Libros quinque adversus haereses

Irenaeus, Saint, Bishop of Lyon

Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.

I. ΛΕΓΟΥΣI 1γάρ τινα εἶναι ἐν ἀοράτοις καὶ ἀκατονομάστοις ὑψώμασι 2τέλειον Αἰῶνα προόντα· τοῦτον δὲ καὶ [*](Epiph. Hær. xxxi. cf. Tbeodoret. Hær. Pab. 1.7. dre. Tertull. adv. Val.) προαρχὴν καὶ προπάτορα καὶ Bυθὸν καλοῦσιν. 3 --- ὑπάρχοντα δ᾿ αὐτὸν ἀχώρυτον καὶ ἀόρατον, ἀΐδιόν τε καὶ ἀγέννητον. ἐν ἡσυχίᾳ καὶ ἠραμίᾳ πολλῇ γεγονέναι ἐν ἀπείροις αἰῶσι 4χρόνων. συνυπάρχειν δ᾿ αὐτῷ καὶ Ἔννοιαν, ἣν δὲ

9
καὶ Χάριν, καὶ Σιγὴν ὀνομάζουσι· καὶ ἐννονθῆναί ποτε ἀφʼ [*](LIB. I. i. l. GR. I. i. l. MASS. I. i. l.) ἑαυτοῦ προβαλέσθαι τὸν Bυθὸν τοῦτον, ἀρχὴν τῶν πάντων καὶ καθάπερ σπέρμα, τὴν προβολὴν ταύτην, ἣν προβαλέσθαι ἐνενοήθη, καὶ καθέσθαι ὡς ἐν μήτρα τῇ συνυπαρχούσῃ ἑαυτῷ Σιγῇ· ταύτην δὲ ὑποδεξαμένην τὸ σπέρμα τοῦτο καὶ ἐγκύμονα γενομένην, ἀποκυῆσαι Νοῦν, ὅμοιόν τε καὶ ἶσον τῷ προβαλόντι, καὶ μόνον χωροῦντα τὸ μέγεθος τοῦ Πατρός· τὸν δὲ Νοῦν τοῦτον καὶ Μονογενῆ καλοῦσι, καὶ Πατέρα, 2καὶ Ἀρχὴν τῶν [*](G. 8.) πάντων· συμπροβεβλῆσθαι δὲ αὐτῷ Ἀλήθειαν· καὶ εἶναι ταύτην πρῶτον καὶ ἀρχέγονον 3Πυθαγορικὴν τετρακτὺν, ἣν καὶ [*](M.6.) ῥίζαν τῶν πάντων καλοῦσιν· ἔστι γάρ Βοθὸς καὶ Σιγὴ, ἔπειτα
10
[*](LIB. I. i. l. GR. I. i. l. MASS. I. i. 2.) Νοῦς καὶ Ἀλήθεια. Αἰσθόμενόν τε τὸν Μονογενῆ τοῦτον ἐφʼ οἷς προεβλήθη, προβαλεῖν καὶ αὐτὸν Λόγον καὶ Ζωὴν, πατέρα πάντων τῶν μετʼ αὐτὸν ἐσομένων, καὶ ἀρχὴν καὶ 1 μόφωσιν παντὸς τοῦ πληρώματος. Ἐκ δὴ τοῦ Λόγου καὶ τῆς Ζωῆς προβεβλῆσθαι κατὰ συζυγίαν 2Ἄνθρωπον καὶ Ἐκκλησίαν· καὶ εἶναι ταύτην ἀρχέγονον Ὀγδοάδα, ῥίζαν καὶ ὑπόστασιν τῶν πάντων, τέτρασιν ὀνόμασι παῤ αὐτοῖς καλουμένων, l. καλουμένην Βυθῷ, καὶ Νῷ, καὶ Λόγῳ, καὶ Ἀνθρώπῳ· εἶναι γὰρ αὐτῶν ἕκαστον ἀῤῥενόθηλυν· οὕτως πρῶτον τὸν Προπάτορα ἡνῶσθαι κατὰ συζυγίαν τῇ ἑαυτοῦ Ἐννοίᾳ· τὸν δὲ Μονογενῆ, τουτέστι τὸν Νοῦν, τῇ Ἀληθείᾳ· τὸν δὲ Λόγον τῇ Ζωῇ, καὶ τὸν Ἄνθρωπον τῇ Ἐκκλησίᾳ. Τούτους δὲ τοὺς Αἰῶνας εἰς δόξαν τοῦ Πατρὸς προβεβλημένους, βουληθέντας καὶ αὐτοὺς διὰ τοῦ ἰδίου δοξάσαι τὸν Πατέρα, προβαλεῖν προβολὰς ἐν συζυγίᾳ· τὸν μὲν Λόγον καὶ τὴν Ζωὴν, μετὰ τὸ προβαλέσθαι τὸν Ἄνθρωπον καὶ τὴν Ἐκκλησίαν, ἄλλους
11
δέκα Αἰῶνας, ὧν τὰ ὀνόματα λέγουσι ταῦτα· Βύθιος καὶ [*](LIB. I. i. l. GR. I. i. l. MASS. I i. 3.) Μίξις, 1Ἀγήρατος καὶ Ἑνώσις, Αὐτοφυὴς καὶ Ἡδονὴ, Ἀκίνητος καὶ Σύγκρασις, Μονογενὴς καὶ Μακαρία· οὗτοι δέκα Αἰῶνες, οὓς καὶ φάσκουσιν ἐκ Λόγου καὶ Ζωῆς προβεβλῆσθαι. τὸν δὲ Ἄνθρωπον καὶ αὐτὸν προβαλεῖν μετὰ τῆς Ἐκκλησίας Αἰῶνας δώδεκα, οἷς ταῦτα τὰ ὀνόματα χαρίζονται· Παράκλητος [*](M. 7.) καὶ Πίστις, Πατρικὸς καὶ Ἐλπὶς, Μητρικὸς καὶ Ἀγάπη, 2Ἀείνους καὶ Σύνεσις, Ἐκκλησιαστικὸς καὶ Μακαριότης, [*](G. 9.) Θλητὸς καὶ Σοφία· οὗτοί εἰσιν οἱ τριάκοντα Αἰῶνες τῆς πλάνης αὐτῶν, οἱ 3σεσιγημένοι καὶ μὴ γινωσκόμενοι· τοῦτο τὸ ἀόρατον καὶ πνευματικὸν κατʼ αὐτοὺς πλήρωμα, τριχῆ διεσταμένον 4εἰς ὀγδοάδα, καὶ δεκάδα, καὶ δωδεκάδα. Καὶ διὰ [*](II. xil.)
12
[*](LIB. L. i. l. GR. I. i. l. MASS. I. i. 3.) τοῦτο τὸν Σωτῆρα λέγουσιν (οὐδὲ γὰρ Μύριον ὀνομάζειν αὐτὸν θέλουσι) τριάκοντα ἔτεσι κατὰ τὸ φανερὸν μηδὲν πεποιηκέναι, ἐπιδεικνύντα τὸ μυστήριον τούτων τῶν Αἰώνων. Ἀλλὰ καὶ ἐπὶ τῆς παραβολῆς τῶν εἰς τὸν ἀμπελῶνα πεμπομένων ἐργατῶν φασὶ φανερώτατα τοὺς τριάκοντα τούτους Αἰῶνας μεμηνύσθαι· πέμπονται γὰρ οἱ μὲν περὶ πρώτην ὥραν, οἱ δὲ περὶ τρίτην, οἱ δὲ περὶ ἕκτην, οἱ δὲ περὶ ἐνάτην, ἄλλοι δὲ περὶ ἑνδεκάτην· συντιθέμεναι οὖν αἱ προειρημέναι ὧραι εἰς ἑαυτὰς, τὸν τῶν τριάκοντα ἀριθμὸν ἀναπληροῦσι· μία γὰρ, καὶ τρεῖς, καὶ ἓξ, καὶ ἐννέα, καὶ ἕνδεκα, τριάκοντα γίνονται· διὰ δὲ τῶν ὡρῶν τοὺς Αἰῶνας μεμηνύσθαι θέλουσι. Καὶ ταῦτʼ εἶναι τὰ μεγάλα καὶ θαυμαστὰ καὶ ἀπόῤῥητα
13
Μυστήρια, ἃ καρποφοροῦσιν αὐτοὶ, καὶ εἴ που τι τῶν ἐν [*](LIB. I. i. 2. GR. I. i. 2. MASS. I. ii. 1.) πλήθει εἰρημένων ἐν ταῖς γραφαῖς δυνηθείη προσαρμόσαι, καὶ εἰκάσαι τῷ πλάσματι αὐτῶν.

[*](G. 10. M.8.)

2. Τὸν μὲν οὖν Προπάτορα αὐτῶν γινώσκεσθαι μόνῳ λέγουσι τῷ ἐξ αὐτοῦ γεγονότι Μονογενεῖ, τουτέστι τῷ Νῷ· τοῖς δὲ λοιποῖς πᾶσιν ἀόρατον καὶ ἀκατάληπτον ὑπάρχειν· μόνος δὲ ὁ Νοῦς κατ᾿ αὐτοὺς ἐτέρπετο θεωρῶν τὸν Πατέρα, καὶ τὸ μέγεθος τὸ ἀμέτρητον αὐτοῦ κατανοῶν ἠγάλλετο· καὶ διενοεῖτο καὶ τοῖς λοιποῖς αἰῶσιν ἀνακοινώσασθαι τὸ μέγεθος τοῦ Πατρὸς, ἡλίκος τε καὶ ὅσος ὑπῆρχε, καὶ ὡς ἦν ἄναρχός τε καὶ ἀχώρητος, καὶ οὐ καταληπτὸς ἰδεῖν· 1κατέσχε δὲ αὐτὸν ἡ Σιγὴ βουλήσει τοῦ Πατρὸς, διὰ τὸ θέλειν πάντας αὐτοὺς εἰς ἔννοιαν καὶ πόθον ζητήσεως τοῦ προειρημένου Προπάτορος αὐτῶν ἀγαγεῖν. Καὶ οἱ μὲν λοιποὶ ὁμοίως Αἰῶνες ἡσυχῇ πως ἐπεπόθουν τὸν προβολέα τοῦ σπέρματος αὐτῶν ἰδεῖν, καὶ τὴν ἄναρχον 2ῥίζαν ἱστορῆσαι· προήλατο δὲ πολὺ ὁ τελευταῖος

14
[*](LIB. I. i. 2. GR. I. i. 2. MASS. I. ii. 2.) καὶ νεώτατος τῆς δωδεκάδος, τῆς ὑπὸ τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας, προβεβλημένος Αἰὼν, τουτέστιν ἡ Σοφία, καὶ ἔπαθε πάθος ἄνευ τῆς ἐπιπλοκῆς τοῦ ζνγοῦ l. συζ. τοῦ Θελητοῦ· ἐνήρξατο μὲν ἐν τοῖς περὶ τὸν Νοῦν καὶ τὴν Ἀλήθειαν, 2ἀπέσκηψε δὲ εἰς τοῦτον τὸν παρατραπέντα, 3πρόφασιν μὲν
15
[*](G. 11.) ἀγάπης, τόλμης δὲ, διὰ τὸ μὴ κεκοινωνῆσθαι τῷ Πατρὶ τῷ [*](LIB. I. i. 2. GR. I. i. 2. MASS. I. ii. 2.) τελείῳ, καθὼς καὶ ὁ Νοῦς. Τὸ δὲ πάθος εἶναι ζήτησιν τοῦ Πατρός· ἤθελε γὰρ, ὡς λέγουσι, τὸ μέγεθος αὐτοῦ καταλαβεῖν· ἔπειτα μὴ δυνηθῆναι, διὰ τὸ ἀδυνάτῳ ἐπιβαλεῖν [*](M. 2.) πράγματι, καὶ ἐν πολλῷ πάνυ ἀγῶνι γενόμενον, διά τε τὸ μέγεθος τοῦ βάθους, καὶ τὸ ἀνεξιχνίαστον τοῦ Πατρὸς, καὶ τὴν πρὸς αὐτὸν στοργὴν, 1ἐκτεινόμενον ἀεὶ ἐπὶ τὸ πρόσθεν, 2ὑπὸ τῆς γλυκύτητος αὐτοῦ τελευταῖον ἂν καταπεπόσθαι, καὶ ἀναλελύσθαι εἰς τὴν ὅλην 3οὐσίαν, εἰ μὴ τῇ στηριζούσῃ καὶ ἐκτὸς τοῦ ἀῤῥήτου μεγέθους φυλασσούσῃ τὰ ὅλα συνέτυχε δυνάμει. Ταύτην δὲ τὴν δύναμιν καὶ Ὅρον καλοῦσιν, ὑφʼ ἧς
16
[*](LIB. I. i. 3. GR. I. i. 3. MASS. I. ii. 3.) 1ἐπεσχῆσθαι καὶ ἐστηρίχθαι, καὶ μόγις ἐπιστρέψαντα εἰς ἑαοτὸν, καὶ παισθέντα ὅτι 2ἀκατάληπτός ἐστιν ὁ Πατὴρ, ἀποθέσθαι τὴν προτέραν ἐνθύμησιν σὺν τῷ ἐπιγινομένῳ πάθει ἐκ τοῦ ἐκπλήκτου ἐκείνου θαύματος.

3. Ἔνιοι δὲ αὐτῶν 3πῶς τὸ πάθος τῆς Σοφίας καὶ τὴν ἐπιστροφὴν μυθολογοῦσιν· ἀδυνάτῳ καὶ ἀκαταλήπτῳ πράγματι αὐτὴν ἐπιχειρήσασαν τεκεῖν οὐσίαν ἄμορφον, 4οἵαν φύσιν εἶχε θήλειαν τεκεῖν· ἣν καὶ κατανοήσασαν πρῶτον μὲν λυπηθῆναι, διὰ τὸ ἀτελὲς τῆς γενέσεως, ἔπειτα φοβηθῆναι 5μηδὲ αὐτὸ

17
τὸ εἶναι τελείως ἔχειν· εἶτα ἐκστῆναι καὶ ἀπορῆσαι, ζητοῦσαν [*](LIB. I. i. 3. GR. I. i. 3. MASS. I. ii. 4.) [*](G. 12. M. 10.) 1 τὴν αἰτίαν, καὶ ὅντινα τρόπον ἀποκρύψει τὸ γεγονός. Ἐγκαταγενομένην δὲ τοῖς πάθεσι λαβεῖν ἐπιστροφὴν, καὶ ἐπὶ τὸν Πατέρα ἀναδραμεῖν πειρασθῆναι, καὶ μέχρι τινὸς τολμήσασαν, ἐξασθενῆσαι, καὶ 2ἱκέτιν τοῦ πατρὸς γενέσθαι· συνδεηθῆναι δὲ αὐτῇ καὶ τοὺς λοιποὺς Αἰῶνας, μάλιστα δὲ τὸν Νοῦν. Ἐντεῦθεν λέγουσι πρώτην ἀρχὴν ἐσχηκέναι τὴν 3οὐσίαν, ἐκ τῆς ἀγνοίας, καὶ τῆς λύπης, καὶ τοῦ φόβου, καὶ τῆς ἐκπλήξεως. Ὁ δὲ Πατὴρ τὸν προειρημένον Ὅρον ἐπὶ τούτοις 4διὰ τοῦ Μονογενοῦς
18
[*](LIB. I. i. 3. GR. I. i. 3. MASS. I. ii. 4.) προβάλλεται ἐν εἰκόνι ἰδίᾳ, 1ἀσύζυγον, ἀθήλυντον. Τὸν γὰρ Πατέρα ποτὲ μὲν μετὰ συζυγίας τῆς Σιγῆς, ποτὲ δὲ καὶ [*](cf. p. 11. n. 4.) ὑπέραῤῥεν, καὶ ὑπέρθηλυ εἶναι θέλουσι. Τὸν δὲ Ὅρον τοῦτον καὶ 2Σολλυτρωτὴν l. Σταυρὸν καὶ Λυτρωτὴν καὶ 3Καρπιστὴν, καὶ Ὁροθέτην, καὶ 4Μεταγωγέα καλοῦσι. Διὰ
19
[*](M. 11.) δὲ τοῦ Ὅρου τούτου φασὶ κεκαθάρθαι καὶ ἐστηρίχθαι LIB. I. i. 3. GR. I. i. 3. MASS. I. ii. τὴν Σοφίαν, καὶ ἀποκατασταθῆναι τῇ 1συζογίᾳ· χωρισθείσης γὰρ τῆς Ἐνθυμήσεως ἀπʼ αὐτῆς σὺν τῷ ἐπιγινομένῳ [*](G. 13.) μένῳ πάθει, αὐτὴν μὲν ἐντὸς πληρώματος εἶναι· l. μεῖναι·
20
[*](LIB. I. i. 3. GR. I. i. 3. MASS. I. ii. 5.) Tert. remansisse. τὴν δὲ ἐνθύμησιν αὐτῆς σὺν τῷ πάθει τοῦ Ὅρου ἀφορισθῆναι καὶ ἀποστερηθῆναι l. ἀποσταυρωθῆναι, καὶ ἐκτὸς αὐτοῦ γενομένην, εἶναι μὲν πνευματικὴν οὐσίαν, φυσικήν τινα Αἰῶνος ὁρμὴν τυγχάνουσαν· ἄμορφον δὲ καὶ ἀνείδεον 2διὰ τὸ μηδὲν καταλαβεῖν· καὶ διὰ τοῦτο 3καρπὸν ἀσθενῆ καὶ θῆλυν αὐτὸν λέγουσι.

4. Μετὰ δὲ τὸ ἀφορισθῆναι ταύτην ἐκτὸς τοῦ πληρώματος τῶν Αἰώνων, τήν τε Μητέρα αὐτῆς ἀποκατασταθῆναι τῇ ἰδία συζυγία, 4τὸν Μονογενῆ πάλιν ἑτέραν προβαλέσθαι

21
συζυγίαν κατὰ προμήθειαν τοῦ Πατρὸς, 1ἴνα μὴ ὁμοίως [*](LIB. I. i. 4. GR. I. i. 4. MASS. I. ii. 5.) ταύτῃ πάθῃ τις τῶν Αἰώνων, Χριστὸν καὶ Πιεῦμα ἅγιον εἰς 2πῆξιν καὶ στηριγμὸν τοῦ Πληρώματος, ὑφʼ ὦν καταρτισθῆναι τοὺς Αἰῶνας. 3Τὸν μὲν γὰρ Χριστὸν διδάξαι αὐτοὺς συζογίας φύσιν, ἀγεννήτου κατάληψιν γινώσκοντας, ἱκανοὺς εἶναι, ἀναγορεῦσαί [*](M. 12.) τε ἐν αὐτοῖς τὴν τοῦ πατρὸς ἐπίγνωσιν, ὅτι τε ἀχώρητός ἐστι καὶ ἀκατάληπτος, καὶ οὐκ ἔστιν οὔτε ἰδεῖν οὔτε ἀκοῦσαι αὐτόν· διὰ μόνου τοῦ Μονογενοῦς γινώσκεται. [*](G. 14.) Καὶ τὸ μὲν αἴτιον τῆς αἰωνίου διαμονῆς τοῖς λοιποῖς τὸ πρῶτον 4καταληπτὸν ὑπάρχειν τοῦ Πατρὸς, τῆς δὲ γενέσεως αὐτοῦ καὶ
22
[*](Lib. I 1.4. GR. I. 1.4. MASS.I11.6.) μὲν ἄρτι προβληθεὶς Χριστὸς ἐν αὐτοῖο ἐδημιούργησε. Τὲ δὲ ἓν Πνεῦμα τὸ ἅγιον 2ἐξισωθέντας αὐτοὺς πάντας εὐχαριστεῖν ἐδίδαξε, καὶ τὴν ἀληθινὴν ἀνάπαυσιν ἡγήσατο l. εἰσηγήσατο. Οὕτως τε μορφῇ καὶ γνώμῃ ἴσους κατασταθῆναι τοὺς Αίῶνας λέγουσι, πάντας γενομένους Νόας, καὶ πάντας Λόγους, καὶ πάντας Ἀνθρώπους, καὶ πάντας Χριστούς· καὶ τὰς θηλείας ὁμοίως πάσας Ἀληθείας, καὶ πάσας Ζωὰς, καὶ 3Πνεύματα, καὶ Ἐκκλησίας. Στηριχθέντα δὲ ἐπὶ τούτῳ τὰ ὅλα, καὶ ἀναπαυσάμενα τελέως, μετὰ μεγάλης χαρᾶς φησιν
23
ὑμνῆσαι τὸν Προπάτορα, πολλῆς εὐφρασίας μετασχόντα. [*](LIB. I. i. 4. GR. I. i. 4. MASS. I. ii. 6.) Καὶ ὅπὲρ τῆς εὐποιΐας ταύτης βουλῇ μιᾷ καὶ γνώμῃ τὸ πᾶν Πλήρωμα τῶν Αἰώνων, συνευδοκοῦντος τοῦ Χριστοῦ καὶ τοῦ Πνεύματος, 1τοῦ δὲ Πατρὸς αὐτῶν συνεπισφραγιζμένου, ἕνα ἕκαστον τῶν Αἰώνων, ὅπερ εἶχεν ἐν ἑαυτῷ κάλλιστον καὶ ἀνθηρότατον συνενεγκαμένους καὶ ἐρανισαμένους, καὶ ταῦτα ἁρμοδίως πλέξαντας, καὶ ἐμμελῶς ἑνώσαντας, [*](M. 13.) προβαλέσθαι προβλήματα εἰς τιμὴν καὶ δόξαν 2τοῦ Βυθοῦ, τελειότατον κάλλος τε καὶ 3ἄστρον τοῦ Πληρώματος, τέλειον καρπὸν τὸν Ἰησοῦν, ὃν καὶ Σωτῆρα προσαγορευθῆναι, καὶ Χριστὸν, καὶ Λόγον πατρωνυμικῶς, 4καὶ κατὰ [*](G. 15.) καὶ τὰ Πάντα, διὰ τὸ ἀπὸ πάντων εἶναι· δορυφόροις τε αὐτῶν αὐτῷ εἰς τιμὴν τὴν αὐτῶν 5ὁμογενεῖς Ἀγγέλους συμπροβεβλῆσθαι.

24
[*](LIB. I. i. 5. GR. I. i. 5. MASS. I. iii. I.)

5. Αὕτη μὲν οὖν ἐστιν ἡ ἐντὸς πληρώματος ὑπʼ αὐτῶν λεγομένη πραγματεία, καὶ ἡ τοῦ πεπονθότος Αἰῶνος, καὶ μετὰ μικρὸν ἀπολωλότος, ὡς ἐν πολλῇ ὕλῃ διὰ ζήτησιν τοῦ Πατρὸς συμφορὰ, καὶ ἡ τοῦ Ὅρου, καὶ Στύλου Σταυροῦ, καὶ Λυτρωτοῦ, καὶ Καρπιστοῦ, καὶ Ὁροθέτου, καὶ Μεταγωγέως ἐξ 1ἀγῶνος σύμπηξις, καὶ ἡ τοῦ 2πρώτου Χριστοῦ σὺν τῷ Πνεύματι τῷ ἁγίῳ ἐκ μετανοίας ὑπὸ τοῦ Πατρὸς αὐτῶν μεταγενεστέρα τῶν Αἰώνων γένεσις, καὶ ἡ τοῦ 2δευτέρου Χριστοῦ, [*](M. 14.) ὃν καὶ Σωτῆρα λέγουσιν, ἐξ ἐράνου σύνθετος κατασκευή. Ταῦτα δὲ φανερῶς μὲν μὴ εἰρῆσθαι, διὰ τὸ μὴ πάντας χωρεῖν τὴν γνῶσιν, μυστηριωδῶς δὲ ὑπὸ τοῦ Σωτῆρος διὰ παραβολῶν

25
μεμηνύσθαι τοῖς συνιεῖν δυναμένοις οὕτως· τοὺς μὲν γὰρ τριάκοντα [*](LIB. I. i. GR. I. i. MASS. I. in.) Αἰῶνας μεμηνύσθαι διὰ τῶν τριάκοντα ἐτῶν 1ὡς προέφαμεν, ἐν οἷς οὐδὲν ἐν φανερῷ φάσκουσι πεποιηκέναι τὸν Σωτῆρα, καὶ διὰ τῆς παραβολῆς τῶν ἐργατῶν τοῦ ἀμπελῶνος. Καὶ τὸν [*](G. 16.) Παῦλον φανερώτατα λέγουσι τούσδε Αἰῶνας ὀνομάζειν πολλάκις, ἔτι δὲ καὶ τὴν τάξιν αὐτῶν τετηρηκέναι οὕτως εἰπόντα, εἰς πάσας τὰς γενεὰς τῶν αἰώνων τοῦ αἰῶνος· ἀλλὰ καὶ ἡμᾶς 2ἐπὶ τῆς εὐχαριστίας λέγοντας, εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἐκείνους τοὺς αἰῶνας σημαίνειν· καὶ ὅπου ἂν αἰὼν ἢ αἰῶνες ὀνομάζονται, τὴν ἀναφορὰν εἰς ἐκείνους εἶναι θέλουσι. Τὴν δὲ τῆς δωδεκάδος τῶν Αἰώνων προβολὴν μηνύεσθαι, διὰ τοῦ δωδεκαετῆ ὄντα τὸν Κύριον διαλεχθῆναι τοῖς νομοδιδασκάλοις, καὶ διὰ τῆς τῶν Ἀποστόλων ἐκλογῆς· δώδεκα γὰρ Ἀπόστολοι. Καὶ
26
[*](LIB. I. i. 5. GR. I. i. 5. MASS. I. iii. 2.) τοὺς λοιποὺς δεκαοκτὼ Αἰῶνας φανεροῦσθαι, διὰ τοῦ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν 1δεκαοκτὼ μησὶ λέγειν διατετριφέναι αὐτὸν σὺν τοῖς μαθηταῖς· ἀλλὰ καὶ διὰ τῶν προηγουμένων τοῦ ὀνόματος αὐτοῦ δύο γραμμάτων, τοῦ τε ἰῶτα καὶ τοῦ ἦτα, τοὺς δεκαοκτὼ Αἰῶνας εὐσήμως μηνύεσθαι. Καὶ τοὺς δέκα Αἰῶνας ὡσαύτως διὰ τοῦ ἰῶτα γράμματος, ὃ προηγεῖται τοῦ ὀνόματος αὐτοῦ, σημαίνουσι λέγεσθαι σημαίνεσθαι λέγουσι. καὶ διὰ τοῦτο εἰρηκέναι τὸν Σωτῆρα, ἰῶτα ἓν μία κεραία οὐ μὴ παρέλθῃ ἕως ἂν πάντα γένηται. Τὸ δὲ περὶ τὸν δωδέκατον [*](M. 15.) Αἰῶνα γεγονὸς πάθος 2ὑποσημαίνεσθαι λέγουσι τῆς ἀποστασίας [*](11. xxxvi.) στασίας διὰ Ἰούδαν, ὃς δωδέκατος ἦν τῶν Ἀποστόλων, γενομένης προδοσίας δείκνυσθαι λέγουσι, καὶ ὅτι τῷ 3 δωδεκάτῳ
27
μηνὶ ἔπαθεν· ἐνιαυτῷ γὰρ ἑνὶ βούλονται αὐτὸν μετὰ τὸ βάπτισμα [*](LIB. I. i. 5. GR. I. i. 5. MASS. I. iii. 3.) αὐτοῦ κεκηρυχέναι. Ἔτι τε ἐπὶ τῆς αἱμοῤῥούσης σαφέ- τοῦτο δηλοῦσθαι· δώδεκα γὰρ ἔτη παθοῦσαν αὐτὴν ὑπὸ [*](G. 17.) τῆς τοῦ Σωτῆρος παρουσίας τεθεραπεῦσθαι, ἁψαμένην τοῦ κρασπέδου αὐτοῦ, καὶ διὰ τοῦτο εἰρηκέναι τὸν Σωτῆρα, τίς μου ἥψατο; διδάσκοντα τοὺς μαθητὰς τὸ γεγονὸς ἐν τοῖς αἰῶσι μυστήριον, καὶ τὴν ἴασιν τοῦ πεπονθότος αἰῶνος· 1ἡ γὰρ παθοῦσα δώδεκα ἔτη, ἐκείνη ἡ δύναμις, ἐκτεινομένης αὐτῆς, καὶ εἰς ἄπειρον ῥεούσης τῆς οὐσίας, ὡς λέγουσιν, εἰ μὴ ἔψαυσε τοῦ φορήματος αὐτοῦ, τουτέστι τῆς ἀληθείας τῆς πρώτης τετράδος, ἥτις διὰ τοῦ κρασπέδου μεμήνυται, 3ἀνελύθη ἂν εἰς τὴν οὐσίαν αὐτῆς·
28
[*](LIB. I. i. 5. GR. I. i. 5. MASS. I. iii. 3.) ἀλλὰ 1ἔστη καὶ ἐπαύσατο τοῦ πάθους· ἡ γὰρ ἐξελθοῦσα δύναμις [*](M. 16.) τούτου, εἶναι δὲ ταύτης ταύτην τὸν Ὅρον θέλουσιν, ἐθεράπευσεν αὐτὴν, καὶ τὸ πάθος ἐχώρισεν ἀπʼ αὐτῆς. Τὸ δὲ, 2Σωτῆρα τὸν ἐκ πάντων ὄντα τὸ πᾶν εἶναι, διὰ τοῦ λόγου τοῦ τούτου, πᾶν ἄῤῥεν διανοῖγον μήτραν, δηλοῦσθαι λέγουσιν· ὃς τὸ πᾶι ὢν, 3διήνοιξε τὴν μήτραν τῆς Ἐνθυμήσεως τοῦ πεπονθότος 4Αἰῶνος, καὶ ἐξορισθείσης ἐκτὸς τοῦ πληρώματος· ἣν δὴ καὶ δευτέραν ὀγδοάδα καλοῦσι, περὶ ἧς μικρὸν ὕστερον [*](G. 18.) ἐροῦμεν. Καὶ ὁπὸ τοῦ Παύλου δὲ φανερῶς διὰ τοῦτο εἰρῆσθαι λέγουσι· 5καὶ αὐτός ἐστι τὰ πάντα· καὶ πάλιν, πάντα εἰς
29
αὐτὸν, καὶ ἐξ αὐτοῦ τὰ πάντα· καὶ πάλιν, ἐν αὐτῷ κατοικεῖ πᾶν [*](LIB. I. i. 5. GR. I. i. 5. MASS. I. iii. 4.) τὸ πλήρωμα τῆς θεότητος· καὶ τὸ, ἀνακεφαλαιώσασθαι δὲ τὰ πάντα ἐν τῷ Χριστῷ διὰ τοῦ Θεοῦ suppl. οὕτως, ἑρμυνεύουσιν εἰρῆσθαι, καὶ εἴ τινα ἄλλα τοιαῦτα.

6. Ἔπειτα περὶ τοῦ Ὅρου αὐτῶν, ὃν δὴ καὶ πλείοσιν ὀνόμασι καλοῦσι, δύο ἐνεργείας ἔχειν αὐτὸν ἀποφαινόμενοι, τὴν ἑδραστικὴν καὶ τὴν μεριστικήν· καὶ καθὰ μὲν ἑδράζει καὶ 1στορίζει, Σταυρὸν εἶναι, καθὸ δὲ μερίζει καὶ διορίζει, Ὅρον· τὸν μὲν Σταυρὸν l. Σωτῆρα οὕτως λέγουσι μεμηνυκέναι τὰς ἐνεργείας αὐτοῦ· καὶ πρῶτον μὲν τὴν ἑδραστικὴν ἐν τῷ εἰπεῖν· [*](M. 17.) 2ὃς οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ μοι, μαθητὴς ἐμὸς οὐ δύναται γενέσθαι· καὶ ἄρας τὸν σταυρὸν αὐτοῦ,

30
[*](LIB. I. i. 6. GR. I. i. 6. MASS. I. iii. 5.) ἀκολουθεῖ μοι· τὴν δὲ διοριστικὴν αὐτοῦ ἐν τῷ εἰπεῖν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ κάχαιραν. Καὶ τὸν Ἰωάννην δὲ λέγουσιν αὐτὸ τοῦτο μεμηνυκέναι, εἰπόντα· τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα, καὶ συνάξει τὸν σίτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ· καὶ διὰ τούτου τὴν ἐνέργειαν τοῦ Ὅρου μεμηνυκέναι· πτύον γὰρ ἐκεῖνον τὸν Σταυρὸν ἑρμηνεύουσιν εἶναι, 1ὃν δὴ f. l. δεῖ καὶ ἀναλίσκειν τὰ ὑλικὰ πάντα, ὡς ἄχυρα πῦρ· καθαίρειν δὲ τοὺς σωζομένους, ὡς τὸ πτύον τὸν σῖτον. Παῦλον δὲ τὸν Ἀπόστολον καὶ αὐτὸν ἐπιμιμνήσκεσθαι τούτου τοῦ Σταυροῦ λέγουσιν οὕτως· ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ· καὶ πάλιν· ἐμοὶ δὲ μὴ γένοιτο ἐν μηδενὶ καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Ἰησοῦ, δἰ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, [*](G. 19.) κᾀγὼ τῷ κόσμῳ. Τοιαῦτα μὲν οὖν περὶ τοῦ πληρώματος αὐτῶν, καὶ τοῦ πλάσματος πάντες l. τοῦ πάντος λέγουσιν, 2ὲφαρμόζειν
31
βιαζόμενοι τὰ καλῶς εἰρυμένα τοῖς κακῶς ἐπινενουμένοις [*](LIB. I. i. 6. GR. I. i. 6. MASS. I. iii. 6.) ὑπʼ αὐτῶν· καὶ οὐ μόνον ἐκ τῶν εὐαγγελικῶν καὶ τῶν ἀποστολικῶν πειρῶνται τὰς ἀποδείξεις ποιεῖσθαι, παρατρέποντες τὰς ἑρμηνείας, καὶ ῥᾳδιουργοῦντες τὰς ἐξηγήσεις· ἀλλὰ, καὶ ἐκ νόμου καὶ προφητῶν, ἅτε πολλῶν παραβολῶν καὶ ἀλληγοριῶν εἰρημένων, καὶ εἰς πολλὰ ἕλκειν δυναμένων τὸ ἀμφίβολον διὰ τῆς ἐξηγήσεως, ἕτεροι δὲ δεινῶς, 1δεινοτέρως τῷ πλάσματι [*](M. 18.) αὐτῶν καὶ δολίως ἐφαρμόζοντες, αἰχμαλωτίζουσιν ἀπὸ τῆς ἀληθείας τοὺς μὴ ἑδραίαν τὴν πίστιν 2εἰς ἕνα Θεὸν πατέρα παντοκράτορα, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ Θεοῦ διαφυλάσσοντας.

7. Τὰ δὲ ἐκτὸς τοῦ πληρώματος λεγόμενα ὑπ᾿ αὐτῶν ἐστι τοιαῦτα· τὴν Ἐνθύμησιν τῆς ἄνω Σοφίας, ἣν καὶ 3 καλοῦσιν, ἀφορισθεῖσαν τοῦ ἄνω πληρώματος σὺν τῷ πάθει λέγουσιν, ἐν σκιαῖς καὶ 4σκηνώματος κενώματος τόποις

32
[*](LIB. I. i. 7. GR. I. i. 7. MASS. I. iv. l.) ἐκβεβράσθαι κατὰ ἀνάγκην. Ἔξω γὰρ 1φωτὸς ἐγένετο καὶ Πληρώματος, ἄμορφος καὶ ἀνείδεος, ὥσπερ ἔκτρωμα, διὰ τὸ μηδὲν 2κατειληφέναι· οἰκτείραντά τε αὐτὴν τὸν ἄνω Χριστὸν, καὶ διὰ τοῦ Σταυροῦ ἐπεκταθέντα, 3τῇ ἰδία δυνάμει μορφῶσαι μόρφωσιν τὴν κατʼ οὐσίαν μόνον, ἀλλʼ οὐ τὴν κατὰ γνῶσιν· καὶ πράξαντα τοῦτο 4ἀναδραμεῖν συστείλαντα αὐτοῦ τὴν δύναμιν, καὶ καταλιπεῖν, ὅπως αἰσθομένη τοῦ περὶ αὐτὴν πάθους διὰ τὴν ἀπαλλαγὴν τοῦ Πληρώματος, ὀρεχθῇ τῶν
33
διαφερόντων, ἔχουσά τινα ὀδμὴν ἀφθαρσίας, ἐγκαταλειφθεῖσαν [*](LIB. I. i. 6. GR. I. i. 6. MASS. I. iv. l.) αὐτὴν l. αὐτῇ ὑπὸ τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου 1 Πνεύατος. [*](G. 20.) Διὸ καὶ 2αὐτὴν τοῖς ἀμφοτέροις ὀνόμασι καλεῖσθαι, 3 τε πατρωνυμικῶς, (ὁ γὰρ πατὴρ αὐτῆς Σοφία κληΐζεται), καὶ [*](M. 19.) πνεῦμα ἅγιον ἀπὸ τοῦ περὶ τὸν Χριστὸν πνεύματος. Μορφωθεῖσάν τε αὐτὴν, καὶ 4ἔμφρονα γενηθεῖσαν, παραυτίκα δὲ κενωθεῖσαν ἀοράτου αὐτῇ συνόντος Λόγου, τουτέστι τοῦ Χριστοῦ, 5ἐπὶ ζήτησιν ὁρμῆσαι τοῦ καταλιπόντος αὐτὴν [*](inf. § 8.) φωτὸς καὶ μὴ δυνηθῆναι καταλαβεῖν αὐτὸ, διὰ τὸ κωλυθῆναι ὑπὸ τοῦ Ὅρου. Καὶ ἐνταῦθα τὸν Ὅρον κωλύοντα αὐτὴν τῆς εἰς τοὔμπροσθεν ὁρμῆς εἰπεῖν Ἰαώ· ὅθεν τὰ 8Ἰαὼ ὄνομα
34
[*](LIB. I. i. 7. GR. I. i. 7. MASS. I. iv. l.) γεγενῆσθαι φάσκουσι. Μὴ δονηθείσαν δὲ διοδεῦσαι τὸν Ὅρον, διὰ τὸ συμπεπλέχθαι τῷ πάθει, καὶ μόνην ἀπολειφθεῖσαν ἔξω, παντὶ μέρει τοῦ πάθους ὑποπεσεῖν πολυμεροῦς καὶ πολυποικίλου ὑπάρχοντος, καὶ παθεῖν, λύπην μὲν, ὅτι οὐ κατέλαβε· φόβον δὲ, μὴ καθάπερ 1αὐτὴν τὸ φῶς, οὕτω καὶ τὸ ζῇν ἐπιλίπῃ· 2ἀπορίαν τε ἐπὶ τούτοις· 3ἐν ἀγνοία δὲ τὰ πάντα.
35
Καὶ οὐ καθάπερ ἡ μήτηρ αὐτῆς, ἡ πρώτη Σοφία καὶ Αἰὼν, [*](LIB. I. i. 7. GR. I. i. 7. MASS. I. iv. l.) 1ἑτεροίωσιν ἐν τοῖς πάθεσιν εἶχεν, ἀλλὰ ἐναντιότητα. Ἐπισυμβεβηκέναι δʼ αὐτῇ καὶ ἑτέραν διάθεσιν, τὴν τῆς ἐπιστροφῆς ἐπὶ τόν ζωοποιήσαντα. Ταύτην 2σύστασιν καὶ οὐσίαν τῆς ὕλης [*](G. 21.) γεγενῆσθαι λέγουσιν, ἐξ ἧς ὅδε ὁ κόσμος συνέστηκεν. Ἐκ μὲν γὰρ τῆς ἐπιστροφῆς τὴν τοῦ κόσμου καὶ 3τοῦ δημιουργοῦ πᾶσαν ψυχὴν τὴν γένεσιν εἰληφέναι, ἐκ δὲ τοῦ φόβου καὶ τῆς λύπης τὰ λοιπὰ τὴν ἀρχὴν ἐσχηκέναι· 4ἀπὸ γὰρ τῶν δακρύων αὐτῆς [*](cf. § 10.) γεγονέναι πᾶσαν ἔνυγρον οὐσίαν· ἀπὸ δὲ τοῦ γέλωτος, τὴν [*](M. 20.) φωτεινήν· ἀπὸ δὲ τῆς λύπης καὶ τῆς ἐκπλήξεως, τὰ σωματικὰ
36
[*](LIB. I. i. 7. GR. I. i. 7. MASS. I. iv. 2.) τοῦ κόσμου στοιχεῖα. Ποτὲ μὲν γὰρ ἔκλαιε καὶ ἐλυπεῖτο, ὡς λέγουσι, διὰ τὸ καταλελείφθαι μόνην ἐν τῷ σκότει καὶ τῷ κενώματι· ποτὲ δὲ εἰς ἔννοιαν ἥκουσα τοῦ καταλιπόντος αὐτὴν φωτὸς, διεχεῖτο καὶ ἐγέλα· ποτὲ δ᾿ αὖ πάλιν ἐφοβεῖτο· ἄλλοτε δὲ διηπόρει, καὶ ἐξίστατο.

8. Καὶ τί γάρ τραγῳδία πολλὴ λοιπὸν ἦν ἐνθάδε, καὶ φαντασία ἑνὸς ἑκάστου αὐτῶν, ἄλλως καὶ ἄλλως 1 ἐκδιηγουμένου ἐκ ποταποῦ πάθους, ἐκ ποίου στοιχείου 2ἡ οὐσία [*](cf. note 2.) τὴν γένεσιν εἴληφεν· ἃ καὶ εἰκότως δοκοῦσί μοι μὴ ἅπαντας θέλειν ἐν φανερῷ διδάσκειν, ἀλλʼ μόνους ἐκείνους τοὺς καὶ μεγάλους μισθοὺς ὑπὲρ τηλικούτων μυστηρίων τελεῖν δυναμένους. Οὐκέτι γὰρ ταῦτα ὅμοια ἐκείνοις, περὶ ὧν ὁ Κύριος ὑμῶν εἴρηκε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἀλλὰ ἀνακεχωρηκότα, καὶ τερατώδη καὶ βαθέα μυστήρια μετὰ πολλοῦ καμάτου περιγινόμενα τοῖς φιλοψευδέσι. Τίς γὰρ οὐκ ἂν ἐκδαπανήσειε πάντα τὰ ὑπάρχοντα αὐτοῦ, ἵνα μάθῃ, ὅτι ἀπὸ τῶν δακρύων τῆε Ἐνθυμήσεως τοῦ πεπονθότος Αἰῶνος, θάλασσαι, καὶ πηγαὶ, καὶ ποταμοὶ, καὶ πᾶσα ἔνυδρος οὐσία τὴν

37
γένεσιν εἴληφεν, ἐς δὲ τοῦ γέλωτος αὐτῆς τὸ φῶς, καὶ ἐκ [*](LIB. I. i. 8. GR. I. i. 8. MASS. I. iv. 3.) τῆς ἐκπλήξεως καὶ τῆς ἀμηχανίας τὰ σωματικὰ τοῦ κόσμου στοιχεῖα; Βούλομαι δὲ καὶ αὐτὸς συνεισενεγκεῖν τι τῇ καρποφορία αὐτῶν. Ἐπαιδὴ γὰρ ὁρῶ τὰ μὲν γλυκέα ὕδατα ὄντα, [*](G. 22.) οἶον πηγὰς, καὶ ποταμοὺς, καὶ ὄμβρους, καὶ τὰ τοιαῦτα· τὰ δὲ ἐπὶ ταῖς θαλάσσαις ἁλμυρά· ἐπινοῶ μὴ πάντα ἀπὸ τῶν δακρύων αὐτῆς προβεβλῆσθαι, διότι τὸ δάκρυον ἁλμυρὸν τῇ ποιότητι ὑπάρχει· φανερὸν οὖν, ὅτι τὰ ἁλμυρὰ ὕδατα ταῦτά ἐστι τὰ ἀπὸ τῶν δακρύων. Εἰκὸς δὲ αὐτὴν ἐν ἀγωνίᾳ πολλῇ [*](M. 21.) καὶ ἀμηχανίᾳ γεγονυῖαν καὶ ἱδρωκέναι· ἐντεῦθεν δὴ κατὰ τὴν ὑπόθεσιν αὐτῶν ὑπολαμβάνειν δεῖ, πηγὰς καὶ ποταμοὺς, καὶ εἴ τινα ἄλλα γλυκέα ὕδατα ὑπάρχει τὴν γένεσιν μὴ l. μετεσχ. ἐσχοκέναι ἀπὸ τῶν δακρύων ἱδρώτων αὐτῆς· ἀπίθανον γὰρ, μιᾶς ποιότητος οὔσης τῶν δακρύων, τὰ μὲν ἁλμυρὰ, τὰ δὲ γλυκέα ὕδατα ἐξ αὐτῶν προελθεῖν· τοῦτο δὲ πιθανώτερον, τὰ μὲν εἶναι ἀπὸ τῶν δακρύων, τὰ δὲ ἀπὸ τῶν ἱδρώτων. Ἐπαιδὴ
38
[*](LIB. I. i. 8. GR. I. i. 8. MASS. I. iv. 4.) καὶ θερμὰ καὶ δριμέα τινὰ ὕδατά ἐστιν ἐν τῷ κόσμῳ, νοεῖν ὀφείλεις, τὶ ποιήσασα, καὶ ἐκ ποίου μορίου προήκατο ταῦτα· ἁρμόζουσι γὰρ τοιοῦτοι καρποὶ τῇ ὑποθέσει αὐτῶν. Διοδεύσασαν οὖν πᾶν πάθος τὴν Μητέρα αὐτῶν, καὶ μόγις ὑπερκύψασαν, 1ἐπὶ ἱκεσίαν τραπῆναι τοῦ καταλιπόντος αὐτὴν φωτὸς, τουτέστι τοῦ Χριστοῦ, λέγουσιν· ὃς ἀνελθὼν μὲν εἰς τὸ πλήρωμα, αὐτὸς μὲν εἰκὸς ὅτι 2ὤκνησεν ἐκ δευτέρου κατελθεῖν, τὸν 3Παράκλητον δὲ ἐξέπεμψεν εἰς αὐτὴν, τουτέστι τὸν σωτῆρα, 4ἐνδόντος αὐτῷ πᾶσαν τὴν δύναμιν τοῦ πατρὸς, καὶ πᾶν ὑπ᾿ ἐξουσίαν παραδόντος, 5καὶ τῶν αἰώνων δεόμενος δὲ ὁμοίως, ὅπως ἐν αὐτῷ τὰ πάντα κτισθῇ τὰ ὁρατὰ καὶ τὰ [*](G. 23.) ἀόρατα, Θρόνοι, 6θεότητες, κυριότητες· ἐκπέμπεται δὲ πρὸς
39
αὐτὴν μετὰ τῶν 1ἡλικιωτῶν αὐτοῦ τῶν Ἀγγέλων. Τὴν δὲ [*](LIB. I. i. 8. GR. I. i. 8. MASS. I. iv. 5.) Ἀχαμὼθ ἐντραπεῖσαν αὐτὸν λέγουσι πρῶτον μὲν 2 ἐπιθέσθαι δἰ αἰδῶ, μετέπειτα δὲ ἰδοῦσαν αὐτὸν σὺν ὅλῃ τῇ [*](M. 22) 3καρποφορίᾳ αὐτοῦ, προσδραμεῖν αὐτῷ, δύναμιν λαβοῦσαν ἐκ τῆς ἐπιφανείας αὐτοῦ· κᾀκεῖνον μορφῶσαι αὐτὴν 4μόρξωσιν τὴν κατὰ γνῶσιν, καὶ ἴασιν τῶν παθῶν ποιήσασθαι αὐτῆς· χωρίσαντα δʼ αὐτὰ αὐτῆς, 5μὴ ἀμελήσαντα δὲ αὐτῶν, οὐ γὰρ ἦν 6δονατὰ ἀφανισθῆναι, ὡς τὰ 7τῆς προτέρας, διὰ τὸ ἑκτικὰ
40
[*](LIB. I. i. 8. GR. I. i. 8. MASS. I. iv. 5.) ἤδη καὶ 1δυνατὰ εἶναι· ἀλλʼ ἀποκρίναντα 2χωρήσει τοῦ χωρὶς, εἶτα συγχέαι καὶ πῆξαι, καὶ ἐξ ἀσωμάτου πάθους εἰς 3ἀσώματον τὴν ὕλην μεταβαλεῖν αὐτά· εἶθʼ οὕτως ἐπιτηδειότητα καὶ [*](G. 24.) φύσιν ἐμπεποιηκέναι αὐτοῖς, ὥστε εἰς συγκρίματα καὶ σώματα ἐλθεῖν, πρὸς τὸ γενέσθαι 4δύο οὐσίας, τὴν φαύλην τῶν παθῶν,
41
τήν τε τῆς ἐπιστροφῆς ἐμπαθῆ· καὶ διὰ τοῦτο δυνάμει τὸν [*](LIB. I. i. 8. GR. I. i. 8. MASS. I. iv. 5.) Σωτῆρα 1δεδημιουργηκέναι φάσκουσι. Τήν τε Ἀχαμὼθ ἐκτὸς πάθους γενομένην, καὶ 2συλλαβοῦσαν τῇ χαρ τῶν ἐν αὐτῷ [*](M. 23.) φώτων τὴν θεωρίαν, τουτέστι τῶν Ἀγγέλων τῶν μετʼ αὐτοῦ, καὶ 3ἐγκισσήσασαν αὐτοὺς, κεκυηκέναι καρποὺς κατὰ τὴν εἰκόνα διδάσκουσι, κύημα πνευματικὸν καθʼ ὁμοίωσιν γεγονότως γεγονὸς τῶν δορυφόρων τοῦ Σωτῆρος.

9. Τριῶν οὖν ἤδη τούτων ὑποκειμένων κατ᾿ αὐτοὺς, τοῦ μὲν ἐκ τοῦ πάθους, ὃ ἦν ὅλη· τοῦ δὲ ἐκ τῆς 4ἐπιστροφῆς, ὃ

42
[*](LIB. I. i. 9. GR. I. i. 9. MASS. I. v. l.) ἦν τὸ ψυχικόν· τοῦ δὲ ἀπεκύησε, τουτέστι τὸ πνευματικὸν, [*](Bul Def. Fid. N. II. i. l.) οὕτως ἐτράπη ἐπὶ τὴν μόρφωσιν αὐτῶν. Ἀλλὰ τὸ μὲν πνευματικὸν μὴ δεδονῆσθαι αὐτῇ αὐτὴν μορφῶσαι, ἐπειδὴ ὁμοούσιον ὑπῆρχεν αὐτῇ· τετράφθαι δὲ ἐπὶ τὴν μόρφωσιν τῆς γενομένης ἐκ τῆς ἐπιστροφῆς αὐτῆς ψυχικῆς οὐσίας, 1προβαλεῖν τε τὰ παρὰ τοῦ Σωτῆρος μαθήματα. Καὶ πρῶτον μεμορφωκέναι αὐτὴν ἐκ τῆς ψυχικῆς οὐσίας λέγουσι τὸν Πατέρα καὶ βασιλέα πάντων, τῶν τε ὁμοουσίων αὐτῷ, τουτέστι τῶν ψυχικῶν, ἃ δὲ 2δεξιὰ καλοῦσι, καὶ τῶν ἐκ τοῦ πάθους καὶ τῆς ὕλης, ἃ δὴ ἀριστερὰ καλοῦσι· πάντα γὰρ τὰ κατ᾿ f. l. μετʼ αὐτὸν φάσκουσι μεμορφωκέναι, λεληθότως κινούμενον ὑπὸ τῆς Μητρός· ὅθεν καὶ 3Μητροπάτορα, καὶ Ἀπάτορα, καὶ Δημιουργὸν [*](M. 24. G. 25.) αὐτὸν, καὶ Πατέρα καλοῦσι· τῶν μὲν διξιῶν πατέρα λέγοντες αὐτὸν, τουτέστι τῶν ψυχικῶν· τῶν δὲ ἀριστερῶν, τουτέστι τῶν ὑλικῶν, δημιουργὸν, συμπάντων δὲ βασιλέα. Γὴν γὰρ Ἐνθόμησιν ταύτην βουληθεῖσαν εἰς τιμὴν τῶν Αἰώνων τὰ πάντα ποιῆσαι, εἰκόνας λέγουσι πεποιηκέναι αὐτῶν, 4μᾶλλον δὲ τὸν Σωτῆρα δι᾿
43
αὐτῆς· καὶ αὐτὴν ἑαυτὴν μὲν 1ἐν εἰκόνι τοῦ ἀοράτου Πατρὸς [*](LIB. I. i. 9. GR. I. i. 9. MASS. I. v. l.) τετηρηκέναι μὴ γινωσκομένην ὑπὸ τοῦ δημιουργοῦ· τοῦτον δὲ τοῦ μονογενοῦς υἱοῦ, τῶν δὲ λοιπῶν Αἰώνων τοὺς ὑπὸ τούτων τούτου γεγονότας Ἀρχαγγέλους τε καὶ Ἀγγέλους. Πατέρα οὖν καὶ Θεὸν λέγουσιν αὐτὸν γεγονέναι τῶν ἐκτὸς τοῦ πληρώματος, ποιητὴν ὄντα πάντων ψυχικῶν τε καὶ ὑλικῶν· διακρίναντα γὰρ τὰς δύο οὐσίας συγκεχυμένας, καὶ ἐξ ἀσωμάτων 2σωματοποιήσαντα, δεδημιουργηκέναι τά τε οὐράνια καὶ τὰ γήϊνα, καὶ γεγονέναι ὑλικῶν καὶ ψυχικῶν, 3δεξιῶν καὶ ἀριστερῶν δημιουργὸν, κούφων καὶ βαρέων, ἀνωφερῶν καὶ
44
[*](LIB. I. i. 9. GR. I. i. 9. MASS. I. v. 2.) κατωφερῶν· 1ἑπτὰ γὰρ l. καὶ  οὐρανοὺς κατεσκεακέναι, ὧν ἐπάνω τὸν Δημιουργὸν εἶναι λέγουσι· καὶ διὰ τοῦτο καλοῦσιν αὐτὸν, τὴν δὲ μητέρα τὴν Ἀχαμὼθ Ὀῳδοάδα, ἀποσώζουσαν τὸν ἀριθμὸν τοῦ τῆς ἀρχεγόνου, καὶ πρὸ τῆς πρώτης τοῦ πληρώματος Ὀγδοάδος. Τοὺρ δὲ ἑπτὰ οὐρανοὺς οὐκ d. οὐκ εἶναι 3νοητούς f. l. νοερούς φασιν· Ἀγγέλους δὲ
45
αὐτοὺς ὑποτίθενται, καὶ τὸν δημιουργὸν δὲ καὶ αὐτὸν ἄγγελον [*](LIB. I. i. 9. GR. I. i. 9. MASS. I. v. 2.) Θεῷ ἐοικότα· ὡς καὶ τὸν Παράδεισον ὑπὲρ τρίτον οὐρανὸν [*](M. 25.) ὄντα, τέταρτον Ἄγγελον λέγουσι δυνάμει ὑπάρχειν, καὶ ἀπὸ τούτου τι εἰληφέναι τὸν Ἀδὰμ διατετριφότα ἐν αὐτῷ. Ταῦτα [*](G. 26.) δὲ τὸν δημιουργὸν φάσκουσιν ἀφʼ ἑαυτοῦ μὲν 1ὠῆσθαι κατασκευάζειν, πεποιηκέναι δ᾿ αὐτὰ τῆς Ἀχαμὼθ προβαλλούσης· οὐρανὸν πεποιηκέναι μὴ εἰδότα τὸν οὐρανόν· καὶ ἄνθρωπον πεπλακέναι, μὴ εἰδότα τὸν ἄνθρωπον· γῆν τε δεδειχέναι, μὴ ἐπιστάμενον τὴν γῆν· καὶ ἐπὶ πάντων οὕτως λέγουσιν 2ἠγνοηκέναι αὐτῶν τὰς ἰδέας ὧν ἐποίει, καὶ αὐτὴν τὴν μητέρα· αὐτὸν δὲ μόνον ὠῆσθαι πάντα εἶναι. Αἰτίαν δ᾿ αὐτῷ γεγονέναι τὴν μητέρα τῆς οἰήσεως ταύτης φάσκουσιν, τὴν οὕτω βουληθεῖσαν προαγαγεῖν αὐτὸν, κεφαλὴν μὲν καὶ ἀρχὴν τῆς ἰδίας οὐσίας, κύριον δὲ τῆς ὅλης πραγματείας. 3Ταύτην δὲ τὴν
46
[*](LIB. I. i. 9. GR. I. i. 9. MASS. I. v. 3.) Μητέρα καὶ Ὀγδοάδα καλοῦσι, καὶ Σοφίαν, καὶ Γῆν, καὶ Ἱερουσαλὴμ, καὶ ἅγιον Πνεῦμα, καὶ Κύριον ἀρσενικῶς. Ἔχειν δὲ τὸν τῆς μεσότητος τόπον αὐτὴν, καὶ εἶναι ὑπεράνω μὲν τοῦ Δημιουργοῦ, ὑποκάτω δὲ ἢ ἔξω τοῦ Πληρώματος μέχρι 1συντελείας.

10. Ἐπεὶ οὖν τὴν ὑλικὴν οὐσίαν ἐκ τριῶν παθῶν συστῆναι λέγουσι, φόβου τε, καὶ 2λύπης, καὶ ἀπορίας· ἐκ μὲν τοῦ φόβου καὶ τῆς ἐπιστροφῆς τὰ ψυχικὰ τὴν σύστασιν εἰληφέναι· ἐκ μὲν τῆς ἐπιστροφῆς τὸν Δημιουργὸν βούλονται τήν γένεσιν ἐσχηκέναι, ἐκ δὲ τοῦ φόβου τὴν λοιπὴν πᾶσαν ψυχικὴν ὑπόστασιν, ὡς ψυχὰς ἀλόγων ζώων, καὶ θηρίων, καὶ ἀνθρώπων. Διὰ τοῦτο ἀτονώτερον αὐτὸν ὑπάρχοντα πρὸς τὸ [*](M. 26.) γινώσκειν τινὰ πνευματικὰ, 3αὑτὸν νενομικέναι μόνον εἶναι

47
Θεὸν, καὶ διὰ τῶν Προφητῶν εἰρηκέναι· ἐγὼ Θεὸς, πλὴν ἐμοῦ [*](LIB. I. i. 10. GR. I. i. 10. MASS. I. v. 4.) οὐδείς. 1Ἐκ δὲ τῆς λύπης τὰ πνειματικὰ τῆς πονορίας διδάσκουσι γεγονέναι· ὅθεν τὸν 2Διάβολον τὴν γένεσιν ἐσχηκέναι, ὃν καὶ 3κοσμοκράτορα καλοῦσι, καὶ τὰ δαιμόνια, καὶ τοὺς ἀγγέλους, καὶ πᾶσαν τὴν πνευματικὴν τῆς πονηρίας ὑπόστασιν.
48
[*](LIB. I. i. 10. GR. I. i. 10. MASS. I. v. 4.) Ἀλλὰ τὸν μὲν Δημιουργὸν οἱὸν τῆς Mητρὸς αὐτῶν λέγουσι, τὸν δὲ κοσμοκράτορα κτίσμα τοῦ Δημιουργοῦ· καὶ τὸν μὲν [*](G. 27.) κοσμοκράτορα γινώσκειν τὰ ὑπὲρ αὐτὸκ, ὅτι 1πνεῦμά πνευματικά ἐστι τῆς πονηρίας· τὸν δὲ Δημιουργὸν ἀγνοεῖν, ἅτε ψυχικὰ ὑπάρχοντα. Οἰκείν δὲ τὴν Μητέρα αὐτῶν εἰς τὸν ὑπερουράνιον τόπον, τουτέστιν ἐν τῇ μεσότητι· τὸν Δημιουργὸν δὲ εἰς τὸν 2ὑπερουράνιον ἐπουράνιον, τουτέστιν ἐν τῇ ἑβδομάδι· τὸν δὲ παντοκράτορα κοσμοκράτορα ἐν τῷ καθ᾿ ἡμᾶς κόσμῳ. Ἐκ δὲ τῆς ἐκπλήξεως καὶ τῆς ἀμυχανίας l. ἀπομίας, ὡς ἐκ τοῦ ἀσημοτέρου τὰ σωματικὰ, καθὼς προείπαμεν, τοῦ κόσμου στοιχεῖα γεγονέναι· τὴν l. γῆν μὲν κατὰ τῆς ἐκπλήξεως στάσιν, ὕδωρ δὲ κατὰ τὴν τοῦ φόβου τῶν δακρύων d. τῶν δακρύων κίνησιν, 3ἀέρα τε κατὰ τὴν λύπης πῆξιν· τὸ
49
[*](M. 27.) δὲ πῦρ ἅποσιν αὐτοῖς ἐκπεφυκέναι θάνατον καὶ φθορὰν, ὡς [*](LIB. I. i. 10. GR. I. i. 10. MASS. I. v. 4.) καὶ τὴν ἄγνοιαν τοῖς τρισὶ πάθεσιν ἐγκεκρύφθαι διδάσκουσι. Δημιουργήσαντα δὴ τὸν κόσμον, πεποιηκέναι καὶ τὸν ἄνθρωπον τὸν χοϊκόν· οὐκ ἀπὸ ταύτης δὲ τῆς ξηρᾶς γῆς, ἀλλʼ ἀπὸ τῆς ἀοράτου οὐσίας, ἀπὸ τοῦ κεχυμένου καὶ ῥευστοῦ τῆς ὕλης λαβόντα· καὶ εἰς τοῦτον ἐμφυσῆσαι τὸν ψυχικὸν διορίζονται. Καὶ τοῦτον εἶναι τὸν κατʼ εἰκόνα καὶ ὁμοίωσιν γεγονότα· κατʼ εἰκόνα μὲν τὸν ὑλικὸν ὑπάρχειν, παραπλήσιον μὲν, ἀλλʼ οὐχ 2ὁμοούσιον τῷ Θεῷ· καθʼ ὁμοίωσιν δὲ τὸν ψυχικὸν, ὅθεν καὶ πνεῦμα ζωῆς τὴν οὐσίαν αὐτοῦ εἰρῆσθαι, ἐκ πνευματικῆς [*](G. 28.) ἀποῤῥοίας οὗσαν. Ὕστερον δὲ περιτεθεῖσθαι λέγουσιν αὐτῷ τὸν
50
[*](LIB. I. i. 10. GR. I. i. 10. MASS. I. v. 5.) δερμάτινον χιτῶνα· τοῦτο δὲ τὸ αἰσθητὸν σαρκίον εἶναι λέγουσι. 2Τὸ δὲ κύημα τῆς μητρὸς αὐτῆς αὐτῶν τῆς Ἀχαμὼθ, ὃ κατὰ τὴν θεωρίαν τῶν περὶ τὸν Σωτῆρα ἀγγέλων ἀπεκύησεν, ὁμοούσιον ὑπάρχον τῇ μητρὶ, πνευματικὸν, καὶ αὐτὸν ἠγνοηκέναι τὸν Δημιουργὸν λέγουσι· καὶ λεληθότως 3κατατεθεῖσθαι εἰς αὐτὸν, μὴ εἰδότος αὐτοῦ, ἵνα δἰ αὐτοῦ εἰς
51
τὴν ἀπʼ αὐτοῦ ψυχὴν σπαρὲν, καὶ εἰς τὸ ὑλικὸν τοῦτο σῶμα, [*](LIB. I. i. 10. GR. I. i. 10. MASS. I. v. 6.) κυοφορηθὲν ἐν τούτοις καὶ αὐξηθὲν, ἕτοιμον γένηται εἰς ὑποδοχὴν τοῦ 1τελείου λόγου. Ἔλαθεν οὖν, ὡς φασὶ, τὸν Δημιουργὸν ὁ συγκατασπαρεὶς τῷ ἐμφυσήματι αὐτοῦ ὑπὸ τῆς Σοφίας πνευματικὸς ἀνθρώπων ἄνθρωπος ἀῤῥήτῳ adj. δυνάμει καὶ προνοίᾳ. Ὡς γὰρ τὴν μητέρα ἠγνοηκέναι, οὕτω καὶ τὸ σπέρμα αὐτῆς· ὅ δὴ καὶ αὐτὸ ἐκκλησίαν εἶναι λέγουσιν, ἀντίτυπον τῆς ἄνω Ἐκκλησίας· καὶ τότε τόνδε εἶναι M. 28. τὸν ἐν αὐτοῖς ἄνθρωπον ἀξιοῦσιν, ὥστε ἔχειν αὐτοὺς τὴν μὲν ψυχὴν ἀπὸ τοῦ Δημιουργοῦ, τὸ δὲ σῶμα ἀπὸ τοῦ χοὸς, καὶ τὸ σαρκικὸν ἀπὸ τῆς ὕλης, τὸν δὲ πνευματικὸν ἄνθρωπον ἀπὸ τῆς μητρὸς τῆς Ἀχαμώθ.

[*](G. 29.)

11. 2Τριῶν οὖν ὄντων, τὸ μὲν ὑλικὸν, ὃ καὶ ἀριστερὸν [*](II. xlii.) καλοῦσι, κατὰ ἀνάγκην ἀπόλλυσθαι λέγουσιν, ἅτε μηδεμίαν ἐπιδέξασθαι πνοὴν ἀφθαρσίας δυνάμενον· τὸ δὲ ψυχικὸν, ὃ καὶ δεξιὸν προσαγορεύουσιν, ἅτε μέσον ὂν τοῦ τε πνευματικοῦ

52
[*](LIB. I. i. 11. GR. I. i. 11. MASS. I. v. l.) καὶ ὑλικοῦ, 1ἐκεῖσε χωρεῖν, ὅπου ἂν καὶ τὴν πρόσκλισιν ποιήσηται· τὸ δὲ πνευματικὸν ἐκπεπέμφθαι, ὅπως ἐνθάδε τῷ ψυχικῷ συζυγὲν μορφωθῇ, συμπαιδευθὲν αὐτῷ ἐν τῇ ἀναστροφῇ. Καὶ τοῦτʼ εἶναι λέγουσι τὸ ἅλας, καὶ τὸ φῶς τοῦ κόσμου· ἔδει γὰρ τῶν ψυχικῶν τῷ ψυχικῷ καὶ αἰσθητῶν παιδευμάτων. Δἰ ὧν καὶ κόσμον κατεσκευάσθαι λέγουσι, καὶ τὸν Σωτῆρα δὲ ἐπὶ τοῦτο παραγεγονέναι τὸ ψυχικὸν, ἐπεὶ καὶ αὐτεξούσιόν ἐστιν, ὅπως αὐτὸ σώσῃ. Ὧν γὰρ ἤμελλε σώζειν, τὰς ἀπαρχὰς αὐτῶν εἰληφέναι φάσκουσιν, ἀπὸ μὲν τῆς Ἀχαμὼθ τὸ πνευματικὸν, ἀπὸ δὲ τοῦ Δημιουργοῦ ἐνδεδύσθαι τὸν ψυχικὸν Χριστὸν, ἀπὸ δὲ τῆς οἰκονομίας 3περιτεθεῖσθαι σῶμα ψυχικὴν [*](cf. p. 60. n. 3.) ἔχον οὐσίαν, κατεσκευασμένον δὲ ἀῤῥήτῳ πέχνῃ, πρὸς τὸ καὶ 4ἀόρατον, καὶ ἀψηλάφητον, leg. ὅρατον καὶ ψηλάφητον [*](M. 29) καὶ παθητὸν γεγενῆσθαι· 5καὶ ὑλικὸν δὲ οὐδʼ ὁτιοῦν εἰληφέναι
53
λέγουσιν αὐτόν· μὴ γὰρ εἶναι τὴν ὕλην δεκτικὴν σωτηρίας [*](LIB. I. i. 11. GR. I. i. 11. MASS. I. iv. l.) Τὴν δὲ συντέλειαν ἔσεσθαι, ὅταν μορφωθῇ καὶ τελειωθῇ πᾶν τὸ πνευματικὸν, τουτέστιν οἱ πνευματικοὶ ἄνθρωποι, οἱ τὴν τελείαν γνῶσιν ἔχοντες περὶ Θεοῦ καὶ τῆς Ἀχαμώθ· μεμυημένους δὲ μυστήρια εἶναι τούτους ὑποτίθειται. Ἐπαιδεύθησαν γὰρ τὰ ψυχικὰ οἱ ψυχικοὶ ἄνθρωποι, οἱ δἰ ἔργων καὶ πίστεως ψιλῆς βεβαιούμενοι, καὶ μὴ τήν τελείαν γνῶσιν
54
[*](LIB. I. i. 11. GR. I. i. 11. MASS. I. vi. 2.) ἔχοντες· εἶναι δὲ τούτους ἀπὸ τῆς Ἐκκλησίας ἡμᾶς λέγουσι· διὸ καὶ ἡμῖν μὲν ἀναγκαίον εἶναι τὴν ἀγαθὴν πρᾶξιν ἄλλως γὰρ ἀδύνατον σωθῆναι. Αὐτοὺς δὲ μὴ διὰ πράξεως, ἀλλὰ διὰ τὸ 2φύσει πνευματικοὺς εἶναι, πάντῃ τε καὶ πάντως σωθήσεσθαι δογματίζουσιν. Ὡς γὰρ τὸ χοϊκὸν ἀδύνατον σωτηρίας μετασχεῖν· (οὐ γὰρ εἶναι λέγουσιν αὐτοὶ δεκτικὸν αὐτῆς) οὕτως πάλιν τὸ πνευματικὸν θέλουσιν οἱ αὐτοὶ ὁ θέλουσιν αὐτοὶ εἶναι ἀδύνατον φθορὰν καταδέξασθαι, 3κᾂν ὁποίαις συγκαταγένωνται πράξεσιν. Ὃν γὰρ
55
τρόπον χρυσὸς ἐν βορβόρῳ κατατεθεὶς οὐκ ἀποβάλλει τήν [*](LIB. I. i. 11. GR. I. i. 11. MASS. I. vi. 2.) καλλονὴν αὐτοῦ, ἀλλὰ τὴν ἰδίαν φύσιν διαφυλάττει, τοῦ βορβόρου μηδὲν ἀδικῆσαι δυναμένου τὸν χρυσόν· οὕτω δὲ καὶ αὐτοὺς λέγουσι, κᾂν ἐν ὁποίαις ὑλικαῖς πράξεσι καταγένωνται, M. 30 μηδὲν αὐτοὺς παραβλάπτεσθαι, μηδὲ ἀποβάλλειν τὴν πνευματικὴν ὑπόστασιν.

12. Διὸ δὴ καὶ τὰ ἀπειρημένα πάντα ἀδεῶς οἱ τελειότατοι πράττουσιν αὐτῶν, περὶ ὧν αἱ γραφαὶ διαβεβαιοῦνται, τοὺς ποιοῦντας αὐτὰ βασιλείαν Θεοῦ μὴ κληρονομήσειν. Καὶ γὰρ 1εἰδωλόθοτα διαφόρως ἀδιαφόρως ἐσθίουσι, μηδὲ μηδὲν μολύνεσθαι ὑπʼ αὐτῶν ἡγούμενοι· καὶ ἐπὶ πᾶσαν ἑορτάσιμον τῶν ἐθνῶν 2τέρψιν εἰς τιμὴν τῶν εἰδώλων γινομένην [*](G. 31) πρῶτοι συνίασιν, ὡς μηδὲ τῆς παρὰ Θεῷ καὶ ἀνθρώποις

56
[*](LIB. I. i. 12. GR. I. i. 12. MASS. I. vi. 3.) θέας ἀπέχεσθαι ἐνίους αὐτῶν. Οἱ δὲ καὶ ταῖς τῆς σαρκὸς ἡδοναῖς κατακόρως δουλεύοντες τὰ σαρκικὰ τοῖς σαρκικοῖς, καὶ τὰ πνευματικὰ τοῖς πνευματικοῖς ἀποδίδοσθαι λέγουσι. Καὶ οἱ μὲν αὐτῶν λάθρα τὰς διδασκομένας ὑπʼ αὐτῶν τὴν διδαχὴν ταύτην γυναῖκας διαφθείρουσιν, ὡς πολλαὶ πολλάκις ὑπʼ ἐνίων αὐτῶν ἐξαπατηθεῖσαι, ἔπειτα ἐπιστρέψασαι γυναῖκες εἰς τὴν ἐκκλησίαν τοῦ Θεοῦ, σὺν τῇ λοιπῇ πλάνῃ καὶ τοῦτο ἐξωμολογήσαντο· οἱ δὲ καὶ κατὰ τὸ φανερὸν ἀπερυθριάσαντες, ὧν ἂν ἐρασθῶσι γυναικῶν, ταύτας ἀπʼ ἀνδρῶν ἀποσπάσαντες, ἰδίας γαμετὰς ἡγήσαντο. Ἄλλοι δὲ αὖ πάλιν σεμνῶς κατʼ ἀρχὰς, ὡς μετʼ ἀδελφῶν προσποιούμενοι συνοικεῖν, προϊόντος τοῦ χρόνου ἠλέγχθησαν, ἐγκύμονος τῆς ἀδελφῆς ὑπὸ τοῦ ἀδελφοῦ γενηθείσης. Καὶ ἄλλα δὲ πολλὰ μυσαρὰ καὶ ἄθεα πράσσοντες, ὑμῶν μὲν διὰ τὸν φόβον τοῦ Θεοῦ φυλασσομένων καὶ μέχρις ἐννοίας καὶ λόγου ἁμαρτεῖν, κατατρέχουσιν, ὡς ἰδιωτῶν, καὶ μηδὲν ἐπισταμένων· ἑαυτοὺς δὲ ὑπερυψοῦσι, [*](M.31.)
57
τελείους ἀποκαλοῦντες, καὶ σπέρματα ἐκλογῆς. Ἡμᾶς μὲν γὰρ [*](LIB. I. i. 12. GR. I. i. 12. MASS. I. vi. 4.) ἐν χρήσει τὴν χάριν λαμβάνειν λέγουσι· διὸ καὶ ἀφαιρεθήσεσθαι αὐτῆς αὐτήν· αὐτοὺς δὲ ἰδιόκτητον ἄνωθεν ἀπὸ τῆς ἀῤῥήτου καὶ ἀνονομάστου συζυγίας συγκατεληλυθυῖαν ἔχειν τὴν χάριν· καὶ διὰ τοῦτο προστεθήσεσθαι αὐτοῖς. Διὸ καὶ ἐκ παντὸς τρόπου δεῖν αὐτοὺς ἀεὶ τὸ τῆς συζυγίας μελετᾷν μυστήριον. Καὶ τοῦτο πείθουσι τοὺς ἀνοήτους, αὐταῖς λέξεσι λέγοντες οὕτως· ὃε ἂν 1ἐν κόσμῳ γενόμενος γυναῖκα οὐκ ἐφίλησεν, ὥστε αὐτὴν κρατηθῆναι, οὐκ ἔστιν ἐξ ἀληθείας, καὶ οὐ χωρήσει εἰς ἀλήθειαν· ὁ δὲ ἀπὸ κόσμου γενόμενος, 3μὴ l. καὶ κρατηθεὶς γυναικὶ οὐ χωρήσει εἰς ἀλήθειαν, διὰ τὸ μῆ ἐν l. τὸ ἐν τῇ [*](G. 32) ἐπιθυμίᾳ κρατηθῆναι γυναικός. Διὰ τοῦτο οὖν ἡμᾶς 4καλοὺς
58
[*](LIB. I. i. 12. GR. I. i. 12. MASS. I. vi. 4.) ψυχικοὺς ὀνομάζουσι, καὶ ἐκ κόσμου εἶναι λέγουσι, καὶ ἀναγκαίαν ἡμῖν τὴν ἐγκράτειαν καὶ ἀγαθὴν πρᾶξιν, ἵνα δἰ αὐτῆς ἔλθωμεν εἰς τὸν τῆς 1μεσότητος τόπον· αὐτοῖε δὲ πνευματικοῖς τε καὶ τελείοις καλουμένοις μηδαμῶς· οὐ γὰρ πρᾶξις εἰς πλήρωμα εἰσάγει, ἀλλὰ τὸ σπέρμα τὸ ἐκεῖθεν νήπιον ἐκπεμπόμενον, 2ἐνθὰ δὲ τελειούμενον. Ὅταν δὲ πᾶν τὸ σπέρμα τελειωθῇ. τὴν [*](M. 32.) μὲν Ἀχαμὼθ τὴν μητέρα αὐτῶν μεταβῆναι τοῦ τῆς μεσότητος τόπου λέγουσι, καὶ ἐντὸς πληρώματος εἰσελθεῖν, καὶ ἀπολαβεῖν τὸν νυμφίον αὐτῆς τὸν Σωτῆρα, τὸν ἐκ πάντων γεγονότα, ἵνα συζογία γένηται τοῦ Σωτῆρος καὶ τῆς Σοφίας τῆς Ἀχαμώθ. Καὶ τοῦτο εἶναι 3νυμφίον καὶ νύμφην, 4νυμφῶνα
59
δὲ τὸ πᾶν πλήρωμα. Τοὺς δὲ πνευματικοὺς 1ἀποδυσαμένοις [*](LIB. I. i. 12. GR. I. i. 12. MASS. I. vii. 1.) τὰς ψυχὰς καὶ πνεύματα νοερὰ γενομένους, ἀκρατήτως καὶ ἀοράτως ἐντὸς πληρώματος εἰσελθόντας νύμφας ἀποδοθήσεσθαι τοῖς περὶ τὸν Σωτῆρα ἀγγέλοις. Τὸν δὲ Δημιουργὸν μεταβῆναι καὶ αὐτὸν εἰς τὸν τῆς μητρὸς 2Σοφίας τόπον, τουτέστιν ἐν τῇ μεσότητι· τάς τε τῶν δικαίων ψυχὰς ἀναπαύσεσθαι καὶ αὐτὰς ἐν τῷ τῆς μεσότητος τόπῳ. Μηδὲν γὰρ ψυχικὸν ἐντὸς πληρώματος χωρεῖν.

13. Τούτων δὲ γενομένων οὔτως, τὸ ἐμφωλεῦον τῷ κόσμῳ πῦρ ἐκλάμψαν καὶ ἐξαφθὲν, καὶ 3κατεργασάμενον [*](cf. II. 52.) πᾶσαν ὕλην 4συναναλωθήσεσθαι αὐτῇ, καὶ εἰς τὸ μηκέτʼ εἶναι χωρήσειν διδάσκουσι. Τὸν δὲ Δημιουργὸν μηδὲν τούτων ἐγνωκέναι

60
[*](LIB. I. i. 13. GR. I. i. 13. MASS. I. vii. 2.) ἀποφαίνονται πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας. Εἰσὶ δὲ οἱ λέγοντες προβαλέσθαι αὐτὸν καὶ Χριστὸν υἱὸν ἴδιον, ἀλλὰ [*](cf. III. 18. 31. 32.) καὶ ψυχικόν· καὶ περὶ τούτου διὰ τῶν Προφητῶν λελαληκέναι. [*](G. 33. M. 33.) Εἶναι δὲ τοῦτον τὸν διὰ Μαρίας διοδεύσαντα, καθάπερ ὕδωρ 2διὰ σωλῆνος ὁδεύει, καὶ εἰς τοῦτον ἐπὶ τοῦ βαπτίσματος κατελθεῖν ἐκεῖνον τὸν ἀπὸ τοῦ Πληρώματος ἐκ πάντων Σωτῆρα, ἐν εἴδει περιστερᾶς· γεγονέναι δὲ ἐν αὐτῷ καὶ τὸ αὐτὸ l. ἀπὸ τῆς Ἀχαμὼθ σπέρμα πνευματικόν. Τὸν οὖν Κύριον ἡμῶν ἐκ 3τεσσάρων τούτων σύνθετοι γεγονέναι φάσκουσιν, ἀποσώζοντα τὸν τύπον τῆς ἀρχεγόνου καὶ πρώτης
61
1τετρακτύος· ἔκ τε τοῦ πνευματικοῦ, ὃ ἦν ἀπὸ τῆς Ἀχαμὼθ. [*](LIB. I. i. 13. GR. I. i. 13. MASS. I. vii. 2.) καὶ ἐκ τοῦ ψυχιοῦ, ὃ ἦν ἀπὸ τοῦ Δημιουργοῦ, καὶ ἐκ τῆρ οἰκονομίας, 2ὃ ἦν κατεσκευασμένον ἀῤῥήτῳ τέχνῃ, καὶ ἐκ τοῦ [*](p. 52.) Σωτῆρος, ὃ ἦν κατελθοῦσα εἰς αὐτὸν περιστερά. Ναὶ τοῦτο l. τοῦτον μὲν ἀπαθῆ διαμεμενηκέναι· (οὐ γὰρ ἐνεδέχετο παθεῖν αὐτὸν 3ἀκράτητον καὶ ἀόρατον ὑπάρχοντα·) 4καὶ διὰ
62
[*](LIB. I. i. 13. GR. I. i. 13. MASS. I. vii. 2.) τοῦτο ᾖρθαι, προσαγομένου αὐτοῦ τῷ Πιλάτῳ, τὸ εἰς αὐτὸν ματατεθὲν πνεῦμα Χριστοῦ. Ἀλλʼ οὐδὲ τὸ ἀπὸ τῆς μητρὸς σπέρμα πεπονθέναι λέγουσιν. 1Ἀπαθὲς γὰρ καὶ αὐτὸ τὸ l. ἅτε πνευματικὸν, καὶ ἀόρατον καὶ αὐτῷ τῷ δημιουργῷ. Ἔπαθε δὲ λοιπὸν κατ᾿ αὐτοὺς ὁ ψυχικὸς Χριστὸς, καὶ ὁ ἐκ τῆς οἰκονομίας κατεσκευασμένος μυστηριωδῶς, ἵνʼ ἐπιδείξῃ δι᾿ αὐτοῦ ἡ μήτηρ τὸν τύπον τοῦ ἄνω Χριστοῦ, ἐκείνου τοῦ ἐπεκταθέντος τῷ 3Σταυρῷ, καὶ μορφώσαντος τὴν Ἀχαμὼθ μόρφωσιν τὴν κατʼ οὐσίαν· πάντα γὰρ ταῦτα τόπους ἐκείνων εἶναι λέγουσι. Τὰς δὲ ἐσχηκυίας τό σπέρμα τῆς Ἀχαμὼθ ψυχὰς ἀμείνους λέγουσι γεγονέναι τῶν λοιπῶν· διὸ καὶ πλεῖον τῶν ἄλλων ἠγαπῆσθαι ὑπὸ τοῦ Δημιουργοῦ, μὴ εἰδότος τὴν αἰτίαν, ἀλλὰ παῤ αὑτοῦ λογιζομένου εἶναι τοιαύτας. Διὸ καὶ εἰς προφήτας, φασὶν, ἔτασσεν αὐτοὺς αὐτὰς, καὶ [*](M. 34.)
63
[*](G. 34.) ἱρεῖς, καὶ βασιλεῖς. Καὶ πολλὰ 1ὑπὸ τοῦ σπέρματος τούτον [*](LIB. I. i. 13. GR. I. i. 13. MASS. I. vii. 3.) εἰρῆσθαι διὰ τῶν προφητῶν ἐξηγοῦνται, ἅτε ὑψηλοτέρας φύσεως 2ὑπαρχούσας· πολλὰ δὲ καὶ τὴν μητέρα περὶ τῶν [*](IV. lxix.) ἀνωτέρω εἰρηκέναι λέγουσιν, ἀλλὰ καὶ διὰ τούτου καὶ τῶν ὑπὸ τούτου γενομένων ψυχῶν. Καὶ λοιπὸν 4τέμνουσι τὰς προφητείας, τὸ μέν τι ἀπὸ τῆς μητρὸς εἰρῆσθαι θέλοντες, [*](cf. c. xxxiv.) τὸ δέ τι ἀπὸ τοῦ σπέρματος, τὸ δέ τι ἀπὸ τοῦ Δημιουργοῦ. Ἀλλὰ καὶ τὸν Ἰησοῦν ὡσαύτως, τὸ μέν τι ἀπὸ τοῦ Σωτῆρος σἰρηκέναι, τὸ δέ τι ἀπὸ τῆς μητρὸς, τὸ δέ τι ἀπὸ τοῦ Δημιουργοῦ, καθὼς ἐπιδείξομεν προϊόντος ἡμῖν τοῦ λόγου. Τὸρ δὲ Δημιουργὸν, ἅτε ἀγνοοῦντα τὰ ὑπὲρ αὐτὸν, κινεῖσθαι μὲν ἐπὶ τοῖς λεγομένοις, καταπεφρονηκέναι δὲ αὐτῶν, ἄλλοτε ἄλλην αἰτίαν νομίσαντα, ἢ 5τὸ πνεῦμα τὸ προφητεῦον, ἔχον
64
[*](LIB. I. i. 13. GR. I. i. 13. MASS. I. vii. 5.) καὶ αὐτὸ ἰδίαν τινὰ κίνησιν, ἢ τὸν ἄνθρωπον, ἢ τὴν προσπλοκὴν τῶν χειρῶν χειρόνων καὶ οὕτως ἀγνοοῦντα 1 ἄχρι τῆς παρουσίας τοῦ Κυρίου. Ἐλθόντος δὲ τοῦ Σωτῆρος, μαθεῖν αὐτὸν παῤ αὐτοῦ πάντα λέγουσι, καὶ ἄσμενον αὐτῷ 2προσχωρήσαντα μετὰ πάσης τῆς δυνάμεως αὐτοῦ, καὶ αὐτὸν εἶναι τὸν ἐν τῷ Εὐαγγελίῳ ἑκατόνταρχον. λέγοντα τῷ Σωτῆρι· καὶ γὰρ ἐγὼ ὑπὸ τὴν ἐμαυτοῦ ἐξουσίαν ἔχω στρατιώτας καὶ δούλους, καὶ ὃ ἐὰν προστάξω, ποιοῦσι. Τελέσειν δὲ αὐτὸν τὴν κατὰ τὸν κόσμον οἰκονομίαν μέχρι τοῦ [*](M. 35.) δέοντος καιροῦ, μάλιστα δὲ διὰ τὴν τῆς ἐκκλησίας ἐπιμέλειαν, ἀλλὰ καὶ διὰ τὴν ἐπίγνωσιν τοῦ ἑτοιμασθέντος αὐτῷ ἐπάθλου, ὅτι εἰς τὸν τῆς μητρὸς τόπον χωρήσει.

14. Ἀνθρώπων δὲ τρία γένη ὑφίστανται, πνευματικὸν, χοϊκὸν, ψυχικὸν, καθὼς ἐγένοντο Κάϊν, Ἄβελ, Σήθ· καὶ

65
ἐκ τούτων1 τὰς τρεῖς φύσεις, 2οὐκέτι καθʼ ἓν, ἀλλὰ κατὰ [*](LIB. I. i. 14. GR. I. i. 14. MASS. I. vii. 5.) γένος. Καὶ 3τὸ μὲν χοϊκὸν εἰς φθορὰν χωρεῖν· καὶ τὸ ψυχι κὸν, ἐὰν τὰ βελτίονα ἕληται, 4ἐν τῷ τῆς μεσότητος τόπῳ ἀναπαύ σεσθαι· ἐὰν δὲ τὰ χαίρω, χωρήσειν καὶ αὐτὸ πρὸς [*](G. 35.) τὰ ὅμοια· τὰ δὲ πνευματικὰ, 5ἃ ἂν κατασπείρῃ ἡ Ἀχαμὼθ ἔκτοτε ἕως τοῦ νῦν δικαίαις ψυχαῖς, παιδευθέντα ἐνθάδε καὶ ἐκτραφέντα, διὰ τὸ νήπια ἐκπεπέμφθαι, ὕστερον τελειότητος ἀξιωθέντα, νύμφας ἀποδοθήσεσθαι τοῖς τοῦ Σωτῆρος Ἀγγέλοις δογματίζουσι, τῶν ψυχῶν αὐτῶν ἐν μεσότητι κατ᾿ ἀνάγκην 6μετὰ τοῦ Δημιουργοῦ ἀναπαυσαμένων εἰς τὸ παντελές.
66
[*](LIB. I. i. 14. GR. I. i. 14. MASS. I. vii. 5.) Καὶ αὐτὰς μὲν τὰς ψυχιὰς 1ψυχὰς πάλιν ὑπομερίζοντες λέγουσιν, ἃς μὲν φύσει ἀγαθὰς, ἃς δὲ φύσει πονηράς. Καὶ τὰς μὲν ἀγαθὰς ταύτας εἶναι τὰς δεκτικὰς τοῦ σπέρματος γινομένας· τὰς δὲ φύσει πονηρὰς μηδέποτε ἂν ἐπιδέξασθαι ἐκεῖνο τὸ σπέρμα.

15. 2Τοιαύτης δὲ τῆς ὑποθέσεως αὐτῶν οὔσης, ἣν οὔτε Προφῆται ἐκήρυξαν, οὔτε ὁ Κύριος ἐδίδαξεν, οὔτε Ἀπόστολοι [*](M. 36.) παρέδωκαν, ἣν 3περὶ τῶν ὅλων αὐχοῦσι πλεῖον τῶν ἄλλων ἐγνωκέναι, 4ἐξ ἀγράφων ἀναγινώσκοντες, καὶ τὸ δὴ λεγόμενον, 5ἐξ ἄμμου σχοινία πλέκειν ἐπιτηδεύοντες, ἀξιοπίστως ἀξιόπιστα Assem. προσαρμόζειν πειρῶνται 6τοῖς εἰρημένοις,

67
ἤτοι παραβολὰς κυριακὰς, ἢ ῥήσεις προφητικὰς, λόγους [*](LIB. I. i. 15. GR. I. i. 15. MASS. I. vili. 1.) ἀποστολικοὺς, ἵνα τὸ πλάσμα αὐτῶν μὴ ἀμάρτυρον εἶναι δοκῇ· τὴν μὲν τάξιν καὶ τὸν εἱρμὸν τῶν γραφῶν ὑπερβαίνοντες,  [*](λέξιν Ephr. Syr.) καὶ, ὅσον ἐφʼ ἑαυτοῖς, λύοντες τὰ μέλη τῆς ἀληθείας. Μεταφέρουσι δὲ καὶ μεταπλάττουσι, καὶ ἄλλο ἐξ ἄλλου ποιοῦντες ἐξαπατῶσι πολλοὺς τῇ τῶν ἐφαρμοζομένων κυριακῶν λογίων κακοσυνθέτῳ σοφίᾳ φαντασίᾳ Ephr. S.. Ὅνπερ τρόπον εἴ τις βασιλέως 1εἰκόνος καλῆς κατεσκευασμένης ἐπιμελῶς [*](G. 36.) 2ἐκ ψηφίδων ἐπισήμων ὑπὸ σοφοῦ τεχνίτου, λύσας τὴν ὑποκειμένην τοῦ ἀνθρώπου ἰδέαν, 3μετενέγκῃ τὰς ψηφῖδας [*](μετενέγει Ephr. μεθαρμόσει Ephr. ποεησας Ephr. cf. xxxv.) ἐκείνας, καὶ μεθαρμόσοι, καὶ ποιήσει μορφὴν κυνὸς ἢ ἀλώπεκος, καὶ 4ταύτυν φαύλως κατεσκευασμένυν, ἔπειτα διορίζοιτο, καὶ λέγοι ταύτην εἶναι τὴν τοῦ βασιλέως ἐκείνην εἰκόνα τὴν καλὴν,
68
[*](LIB. I. i. 15. GR. I. i. 15. MASS. I. vili. 1.) ἣν ὁ σοφὸς τεχνίτης κατεσκεύασε, δεικνὺς τὰς ψηφῖδας τὰς καλῶς ὑπὸ τοῦ τεχνίτου τοῦ πρώτου εἰς τὴν τοῦ βασιλέως [*](ὐπὸ τοῦ δευτέρου Ephr. Syr.) εἰκόνα συντεθείσας, κακῶς δὲ ὑπὸ τοῦ ὑστέρου εἰς κυνὸς μορφὴν μετενεχθείσας, καὶ διὰ τῆς τῶν ψηφίδων φαντασίας μεθοδεύοι τοὺς ἀπειροτέρους, τοὺς κατάληψιν βασιλικῆς μορφῆς οὐκ ἔχοντας, καὶ πείθοι ὅτι αὕτη ἡ σαπρὰ τῆς ἀλώπεκος ἰδέα ἐστὶν ἐκείνη ἡ καλὴ τοῦ βασιλέως εἰκών· τὸν αὐτὸν δὴ [*](συγκαττύ- ουσι Assem.) τρόπον καὶ οὗτοι γραῶν μύθους συγκαττύσαντες, ἔπειτα [*](M. 37.) ῥήματα καὶ λέξεις καὶ παραβολὰς ὅθεν καὶ πόθεν ἀποσπῶντες, [*](μεθεπμόζειν Ephr. Syr.) ἐφαρκόζειν βούλονται τοῖς μόθοιο αὐτῶν ἑαυτῶν Ephr. S. τὰ λόγια τοῦ Θεοῦ. Καὶ ὅσα μὲν ἐν τοῖς l. τοῖς ἐντὸς τοῦ Πληρώματος ἐφαρμόζουσιν, εἰρήκαμεν.

16. Ὅσα δὲ καὶ τοῖς ἐκτὸς τοῦ Πληρώματος αὐτῶν προσοικειοῦν πειρῶνται ἐκ τῶν γραφῶν, ἔστι τοιαῦτα· τὸν Κύριον ἐν τοῖς ἐσχάτοις τοῦ κόσμου χρόνοις διὰ τοῦτο ἐληλυθέναι ἐπὶ τὸ πάθος λέγουσιν, ἵν᾿ ἐπιδείξῃ τὸ περὶ τὸν ἔσχατον τῶν Αἰώνων γεγονὸς πάθος, καὶ δἰ αὐτοῦ τοῦ τέλους [*](Jac. v. 11.) ἐμφῄνῃ τὸ τέλος τῆς περὶ τοὺς Αἰῶνας πραγματείας. Τὴν δὲ δωδεκαετῆ παρθένον ἐκείνην, τὴν τοῦ ἀρχισυναγώγου θυγατέρα, ἣν ἐπιστὰς ὁ Κύριος ἐκ νεκρῶν ἤγειρε, τύπον εἶναι

69
διηγοῦνται τῆς Ἀχαμὼθ, ἣν 1ἐπεκταθεὶς ὁ Χριστὸς αὐτὸν [*](LIB. I. i. 16. GR. I. i. 16. MASS. I. vili. 2.) αὐτῶν ἐμόρφωσε, καὶ εἰς αἴσθησιν ἤγαγε τοῦ καταλιπόντος αὐτὴν φωτός. Ὅτι, δὲ αὐτῇ ἐπέφανεν ὁ Σωτὴρ ἐκτὸς οὔσης [*](cf. § 7.) τοῦ Πληρώματος, ἐν ἐκτρώματος μοίρα, τὸν Παῦλον λέγουσιν εἰρηκέναι ἐν 2τῇ adj. πρώτῃ πρὸς Κορινθίους· Ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κᾀμοί. Τήν τε μετὰ τῶν ἡλικιωτῶν τοῦ Σωτῆρος παρουσίαν πρὸς τὴν Ἀχαμὼθ, ὁμοίως [*](cf. § 8.) πεφανερωκέναι αὐτὸν ἐν τῇ αὐτῇ ἐπιστολῇ, εἰπόντα· Δεῖ τὴν γυναῖκα 3κάλυμμα ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους.
70
[*](LIB. I. i. 16. GR. I. i. 16. MASS. I. vili. 2.) Καὶ ὅτι ἥκοντος τοῦ Σωτῆρος πρὸς αὐτὴν, δἰ αἰδὼ κάλυμμα [*](G. 37.) ἐπέθετο ἡ Ἀχαμὼθ, Μωσέα πεποιηκέναι φανερὸν, κάλυμμα θέμενον ἐπὶ τὸ πρόσωπον αὐτοῦ. Καὶ τὰ πάθν δὲ αὐτῆς, ἃ ἔπαθεν, ἐπισεσημειῶσθαι τὸν Κύριον φάσκουσιν ἐν τῷ σταυρῷ. Καὶ ἐν μὲν τῷ εἰπεῖν· Ὁ Θεός μου, ὁ Θεός μοι, [*](M. 38.) εἰς τί ἐγκατέλιπές με; μεμηνυκέναι αὐτὸν, ὅτι ἀπελείφθη ἀπὸ τοῦ φωτὸς ἡ Σοφία, καὶ ἐκωλύθη ὑπὸ τοῦ Ὅρου τῆς εἰς τοὔμπροσθεν ὁρμῆς· τὴν δὲ λύπην αὐτῆς, ἐν τῷ εἰπεῖν· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου del. ἕ. θ.· τὸν δὲ φόβον, ἐν τῷ εἰπεῖν· Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπʼ ἐμοῦ τὸ ποτήριον· καὶ τὴν ἀπορίαν δὲ ὡσαύτως, ἐν τῷ εἰρηκέναι· Καὶ τί εἴπω, 1οὐκ οἶδα. Τρία δὲ γένη ἀνθρώπων οὕτως δεδειχέναι διδάσκουσιν αὐτόν· τὸ μὲν ὑλικὸν, 2ἐν τῷ εἰπεῖν
71
τῷ ἐρωτήσαντι, Ἀκολουθήσω σοι; Οὐκ ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου [*](LIB. I. i. 16. GR. I. i. 16. MASS. I. vili. 3.) ποῦ τὴν κεφαλὴν κλῖναι κλίνῃ· τὸ δὲ ψυχικὸν, ἐν τῷ εἰρηκέναι τῷ εἰπόντι, Ἀκολουθήσω σοι, ἐπίτρεψον δέ μοι πρῶτον ἀποτάξασθαι τοῖς ἐν τῷ οἴκῳ μου· Οὐδεὶς ἐπʼ ἄροτρον τὴν χεῖρα ἐπιβαλὼν, καὶ εἰς τὰ ὀπίσω βλέπων, εὔθετός ἐστιν ἐν τῇ βασιλεία εἰς τὴν β. τῶν οὐρανῶν. Τοῦτον γὰρ λέγουσι τὸν μέσον εἶναι. Κᾀκεῖνον δὲ ὡσαύτως τὸν τὰ πλεῖστα μέρη τῆς δικαιοσύνης ὁμολογήσαντα πεποιηκέναι, ἔπειτα μὴ θελήσαντα ἀκολουθῆσαι, ἀλλὰ ὑπὸ πλούτου ἡττηθέντα, πρὸς τὸ μὴ τέλειον γενέσθαι, καὶ τοῦτον τοῦ ψυχικοῦ γένους γεγονέναι θέλουσι. Τὸ, δὲ πνευματικὸν, ἐν τῷ εἰπεῖν· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ πορευθεὶς διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ ἐπὶ Ζακχαίου του τελώνου εἰπών· Σπεύσας κατάβηθι, ὅτι σήμερον ἐν τῷ οἴκῳ σου δεῖ με μείναι· τούτους γὰρ πνευματικοῦ γένους καταγγέλλουσι γεγονέναι. Καὶ τὴν τῆς ζύμης παραβολὴν, ἥν ἡ γυνὴ
72
[*](LIB. I. i. 16. GR. I. i. 16. MASS. I. viii. 3.) ἐγκεκρυφέναι λέγεται εἰς ἀλεύρου σάτα τρία, τὰ τρία γένη δνλοῦν λέγουσι· γοναῖκα μὲν γὰρ τὴν Σοφίαν λέγεσθαι διδάσκουσιν· ἀλεύρου σάτα τὰ τρία, τὰ τρία γένη τῶν [*](M. 30.) ἀνθρώπων, πνευματικὸν, ψυχικὸν, χοϊκόν· ζύμην δὲ αὐτὸν τὸν Σωτῆρα εἰρῆσθαι διδάσκουσι. Καὶ τὸν Παῦλον διαῤῥήδην εἰρηκέναι χοϊκοὺς, ψυχικοὺς, πνευματικούς· ὅπου μὲν, Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· ὅπου δὲ, ψοχικὸς δὲ ἄνθρωπος [*](G. 38.) οὐ δέχεται τὰ τοῦ πνεύματος1· ὅπου δὲ, Πνευματικὸς ἀνακρίνει πάντα. Τὸ, δὲ, ψυχικὸς οὐ δέχεται τὰ τοῦ πνεύματος, ἐπὶ τοῦ Δημιουργοῦ φασὶν εἰρῆσθαι, ὃν ψυχικὸν ὄντα 2μὴ ἐγνωκέναι μήτε τὴν μητέρα πνευματικὴν οὖσαν, μήτε τὸ σπέρμα αὐτῆς, μήτε τοὺς ἐν τῷ Πληρώματι Αἰῶνας. Ὅτι ἰδὼν ὅτι δὲ, ὧν ἤμελλε σώ ζεῖν ὁ Σωτὴρ, τούτων τὰς ἀπαρχὰς ἀνέλαβε, τὸν Παῦλον εἰρηκέναι· Καὶ ἢν ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα. Ἀπαρχὴν μὲν τὸ πνευματικὸν εἰρῆσθαι διδάσκοντες· φύραμα δὲ ἡμᾶς, τουτέστι τὴν ψυχικὴν Ἐκκλησίαν,
73
ἧς τὸ φύραμα ἀνειληφέναι λέγουσιν αὐτὸν, καὶ ἐν αὐτῷ 1συνεσταλκέναι, [*](LIB. I. i. 17. GR. I. i. 17. MASS. I. viii. 4.) ἐπειδὴ ἦν αὐτὸς χύμη.

17. Καὶ ὅτι ἐπλανήθη ἡ Ἀχαμὼθ ἐκτός τοῦ Πληρώτοῦ ματος, καὶ ἐμορφώθη ὑπὸ τοῦ Χριστοῦ, καὶ ἀνεζητήθη ὑπὸ τοῦ Σωτῆρος, μηνύειν αὐτὸν λέγουσιν ἐν τῷ εἰπεῖν, αὐτὸν ἐληλυθέναι ἐπὶ τὸ πεπλανημένον suppl. πρόβατον. Πρόβατον μὲν γὰρ πεπλανημένον τὴν μητέρα αὐτῶν ἐξηγοῦνται λέγεσθαι, ἐξ ἧς τὴν ὧδε θέλουσιν ἐσπάρθαι Ἐκκλησίαν· πλάνην δὲ, τὴν ἐκτὸς Πληρώματος ἐν Int. πᾶσι τοῖς πάθεσι διατριθὴν, ἐξ ὧν γεγονέναι τὴν ὕλην ὑποτίθενται. Τὴν δὲ γυναῖκα τὴν σαροῦσαν τὴν οἰκίαν, καὶ εὑρίσκουσαν τὴν δραχμὴν, τὴν ἄνω Σοφίαν διηγοῦνται λέγεσθαι, ἥτις ἀπολέσασα [*](cf. 3 and 13.) τὴν Ἐνθόμησιν αὐτῆς, ὕστερον καθαρισθέντων πάντων διὰ τῆς τοῦ Σωτῆρος παρουσίας εὑρίσκει αὐτήν· διὸ καὶ ταύτην 2ἀποκαθἱστασθαι κατʼ αὐτοὺς ἐντὸς πληρώματος. Συμεῶνα τὸν

74
[*](LIB. I. i. 17. GR. I. i. 17. MASS. I. viii. 4.) εἰς τὰς ἀγκάλας λαβόντα τὸν Χριστὸν, καὶ εὐχαριστήσαντα [*](M. 41.) 1αὐτῷ, καὶ εἰπόντα· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, ματὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, τύπον εἶναι τοῦ Δημιουργοῦ λέγουσιν, ὡς ὃς ἐλθόντος τοῦ Σωτῆρος ἔμαθε τὴν μετάθεσιν αὐτοῦ, καὶ ηὐχαρίστησε τῷ Βυθῷ. Καὶ διὰ τῆς ἐν τῷ Εὐαγγελίῳ κηρυσσομένης προφήτιδος, ἑπτὰ ἔτη μετὰ ἀνδρὸς ἐζηκυίας, τὸν δὲ λοιπὸν ἅπαντα χρόνον χήρας μενούσης, ἄχρις οὗ τὸν Σωτῆρα ἰδοῦσα ἐπέγνω αὐτὸν, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι, φανερώτατα τὴν Ἀχαμὼθ μηνύεσθαι διορίζονται, ἥτις πρὸς ὀλίγον ἰδοῦσα τὸν Σωτῆρα μετὰ τῶν 3ἡλικιωτῶν αὐτοῦ, [*](G. 39.)
75
τῷ λοιπῷ χρόνῳ παντὶ μένουσα ἐν τῇ μεσότητι προσεδέχετο [*](LIB. I. i. 17. GR. I. i. 17. MASS. I. viii. 4.) αὐτὸν, πότε πάλιν ἐλεύσεται καὶ ἀποκαταστήσει αὐτὴν τῇ αὐτῆς συζυγίᾳ. Καὶ τὸ ὄνομα δὲ αὐτῆς μεμηνύσθαι ὑπὸ τοῦ Σωτῆρος ἐν τῷ εἰρηκέναι· Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς· καὶ ὑπὰ Παύλου δὲ οὕτως· Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις. Καὶ τὰς συζνγίας δὲ τὰς ἐντὸς πληρώματος τὸν Παῦλον εἰρηκέναι φάσκουσιν 1ἐπὶ ἑνὸς δείξαντα· περὶ γὰρ τῆς περὶ τὸν βίον συζυγίας γράφων ἔφη· Τὸ μυστήριον τοῦτο μέγα ἐστὶν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν Ἐκκλησίαν.

18. Ἔτι τε l. δὲ Ἰωάννην τὸν μαθοτὴν τοῦ Κυρίου διδάσκουσι τὴν πρώτην ὀγδοάδα 2μεμηνυκέναι αὐταῖς λέξεσι, λέγοντες οὕτως· Ἰωάννης ὁ μαθητὴς τοῦ Κυρίου βουλόμενος

76
[*](LIB. I. i. 18. GR. I. i. 18. MASS. I. viii. 5.) εἰπεῖν τὴν τῶν ὅλων γένεσιν, καθʼ ἣν τὰ πάντα προέβαλεν ὁ Πατὴρ, ἀρχήν τινα ὑποτίθεται τὸ πρῶτον γεννηθὲν ὑπὸ τοῦ Θεοῦ, ὃν ὃ δὴ καὶ Υἱὸν Μονογενῆ καὶ Θεὸν κέκληκεν, ἐν ᾧ τὰ πάντα ὁ Πατὴρ 1προέβαλε σπερματικῶς. Ὑπὸ δὲ τούτου [*](M. 41.) φησὶ τὸν Λόγον προβεβλῆσθαι, καὶ ἐν αὐτῷ τὴν ὅλην 2τῶν Αἰώνων οὐσίαν, ἣν αὐτὸς ὕστερον ἐμόρφωσεν ὁ Λόγος. Ἐπεὶ οὖν περὶ πρώτης γενέσεως λέγει, καλῶς ἀπὸ τῆς ἀρχῆς, τουτέστι τοῦ 3Θεοῦ καὶ τοῦ Λόγου, τὴν διδασκαλίαν ποιεῖται· λέγει δὲ οὕτως· Ἐν ἄρχῃ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πρότερον διαστείλας τὰ τρία, Θεὸν, καὶ Ἀρχὴν, καὶ
77
Λόγον, πάλιν αὐτὰ ἑνοῖ, ἵνα καὶ τὴν προβολὴν ἑκατέρων [*](LIB. I. i. 18. GR. I. i. 18. MASS. I. viii. 5.) αὐτῶν δείξῃ, τοῦ τε Υἱοῦ καὶ τοῦ Λόγου, καὶ τὴν πρὸς ἀλλήλους ἅμα, καὶ τὴν πρὸς τὸν Πατέρα ἕνωσιν. Ἐν γὰρ τῷ Πατρὶ, καὶ ἐκ τοῦ Πατρὸς ἡ ἀρχὴ, ἐν ἀρχῇ δὲ καὶ ἐκ τῆς ἀρχῆς ὁ Λόγος. Καλῶς οὖν εἷπεν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος· ἦν γὰρ ἐν τῷ Υἱῷ· καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· καὶ γὰρ ἡ ἀρχή· καὶ Θεὸς ἦν ὁ Λόγος, ἀκολούθως· 1τὸ γὰρ ἐκ Θεοῦ γεννηθὲν, Θεός ἐστιν· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· [*](G. 40.) ἔδειξε τὴν τῆς προβολῆς τάξιν· πάντα δἰ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο 2οὐδ᾿ ἕν· πᾶσι γὰρ τοῖς μετ᾿ αὐτὸν Αἰῶσι μορφῆς καὶ γενέσεως αἴτιος ὁ Λόγος ἐγένετο. Ἀλλὰ
78
[*](LIB. I. i. 18. GR. I. i. 18. MASS. I. viii. 5.) ἐμήυνυσε· Τὰ μὲν γὰρ ὅλα, ἔφη, δἰ αὐτοῦ γεγενῆσθαι, 1τὴν δὲ ζωὴν ἐν αὐτῷ. Αὕτη οὖν ἡ ἐν αὐτῷ γενομένη οἰκειοτέρα ἐστὶν ἐν αὐτῷ τῶν δἰ αὐτοῦ γενομένων· σύνεστι γὰρ αὐτῷ, καὶ δἰ αὐτοῦ καρποφορεῖ· ἐπειδὴ γὰρ ἐπιφέρει, καὶ ἡ ζωὴ ἦν τὸ 2φῶς τῶν ἀνθρώπων, Ἄνθρωπον εἰπὼν ἄρτι, καὶ τὴν Ἐκκλησίαν ὁμωνύμως τῷ Ἀνθρώπῳ ἐμήνυσεν, ὅπως διὰ τοῦ ἑνὸς ὀνόματος [*](M. 42.) δηλώσῃ τὴν τῆς συζυγίας κοινωνίαν. Ἐκ γὰρ τοῦ Λόγου καὶ τῆς Ζωῆς Ἄνθρωπος γίνεται καὶ Ἐκκλησία. Φῶς δὲ εἶπε τῶν ἀνθρώπων τὴν Ζωὴν, διὰ τὸ πεφωτίσθαι αὐτοὺς ὑπʼ αὐτῆς, ὃ δή ἐστι μεμορφῶσθαι καὶ πεφανερῶσθαι. Τοῦτο δὲ καὶ ὁ Παῦλος λέγει· Πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. Ἐπεὶ τοίνυν ἐφανέρωσε καὶ ἐγέννησε τόν τε Ἄνθρωπον καὶ τὴν Ἐκκλησίαν ἡ Ζωὴ, φῶς εἰρῆσθαι εἴρηται αὐτῶν. Σαφῶς οὖν δεδήλωκεν ὁ Ἰωάννης διὰ τῶν λόγων τούτων, τά τε ἄλλα, καὶ τὴν τετράδα τὴν δευτέραν, Λόγον καὶ Ζωὴν, Ἄνθρωπον καὶ Ἐκκλησίαν. Ἀλλὰ μήν καὶ τήν πρώτην ἐμήνυσε τετράδα· διηγούμενος
79
γὰρ περὶ τοῦ Σωτῆρος, καὶ λέγων πάντα τὰ ἐκτὸς τοῦ [*](LIB. I. i. 18. GR. I. i. 18. MASS. I. viii. 5.) πληρώματος δἰ αὐτοῦ μεμορφῶσθαι, καρπόν εἶναί φησιν αὐτὸν 1παντὸς τοῦ πληρώματος. Καὶ γὰρ φῶς εἴρηκεν αὐτὸν τὸ ἐν τῇ σκοτία φαινόμενον, καὶ μὴ καταληφθὲν ὑπʼ αὐτῆς, ἐπαιδὴ πάντα τὰ 2γενόμενα ἐκ τοῦ πάθους ἁρμόσας ἠγνοήθη ὑπ᾿ 3αὐτῆς. Καὶ οἱὸν δὲ, καὶ ἀλήθειαν, καὶ ζωὴν λέγει αὐτὸν καὶ λόγον σάρκα γενόμενον· οὗ τὴν δόξαν ἐθεασάμεθά, φησι, καὶ ἦν ἡ δόξα αὐτοῦ, 4οἵα ἦν ἡ τοῦ μονογενοῦς, ἡ ὑπὸ τοῦ [*](G. 41.) πατρὸς δοθεῖσα αὐτῷ, 5πλήρης χάριτος καὶ ἀληθείας. Λέγει
80
[*](LIB. I. i. 18. GR. I. i. 18. MASS. I. viii. 5.) δὲ οὕτως· Καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας. Ἀκριβῶς οὖν καὶ τὴν πρώτην ἐμήνυσε τετράδα· 1Πατέρα εἰπὼν, [*](M. 43.) καὶ Χάριν, καὶ τὸν Μονογενῆ, καὶ Ἀλήθειαν. Οὕτως ὁ Ἰωάννης περὶ τῆς πρώτης καὶ μητρός τῶν ὅλων Αἰώνων ὀγδοάδος εἴρηκε. Πατέρα γὰρ εἴρηκε, καὶ Χάριν, καὶ Μονογενῆ, καὶ Ἀλήθειαν, καὶ Λόγον, καὶ Ζωὴν, καὶ Ἄνθρωπον, καὶ 2.

19. Ὁρᾷς, ἀγαπητὲ, τίν μέθοδον, ᾗ οἱ χρώμενοι φρεναπατοῦσιν ἑαυτοὺς, ἐπηρεάζοντες τὰς γραφὰς, τὸ πλάσμα αὐτῶν ἐξ αὐτῶν συνιστάνειν πειρώμενοι. Διὰ τοῦτο γὰρ καὶ

81
αὐτὸς αὐτὰς παρεθέμην αὐτῶν 1τὰς λέξεις, ἵα ἐξ αὐτῶν [*](LIB. I. i. 19. GR. I. i. 19. MASS. I. ix. 1.) κατανοήσῃς τὴν πανουργίαν τῆς μεθοδείας, καὶ τὴν πονηρίαν τῆς πλάνης. Πρῶτον μὲν γὰρ εἰ προέκειτο Ἰωάννῃ τὴν ἄνω ὀγδοάδα μηνύσειν, τὴν τάξιν ἂν τετηρήκει τῆς προβολῆς, καὶ [*](f. 1. μηνύσσι.) τὴν πρώτην τετράδα σεβασμιωτάτην οὖσαν, καθὼς λέγουσιν, ἐν πρώτοις ἂν τεθείκει τοῖς ὀνόμασι, καὶ οὕτως 2ἐπεζεύχθη τὴν δευτέραν, ἵνα διὰ τῆς τάξεως τῶν ὀνομάτων ἡ τάξις δειχθῇ τῆς ὀγδοάδος· καὶ οὐκ ἂν μετὰ τοσοῦτον διάστημα, ὡς ἐκλελησμένος, ἔπειτα ἀναμνησθεὶς, ἐπʼ ἐσχάτῳ πρώτης ἐμέμνητο τετράδος. Ἔπειτα δὲ καὶ τὰς συζυγίας σημᾶναι θέλων, καὶ τὸ τῆς Ἐκκλησίας οὐκ ἂν παρέλιπεν ὄνομα· ἀλλʼ ἢ καὶ ἐπὶ τῶν λοιπῶν συζυγιῶν ἠρκέσθη τῇ τῶν ἀῤῥένων προσηγορίᾳ, ὁμοίως δυναμένων κᾀκείνων συνυπακούεσθαι, ἵνα τὴν ἑνότητα διὰ πάντων ᾖ πεφυλακώς· suppl. ἢ εἰ τῶν λοιπῶν τὰς συζύγους
82
[*](LIB. I. i. 19. GR. I. i. 19. MASS. I. ix. 1.) κατέλεγε, καὶ τὴν τοῦ Ἀνθρώπου ἂν μεμηνύκει σύζυγον, καὶ οὐκ ἂν ἀφῆκεν ἐκ μαντείας ὑμᾶς λαμβάνειν τοὔνομα αὐτῆς. Φανερὰ οὗν ἡ τῆς ἐξηγήσεως παραποίησις. Τοῦ γὰρ Ἰωάννου ἕνα Θεὸν παντοκράτορα, καὶ ἕνα μονογενῆ Χριστὸν Ἰησοῦν κηρύσσοντος, δἰ οὗ τὰ πάντα γεγονέναι λέγει, τοῦτον υἱὸν [*](M. 44.) l. Λόγον Θεοῦ, τοῦτον Μονογενῆ, τοῦτον πάντων ποιητὴν, τοῦτον φῶς ἀληθινὸν φωτίζοντα πάντα ἄνθρωπον, τοῦτον κόσμου ποιητὴν, τοῦτον εἰς τὰ ἴδια ἐληλυθότα, τοῦτον αὐτὸν σάρκα γεγονότα, καὶ ἐσκηνωκότα ἐν ἡμίν· οὗτοι παρατρέποντες κατὰ τὸ πιθανὸν τὴν ἐξήγησιν, ἄλλον μὲν τὸν Μονογενῆ θέλουσιν εἶναι κατὰ τὴν προβολὴν, ὃν δὴ καὶ 2ἀρχὴν καλοῦσιν, ἄλλον δὲ τὸν Σωτῆρα γεγονέναι θέλουσι, καὶ ἄλλον τὸν Λόγον 3υἱὸν τοῦ Μονογενοῦς, καὶ ἄλλον τὸν Χριστὸν εἰς ἐπανόρθωσιν τοῦ πληρώματος προβεβλημένον· [*](G. 42.) καὶ ἓν ἕκαστον τῶν εἰρημένων ἄραντες ἀπὸ τῆς ἀληθείας, καταχρησάμενοι τοῖς ὀνόμασιν, εἰς τὴν ἰδίαν ὑπόθεσιν μετήνεγκαν,
83
ὥστε κατ᾿ αὐτοὺς ἐν τοῖς τοσούτοις τὸν Ἰωάννην τοῦ [*](LIB. I. i. 19. GR. I. i. 19. MASS. I. ix. 2.) Κυρίου Ἰησοῦ Χριστοῦ μνείαν suppl. μὴ ἂν ποιεῖσθαι. Εἰ γὰρ Πατέρα εἴρηκε, καὶ Χάριν, καὶ Μονογενῆ, καὶ Ἀλήθειαν, καὶ Λόγον, καὶ Ζωὴν, καὶ Ἄνθρωπον, καὶ Ἐκκλησίαν, κατὰ τὴν ἐκείνων ὑπόθεσιν περὶ τῆς πρώτης ὀγδοάδος εἴρηκεν, ἐν ᾗ οὐδέπω Ἰησοῦς, οὐδέπω Χριστὸς ὁ τοῦ Ἰωάννου διδάσκαλος. Ὅτι δὲ οὐ περὶ τῶν συζογιῶν αὐτῶν ὁ Ἀπόστολος εἴρηκεν, ἀλλὰ περὶ τοῦ Κυρίου ὑμῶν Ἰησοῦ Χριστοῦ, ὃν καὶ Λόγον οἶδε τοῦ Θεοῦ, αὐτὸς πεποίηκε φανερόν. Ἀνακεφαλαιούμενος γὰρ περὶ τοῦ εἰρημένου αὐτῷ 1ἄνω ἐν ἀρχῇ Λόγου, ἐπεξηγεῖται· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Κατὰ δὲ τὴν ἐκείνων ὑπόθεσιν, οὐχ ὁ Λόγος σὰρξ ἐγένετο, ὅς γε οὐδὲ ἦλθέ ποτε ἐκτὸς Πληρώματος· ἀλλὰ ὁ τῆς 2οἰκονομίας μεταγενέστερος τοῦ Λόγου Σωτήρ.

84
[*](LIB. I. i. 20. GR. I. i. 20. MASS. I. ix. 3.)

20. Μάθετε οὖν ἀνόητοι, ὅτι Ἰησοῦς ὁ παθὼν ὑπὲρ [*](M. 45.) ἡμῶκ, ὁ κατασκυνώσας ἐν ἡμῖν, οὗτος αὐτός ἐστιν ὁ Λόγος τοῦ Θεοῦ. Εἰ μὲν γὰρ ἄλλος τις τῶν Αἰώνων ὑπὲρ τῆς ὑμῶν αὐτῶν σωτηρίας σὰρξ ἐγένετο, εἰκὸς ἦν περὶ ἄλλου εἰρηκέναι τὸν Ἀπόστολον. Εἰ δὲ ὁ Λόγος ὁ τοῦ Πατρὸς ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς, 1ὁ τοῦ μόνου Θεοῦ μονογενὴς υἱὸς, κατά τὴν τοῦ Πατρὸς εὐδοκίαν σαρκωθεὶς ὑπὲρ ἀνθρώπων, οὐ περὶ ἄλλου τινὸς, οὐδὲ περὶ ὀγδοάδος τὸν λόγον 2ἐμπεποίηται, ἀλλʼ ἢ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. Οὐδὲ γὰρ ὁ Λόγος κατʼ αὐτοὺς προηγουμένως σὰρξ γέγονε. Λέγουσι δὲ τὸν Σωτῆρα

85
ἐνδύσασθαι 1σῶμα ψυχικὸν ἐκ τῆς οἰκονομίας κατεσκευασμένον [*](LIB. I. i. 20. GR. I. i. 20. MASS. I. ix. 3.) 2ἀῤῥήτῳ προνοίᾳ, πρὸς τὸ ὁρατὸν γενέσθαι, καὶ ψηλαφητόν. Σὰρξ δέ ἐστιν ἡ ἀρχαία ἐκ τοῦ χοῦ κατὰ τὸν Ἀδὰμ ἡ γεγονυῖα πλάσις ὑπὸ τοῦ Θεοῦ, ἣν ἀληθῶς γεγονέναι τὸν Λόγον τοῦ Θεοῦ ἐμήνυσεν ὁ Ἰωάννης. Καὶ λέλυται αὐτῶν πρώτη καὶ ἀρχέγονος ὀγδοάς. Ἑνὸς γὰρ καὶ τοῦ αὐτοῦ δεικνυμένου Λόγου, καὶ Μονογενοῦς, καὶ Ζωῆς, καὶ Φωτὸς, καὶ Σωτῆρος, καὶ Χριστοῦ, καὶ Υἱοῦ Θεοῦ, καὶ τούτου αὐτοῦ σαρκωθέντος ὑπὲρ ὑμῶν, λέλυται ἡ τῆς ὀγδοάδος σκηνοπηγία. [*](G. 43) Ταύτης δὲ λελυμένης, διαπέπτωκεν αὐτῶν πᾶσα ἡ ὑπόθεσις, ἣν 4ψευδῶς ὀνειρώττοντες 5κατατρέχουσι τῶν γραφῶν, ἰδίαν ὑπόθεσιν ἀναπλασάμενοι. Ἔπειτα λέξεις καὶ ὀνόματα σποράδην κείμενα συλλέγοντες, μεταφέρουσι, καθὼς προειρήκαμεν, ἐκ τοῦ
86
[*](LIB. I. i. 20. GR. I. i. 20. MASS. I. ix. 4.) κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν· ὅμοια ποιοῦντες τοῖς ὑποθέσαις τὰς τυχούσας αὐτοῖς προβαλλομένοις, ἔπειτα πειρωμένοις ἐκ τῶν Ὁμήρου ποιημάτων 1μελετᾷν αὐτὰς, ὥστε τοὺς ἀπειροτέρους δοκεῖν ἐπʼ ἐκείνης τῆς ἐξ ὑπογυίου μεμελετημένης ὑποθέσεως Ὅμηρον τὰ ἔπη πεποιηκέναι, καὶ πολλοὺς συναρπάζεσθαι διὰ τῆς τῶν ἐπῶν συνθέτου ἀκολουθίας, μὴ ἄρα ταῦθʼ οὕτως Ὅμηρος εἴη πεποιηκώς. Ὡς ὁ τὸν Ἡρακλέα ὑπὸ [*](M. 46.) Εὐρυσθέως ἐπὶ τὸν ἐν τῷ Ἅδῃ κύνα πεμπόμενον 2διὰ τῶν Ὁμηρικῶν στίχων γράφων οὕτως· (οὐδὲν γὰρ κωλύει παραδείγματος χάριν ἐπιμνησθῆναι καὶ τούτων, ὁμοίας καὶ τῆς αὐτῆς οὔσης ἐπιχειρήσεως τοῖς ἀμφοτέροις.) [*](od. κ΄. 76.)
  • Ὡε εἰπὼν, ἀπέπεμπε δόμων βαρέα στενάχοντα
  • [*](Od. Φ΄. 26.)
  • Φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιΐστορα ἔργων,
  • [*](11 τ΄. 123.)
  • Εὐρυσθεὺς, Σθενέλοιο πάϊς Περσηϊάδαο
  • 87
  • Ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο.
  • [*](LIB. I. i. 20. GR. I. i. 20. MASS. I. ix. 4.)
  • Βῆ δʼ ἴμεν, ὥστε λέων ὀρεσίτροφος ἀλκὶ πεποιὼς,
  • Καρπαλίμως 1ἀνὰ ἄστυ· φίλοι δʼ 2ἀνά πάντες ἕποντο,
  • [*](Il. θ΄. 368. Od. ζ΄. 130. Il. ω΄. 327. Od. λ΄. 38. Il. ω΄. 328.  Od. λ΄. 625. Il. β΄. 409.)
  • Νύμφαι τʼ ἠΐθεσί τε, πολύτλητοὶ τε γέροντες,
  • 2Οἶετῤ ὀλοφυρόμενοι, ὡσεὶ θάνατόνδε κίοντα.
  • Ἑρμείας δʼ 4ἀπέπεμπεν, ἰδέ γλαυκῶπις Ἀθήνη·
  • Ἤιδεε γὰρ κατὰ θυμὰν ἀδελφεὸν, ὡς ἐπονεῖτο.
  • Τίς οὐκ ἂν τῶν ἀπανούργων συναρπαγείη ὑπὸ τῶν ἐπῶν τούτων, καὶ νομίσειεν οὕτως αὐτὰ Ὅμηρον ἐπὶ ταύτης τῆς ὑποθέσεως πεποιηκέναι; Ὁ δʼ ἔμπειρος τῆς Ὁμηρικῆς ὑποθέσεως ἐπιγνώσεται, suppl. μὲν τὰ ἔπη, τὴν δʼ ὑπόθεσιν οὐκ ἐπιγνώσεται, εἰδὼς ὅτι τὸ μέν τι αὐτῶν ἐστι περὶ Ὀδοσσέως εἰρημένον, τὸ δὲ περὶ αὐτοῦ τοῦ Ἡρακλέος, τὸ δὲ περὶ Πριάμου, τὸ δὲ περὶ Μενελάου καὶ Ἀγαμέμνονος. Ἄρας δὲ αὐτὰ, καὶ ἓν ἕκαστον ἀποδοὺς [*](G. 44.) τῇ 5ἰδίᾳ, ἐκποδὼν ποιήσει τὴν ὑπόθεσιν. Οὕτω δὲ καὶ ὁ
    88
    [*](LIB. I. i. 20. GR. I. i. 20. MASS. I. ix. 4.) κανόνα τῆς ἀληθείας ἀκλινῆ ἐν ἑαυτῷ κατέχων, 1ὃν διὰ τοῦ βαπτίσματος εἵληφε, τὰ μὲν ἐκ τῶν γραφῶν ὀνόματα, καὶ [*](M. 47.) τὰς λέξεις, καὶ τὰς παραβολὰς ἐπιγνώσεται, τὴν δὲ βλάσφημον ὑπόθεσιν ταύτην αὐτῶν οὐκ ἐπιγνώσεται. Καὶ γὰρ εἰ τὰς ψηφῖδας γνωρίσει, ἀλλὰ τὴν ἀλώπεκα ἀντὶ τῆς βασιλικῆς εἰκόνος οὐ παραδέξεται· ἓν ἕκαστον δὲ τῶν εἰρημένων ἀποδοὺς
    89
    τῇ ἰδίᾳ τάξει, καὶ προσαρμόσας τῷ τῆς ἀληθείας σωματίῳ, γυμνώσει [*](LIB. I. i. 20. GR. I. i. 20. MASS. I. ix. 5.) καὶ ἀνυπόστατον ἐπιδείξει τὸ πλάσμα αὐτῶν. Ἐπεὶ δὲ τῇ σκηνῇ ταύτῃ λείπει ἡ 1ἀπολύτρωσις, ἵνα τις τὸν 2μῖμον αὐτὸν l. αὐτῶν 3περαιώσας τὸν ἀνασκευάζοντα λόγον ἐπενεγκεῖν, l. ἐπενέγκῃ, καλῶς ἔχειν ὑπελάβομεν ἐπιδείξαι πρότερον, ἐν οἶς οἱ πατέρες αὐτοὶ τοῦδε τοῦ 4μύθου διαφέρονται πρὸς ἀλλήλους, ὡς ἐκ διαφόρων πνευμάτων τῆς πλάνης ὄντες. Καὶ ἐκ τούτου γὰρ ἀκριβῶς συνιδεῖν ἔσται ἐστι, καὶ 5πρὸ τῆς ἀποδείξεως, βεβαίαν τὴν ὑπὸ τῆς Ἐκκλησίας κηρυσσομένην ἀλήθειαν, καὶ τὴν ὑπὸ τούτων παραπεποιημένην ψευδηγορίαν.