Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

II. Ὡς τέκνα οὖν φωτὸς ἀληθείας φεύγετε τὸν μερισμὸν τῆς ἑνότητος καὶ τὰς κακοδιδασκαλίας τῶν αἱρεσιωτῶν, ἐξ ὧν μολυσμὸς ἐξῆλθεν εἰς πᾶσαν τὴν γῆν.

2. ὅπου δὲ ὁ ποιμήν ἐστιν, ἐκεῖ ὡς πρόβατα ἀκολουθεῖτε· πολλοὶ γὰρ λύκοι κωδίοις ἠμφιεσμένοι ἡδονῇ κακῇ αἰχμαλωτίζουσι τοὺς θεοδρόμους· ἀλλ’ ἐν τῇ ἑνότητι ὑμῶν οὐχ ἕξουσι τόπον.

III. Ἀπέχεσθε οὖν τῶν κακῶν βοτανῶν, ἅστινας Ἰησοῦς Χριστὸς οὐ γεωργεῖ,

ἀλλ’ ὁ ἀνθρωποκτόνος θήρ, διὰ τὸ μὴ εἶναι αὐτοὺς φυτείαν πατρός, ἀλλὰ σπέρμα τοῦ πονηροῦ. οὐχ ὅτι παρ’ ὑμῖν μερισμὸν εὗρον, ταῦτα γράφω, ἀλλὰ προασφαλίζομαι ὑμᾶς ὡς τέκνα θεοῦ.