Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

2. ὅσοι γὰρ Χριστοῦ εἰσιν, οὗτοι μετὰ τοῦ ἐπισκόπου εἰσίν· ὅσοι δ’ ἂν ἐκκλίνωσιν αὐτοῦ καὶ τὴν κοινωνίαν ἀσπάσωνται μετὰ τῶν κατηραμένων, οὗτοι σὺν αὐτοῖς ἐκκοπήσονται· οὐ γάρ εἰσιν γεώργιον Χριστοῦ, ἀλλ’ ἐχθροῦ σπορά· οὗ ῥυσθείητε πάντοτε εὐχαῖς τοῦ προκαθεζομένου ὑμῶν ποιμένος, τοῦ πιστοτάτου καὶ πραοτάτου. παρακαλῶ οὖν ὑμᾶς ἐν κυρίῳ· ὅσοι ἂν μετανοήσαντες ἔλθωσιν ἐπὶ τὴν ἑνότητα τῆς ἐκκλησίας, προσδέχεσθε αὐτοὺς μετὰ πάσης πραότητος, ἵνα διὰ τῆς χρηστότητος καὶ τῆς ἀνεξικακίας ἀνανήψαντες ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἄξιοι Ἰησοῦ Χριστοῦ γενόμενοι, σωτηρίας αἰωνίου τύχωσιν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ.

3. ἀδελφοί, μὴ πλανᾶσθε· εἴ τις σχίζοντι ἀπὸ τῆς ἀληθείας ἀκολουθεῖ, βασιλείαν θεοῦ οὐ κληρονομήσει· καὶ εἶ τις οὐκ ἀφίσταται τοῦ ψευδολόγου κήρυκος, εἰς γέενναν κατακριθήσεται· οὔτε γὰρ εὐσεβῶν ἀφίστασθαι χρή, οὔτε δυσσεβέσιν συγκεῖσθαι δεῖ.

4. εἴ τις ἐν ἀλλοτρίᾳ γνώμῃ περιπατεῖ, οὗτος οὐκ ἔστιν Χριστοῦ οὔτε τοῦ πάθους αὐτοῦ κοινωνός, ἀλλ’ ἔστιν ἀλώπηξ, φθορεὺς ἀμπελῶνος Χριστοῦ. τῷ τοιούτῳ μὴ συναναμίγνυσθε, ἵνα μὴ συναπόλησθε αὐτῷ, κἂν πατὴρ ᾖ κἂν υἱὸς κἂν ἀδελφὸς κἂν οἰκεῖος. οὐ φείσεται γάρ σου, φησίν, ὁ ὀφθαλμὸς ἐπ’ αὐτῷ.