Libros quinque adversus haereses

Irenaeus, Saint, Bishop of Lyon

Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.

3. Οἱ οὗν τούτου μαθηταὶ ι. μαθητὰς μαγείαις ἐπιτελοῦσι. καὶ ἐπαοιδαῖς· 1 φίλτρα τε καὶ ἀγώγιμα καὶ τοὺς λεγομένους ὀνειροπόμπους δαίμονας ἐπιπέμπουσι πρὸς τὸ ταράσσειν οὓς βούλονται. Ἀλλὰ καὶ 2 παρέδρους τοὺς λεγομένους ἀσκοῦσιν. Παρέδρους καὶ ὀνειροπόμπους, ἀλλὰ καὶ 3 περίεργα ὅσα ἐμμελῶς ἀσκοῦσιν. Εἰκόνα τε τοῦ Σίμωνος ἔχουσιν εἰς Διὸς

195
[*](Hipp. Philos. vi. 20.) μορφὴν, καὶ τῆς Ἑλένης ἐν μορφῇ Ἀθηνᾶς, καὶ ταύτας προσκυνοῦσι, [*](LIB. I. xvii. GR. I. xxi. MASS. I. xxiii. 4.) τὸν μὲν καλοῦντες κύριον, τὴν δὲ κυρίαν.

196

Τοῦτον ποιήσαντα ἀγγέλους, ἀρχαγγέλους, δυνάμεις, [*](Hipp. Philos. 3. vii. 21.) ἐξουσίας. Ἀπὸ δὲ 4 ἑπτά τινων ἀγγέλων τὸν κόσμον γεγενῆσθαι, καὶ πάντα τὰ ἐν αὐτῷ, καὶ τὸν ἄνθρωπον δὲ ἀγγέλων εἶναι ποίημα, ἄνωθεν ἀπὸ τῆς αὐθεντίας φωνῆς ι. φαεινῆς εἰκόνος ἐπιφανείσης, ἣν κατασχεῖν μὴ δυνηθέντες διὰ τὸ παραχρῆμά φησιν ἀναδραμεῖν ἄνωθεν, ἐκέλευσαν ἑαυτοῖς

197
[*](Hipp. Philos. vii. 28.) λέγοντες· Ποιήσωμεν ἄνθρωπον κατʼ εἰκόνα καὶ καθʼ ὁμοίωσιν· [*](LIB.I.xvill.GR.I.xxil.MASS.I.xxiv.i.) οὗ γενομένου, φησὶν, καὶ μὴ δυναμένου ἀνορθοῦσθαι τοῦ πλάσματος διὰ τὸ ἀδρανὲς τῶν ἀγγέλων, ἀλλὰ ὡς 1 σκώληκος σκαρίζοντος, οἰκτείρασα αὐτὸν ἡ ἄνω δύναμις διὰ τὸ ἐν ὁμοιώματι αὐτῆς γεγονέναι, ἔπεμψε σπινθῆρα ζωῆς, ὃς διήγειρε τὸν ἄνθρωπον, καὶ ζῆν ἐποίησε. Τοῦτον οὖν τὸν σπινθῆρα τῆς ζωῆς μετὰ τὴν τελευτὴν ἀνατρέχειν πρὸς τὰ ὁμόφυλα λέγει, καὶ τὰ λοιπὰ, ἐξ ἐν ἐγένετο, εἰς ἐκεῖνα ἀναλύεσθαι, τὸν δὲ Πατέρα 2Σωτῆρα ἀγέννητον ὑπέθετο, καὶ ἀσώματον καὶ ἀνείδεον, δοκήσει δὲ ἐπιπεφηνέναι ἄνθρωπον· καὶ τὸν τῶν Ἰουδαίων Θεὸν ἕνα τῶν ἀγγέλων εἶναί φησι· καὶ διὰ τοῦτο ι. τὸ βούλεσθαι τὸν Πατέρα καταλῦσαι πάντας τοὺς ἄρχοντας, παραγενέσθαι τὸν Χριστὸν ἐπὶ καταλύσει τοῦ τῶν Ἰουδαίων Θεοῦ, καὶ ἐπὶ σωτηρίᾳ τῶν πειθομένων αὐτῷ εἶναι
198
[*](LIB. I. xviii. GR. I. xxii. MASS. 1. xxiv. 2.) δὲ τούτους ἔχοντας τὸν σπινθίρα τῆς ζωῆς ἐν αὐτοῖς. Δύο [*](Hipp. Philos. vii. 28. G. 64) γὰρ γένη τῶν ἀνθρώπων. ὑπὸ τῶν ἀγγέλων πεπλάσθαι ἔφη, τὸν μὲν πονηρὸν τὸν δὲ ἀγαθόν· καὶ ἐπειδὴ οἱ δαίμονες τοῖς πονηροῖς 1 ἐβοήθουν, ἐληλυθέναι τὸν Σωτῆρα ἐπὶ καταλύσει τῶν φαύλων ἀνθρώπων καὶ δαιμόνων, ἐπὶ σωτηρίᾳ δὲ τῶν ἀγαθῶν. 2 Τὸ, δὲ γαμεῖν καὶ γεννᾶν ἀπὸ τοῦ σατανᾶ φησὶν εἶναι. Οἱ πλείους τε τῶν ἀπʼ ἐκείνου καὶ ἐμψύχων ἀπέχονται, διὰ τῆς προσποιήτου ταύτης ἐγκρατείας. 3 Τὰς δὲ προφητείας, ἃς μὲν ἀπὸ τῶν κοσμοποιῶν ἀγγέλων λελαλῆσθαι, [*](ct. p. 208.) ἃς δὲ ἀπὸ τοῦ σατανᾶ, ὃν καὶ αὐτὸν ἄγγελον ἀντιπράττοντα τοῖς κοσμικοῖς ὑπέθεντο, ι. κοσμοποίοις ὑπέθετο, μάλιστα δὲ τὸν τῶν Ἰουδαίων Θεόν ΙΝΤ. τῷ τ. Ι. Θεῷ. Ταῦτα μὲν οὗν ὁ Σατορνεῖλος.

204
[*](LIB.I.xx.I.GR.I.xxiv.MASS.I.xxn.i.)

1. 1 ΚΑΡΠΟΚΡΑΤΗΣ τὸν μὲν κόκκον καὶ τὰ ἐν αὐτῷ [*](Hipp. Philos. vii. 38.) ὑπὸ ἀγγέλων πολὺ ὑποβεβηκότων 2 τοῦ ἀγεννήτου Πατρὸς γεγενῆσθαι λέγει· τὸν δὲ Ἰησοῦν ἐξ Ἰωσὴφ γεγενῆσθαι, καὶ ὅμοιον τοῖς ἀνθρώποις γεγονότα, δικαιότερον τῶν λοιπῶν γενέσθαι, τὴν δὲ ψυχὴν αὐτοῦ εὔτονον καὶ καθαρὰν γεγονυῖαν, διαμηνμονεῦσαι τὰ ὁρατὰ μὲν forte ι. ὁρώμενα αὐτῇ ἐν τῇ μετὰ τοῦ ἀγεννήτου Θεοῦ 3 περιφορᾷ, καὶ διὰ τοῦτο ὑπʼ ἐκείνου αὐτῷ καταπεμφθῆναι δύναμιν, ὅπως τοὺς κοσμοποιοὺς ἐκφυγεῖν δι᾿  αὐτῆς δυνηθῇ ἣν καὶ διὰ πάντων χωρήσασαν ἐν πᾶσί τε ἐλευθερωθεῖσαν ἀνεληλυθέναι πρὸς αὐτὸν, 4 τὰ

205
[*](Hipp. Philos. vii. 32.) ὅμοια αὐτῆς ἀσπαζομένην. Τὴν δὲ τοῦ Ἰησοῦ λέγουσι ψυχὴν [*](LIB. I. xx. I. GR. I. xxiv. MASS. I. xxv. I.) ἐννόμως ἠσκημένην ἐν Ἰουδαϊκοῖς ἔθεσι, καταφρονῆσαι αὐτῶν, καὶ διὰ τοῦτο δυνάμεις ἐπιτετελεκέναι, ΙΝΤ. ἐπιτετυχηκέναι, δι᾿  ὧν κατήργησε τὰ ἐπὶ κολάσει πάθη προσόντα τοῖς ἀνθρώποις. Τὴν οὖν ὁμοίως ἐκείνῃ τῇ τοῦ Χριστοῦ ψυχῇ δυναμένην κατασκευάζειν, φρονῆσαι τῶν κοσμοποιῶν ἀρχόντων, ὁμοίως 1 λαμβάνειν δύναμιν πρὸς τὸ πρᾶξαι τὰ ὅμοια· διὸ καὶ εἰς τοῦτο τὸ τύφος κατεληλύθασιν, EPIPH. ἐληλακότες, ὥστε αὑτοὺς ι. τοὺς μὲν ὁμοίους αὐτῷ εἶναι λέγουσι τῷ Ἰησοῦ, τοὺς δὲ 2 καὶ ἔτι δυνατωτέρους, τινὰς δὲ καὶ διαφορωτέρους τῶν ἐκείνου μαθητῶν, οἷον Πέτρου καὶ Παίλου καὶ τῶν λοιπῶν ἀποστόλων· τούτους
206
[*](LIB. I. xx. I. GR. I. xxiv. MASS. I. xxv. 2.) δὲ κατὰ μηδένα ἀπολείπεσθαι τοῦ Ἰησοῦ. Τὰς δὲ ψυχὰς [*](Hipp. Philos. vii. 32.) αὐτῶν ἐκ τῆς 1 ὑπερκειμένης ἐξουσίας ΕΡ. τῆς αὐτῆς περιφορᾶς παρούσας, καὶ διὰ τοῦτο ὡσαύτως 2 καταφρονεῖν ι. c. ΙΝΤ. καταφρονοῦσας τῶν κοσμοποιῶν διὰ τῆς αὐτῆς ἠξιῶσθαι δυνάμεως, καὶ αὖθις εἰς τὸ αὐτὸ χωρῆσαι. Εἰ δέ τις ἐκείνου πλέον καταφρονήσειεν τῶν ἐνταῦθα, δύνασθαι διαφορώτερον αὐτοῦ ὑπάρχειν.