν ἡμῖν φανερόν ἐστιν· ὅτι δὲ οὐδὲ περὶ τοῦ ἐπὶ l. ὑτὸ τούτων παρετινοουμένου Βυθοῦ, ἀλλὰ περὶ τοῦ Δημιουργοῦ, καὶ αὐτός ἐστιν ὁ ἀόρατος Θεὸς, δειχθήσεται τοῦ λόγου προϊόντος. Καὶ τὸν Δανιὴλ δὲ τὸ αὐτὸ τοῦτο σημαίνειν, ἐν τῷ ἐπερωτᾷν τὸν ἄγγελον τὰς ἐπιλύσεις τῶν παραβολῶν, ὡς μὴ εἰδότα. Ἀλλὰ καὶ τὸν ἄγγελον ἀποκρυπτόμενον ἀπ αὐτοῦ τὸ μέγα μυστήριον τοῦ Βυθοῦ, εἰπεῖν αὐτῷ Ἀπότρεχε Δανιήλ· οὗτοι γὰρ οἱ λόγοι ἐμπεφραγμένοι εἰσὶν, 1ἕως οἱ συνιέντες συνιῶσι, καὶ οἱ λευκοὶ
177
λευκανθῶσι· καὶ αὑτοὺς εἶναι τοὺς λευκοὺς καὶ εὐσυνιέντας [*](LIB. I. xiii. 1. GR. I. xvi. MASS. I. xx. 1.) αὐχοῦσι.

1. ΠΡΟΣ δὲ τούτοις ἀμύθητον πλῆθος ἀποκρύφων καὶ νόθων γραφῶν, ἃς αὐτοὶ ἔπλασαν, παρεισφέρουσιν εἰς κατάπληξιν τῶν ἀνοήτων, καὶ τὰ τῆς ἀληθείας μὴ ἐπισταμένων γράμματα. Προσπαραλαμβάνουσι δὲ εἰς τοῦτο κᾀκεῖνο τὸ ῥᾳδιούργημα, 1ὡς τοῦ Κυρίου τὰ διὰ 2INT. παιδὸς ὄντος καὶ μανθάνοντος τὸ ἀλφάβητον τοῦ διδασκάλου αὐτῷ φήσαντος, καθὼς ἔθος ἐστὶν, εἰπὲ ἄλφα, ἀποκρίνασθαι τὸ ἄλφα.

178
[*](LIB. I. xiii. 1. GR. I. xvii. MASS. I. xx. 1.) Πάλιν τε τὸ βῆτα τοῦ διδασκάλου κελεύσαντος εἰπεῖν, ἀποδοὺς κρίνασθαι τὸν Κύριον· σύ μοι πρότερον εἰπὲ τί ἐστι τὸ ἄλφα, [*](G. 87.) καὶ τότε σοι ἐρῶ τί ἐστι τὸ βῆτα. Καὶ τοῦτο ἐξηγοῦνται, ὡς αὐτοῦ μόνου τὸ ἄγνωστον ἐπισταμένου, ὃ ἐφανέρωσεν ἐν [*](M. 92.) τῷ τόπῳ τοῦ ἄλφα.

2. Ἔνια δὲ καὶ τῶν ἐν τῷ Εὐαγγελίῳ κειμένων εἰς τοῦτον τὸν χαρακτῆρα μεθαρμόζουσιν· ὡς τὴν πρὸς τὴν μητέρα αὐτοῦ δωδεκαετοῦς ὄντος ἀπόκρισιν· 1Οὐκ οἴδατε ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ με εἶναι; Ὃν οὐκ ἤδεισαν, φασὶ πατέρα κατήγγελλεν αὐτοῖς· καὶ διὰ τοῦτο ἐκπέμψαι τοὺς μαθητὰς εἰς τὰς δώδεκα φυλὰς, κηρύσσοντας τὸν ἄγνωστον αὐτοῖς Θεόν. Καὶ τῷ εἰπόντι αὐτῷ, Διδάσκαλε ἀγαθὲ, τὸν ἀληθῶς ἀγαθὸν Θεὸν ὡμολογηκέναι εἰπόντα, Τί με λέγεις ἀγαθόν; εἷς ἐστὶν ἀγαθὸς, 2ὁ Πατὴρ ἐν τοῖς οὐρανοῖς. Οὐρανοὺς

179
δὲ νῦν τοὺς Αἰῶνας εἰρῆσθαι λέγουσι. Καὶ διὰ τὸ μὴ [*](LIB.I.xiii.2.MASS.I.xx.2.) ἀποκριθῆναι τοῖς εἰποῦσιν αὐτῷ, 1Ἐν ποία δυνάμει τοῦτο ποιεῖς; ἀλλὰ τῇ ἀντεπερωτήσει ἀπορῆσαι αὐτοὺς, τὸ ἄῤῥητον τοῦ πατρὸς, ἐν τῷ adjice μὴ εἰπεῖν, δεδειχέναι αὐτὸν ἐξηγοῦνται. Ἀλλὰ καὶ ἐν τῷ εἰρηκέναι, 2Πολλάκις ἐπεθύμησα ἀκοῦσαι ἕνα τῶν λόγων τούτων, καὶ οὐκ ἔσχον τὸν ἐροῦντα, ἐμφαίνοντός φασι δεῖν l. εἶναι διὰ τοῦ ἑνὸς τὸν ἀληθῶς ἕνα Θεὸν, ὃν οὐκ ἐγνώκεισαν. Ἔτι ἐν τῷ προσσχόντα αὐτὸν τῇ Ἱερουσαλὴμ δακρῦσαι ἐπʼ αὐτὴν, καὶ εἰπεῖν· 3Εἰ ἔγνως καὶ σὺ σύμερον τὰ πρὸς εἰρήνην, ἐκρύβη δὲ suppl. ἀπό σου· διὰ τοῦ ἐκρύβη ῥήματος, τὸ ἀπόκρυφον τοῦ Βοθοῦ δεδηλωκέναι. Καὶ πάλιν εἰπόντα· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ὑμᾶς· καὶ μάθετε ἀπʼ ἐμοῦ, τὸν τῆς ἀληθείας 4πατέρα κατηγγελκέναι. Ὃ γὰρ οὐκ ᾔδεισαν, φησὶ, τοῦτο αὐτοῖς ὑπέσχετο διδάξειν --- [*](Μ.93) adj. Ἀπόδειξιν δὲ τὸν l. τῶν ἀνωτάτω, καὶ οἱονεὶ κορωνίδα
180
[*](IB.I.xiii.2.GR.I.xvii.MASS.I.xx.3.) τῆς ὑποθέσεως αὐτῶν φέρουσι ταῦτα· Ἐξομολογήσομαί σοι πάτερ κύριε τῶν οὐρανῶν καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ἀπὸ [*](G.83.) σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· 1οὐὰ, ὁ πατήρ μου, ὅτι ἔμπροσθέν σου εὐδοκία d. μοι ἐγένετο. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἔγνω τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, καὶ ᾦ ἂν ὁ Υἱὸς ἀποκαλόψῃ. Ἐν τούτοις διαῤῥίδυν φασὶ δεδειχέναι αὐτὸν, ὡς τὸν 2ὑπʼ αὐτῶν παρεξευρημένον πατέρα ἀληθείας πρὸ τῆς παρουσίας αὐτοῦ μηδενὸς πώποτε ἐγνωκότος· καὶ κατασκευάζειν θέλουσιν, ὡς τοῦ ποιητοῦ καὶ κτίστου ἀεὶ ὑπὸ πάντων ἐγνωσμένου· καὶ ταῦτα τὸν Κύριον εἰρηκέναι περὶ τοῦ ἀγνώστου τοῖς πᾶσι Πατρὸς, ὃν αὐτοὶ καταγγέλλουσι.