Libros quinque adversus haereses

Irenaeus, Saint, Bishop of Lyon

Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.

2. 3 Tεχνὰς οὖν μαγικὰς ἐξεργαζόμενοι καὶ ἐπαοιδὰς, φίλτρα τε καὶ χαριτήσια, παρέδρους τε καὶ ὀνειροπόμπους καὶ τὰ λοιπὰ κακουργήματα, φάσκοντες ἐξουσίαν ἔχειν πρὸς τὸ κυριεύειν ἤδη τῶν ἀρχόντων καὶ ποιητῶν τοῦδε τοῦ κόσμου, 4οὐ μὴν ἀλλὰ καὶ τῶν ἐν αὐτῷ ποιημάτων ἁπάντων, οἵτινες καὶ αὐτοὶ εἰς διαβολὴν τοῦ θείου τῆς Ἐκκλησίας ὀνόματος, πρὸς ι. ὡς καὶ τὰ ἔθνη ὑπὸ τοῦ Σατανᾶ προεβλήθησαν, ἵνα κατʼ ἄλλον καὶ ἄλλον τρόπον τὰ ἐκείνων ἀκούοντες ἄνθρωποι.

207
[*](Hipp. Philos. vii. 32.) καὶ δοκοῦντες ἡμᾶς πάντας τοιούτους ὑπάρχειν, ἀποστρέφουσι [*](LIB. I. xx. 2. GR. I. xxiv. MASS. I. xxv. 3.) τὰς ἀκοὰς αὐτῶν ἀπὸ τοῦ τῆς ἀληθείας κηρύγματος, adj. ἢ καὶ βλέποντες τὰ ἐκείνων ἅπαντας ὑμᾶς βλασφημοῦσιν.

209

Εἰς τοσοῦτον δὲ μετενσωματοῦσθαι φάσκουσι τὰς ψυχὰς, ὅσον πάντα τὰ ἁμαρτήματα πληρώσωσιν· ὅταν δὲ μηδὲν λείπῃ, τότε ἐλευθερωθεῖσαν ἀπαλλαγῆναι πρὸς ἐκεῖνον τὸν ὑπεράνω τῶν κοσμοποιῶν ἀγγέλων Θεὸν, καὶ οὕτως σωθήσεσθαι πάσας τὰς ψυχάς. Εἴ τινες δὲ φθάσασαι ἐν μίᾳ παρουσίᾳ ἀναμιγῆναι πάσαις ἁμαρτίαις οὐκέτι μετενσωματοῦνται, ἀλλὰ πάντα ὁμοῦ ἀποδοῦσαι τὰ ὀφλήματα, ἐλευθερωθήσονται τοῦ μηκέτι γενέσθαι ἐν σώματι.

3. Καὶ εἰ μὲν πράσσεται παῤ αὐτοῖς τὰ ἄθεα, καὶ [*](Theod. Haer. Fab. I. § 5.) ἔκθεσμα, καὶ ἀπειρημένα, 3 ἐγὼ οὐκ ἂν πιστεύσαιμι. Ἐν δὲ τοῖς συγγράμμασιν αὐτῶν οὕτως ἀναγέγραπται, καὶ αὐτοὶ οὕτως ἐξηγοῦνται, τὸν Ἰησοῦν λέγοντες ἐν μυστηρίῳ τοῖς μαθηταῖς αὐτοῦ καὶ ἀποστόλοις κατ᾿  ἰδίαν λελαληκέναι, καὶ

210
[*](LIB. I. xx. 3. GR. I. xxiv. MASS. I. xxv 5.) αὐτοὺς ἀξιῶσαι, τοῖς ἀξίοις καὶ τοῖς πειθομένοις ταῦτα παραθήσονται διδόναι. Διὰ πίστεως γὰρ καὶ ἀγάπης σώζεσθαι· τὰ δὲ λοιπὰ ἀδιάφορα ὄντα, κατὰ τὴν δόξαν τῶν ἀνθρώπων, πῆ μὲν ἀγαθὰ, πῆ δὲ κακὰ νομίζεσθαι, οὐδενὸς φύσει κακοῦ ὑπάρχοντος.