Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

IV. Ὅθεν καὶ ὑμῖν πρέπει συντρέχειν τῇ τοῦ ἐπισκόπου γνώμῃ, τοῦ κατὰ θεὸν ποιμαίνοντος ὑμᾶς· ὅπερ καὶ ποιεῖτε, αὐτοὶ σοφισθέντες ὑπὸ τοῦ πνεύματος. τὸ γὰρ ἀξιονόμαστον πρεσβυτέριον, ἄξιον ὃν τοῦ θεοῦ, οὕτως συνήρμοσται τῷ ἐπισκόπῳ, ὡς χορδαὶ κιθάρᾳ, συνδεδεμένοι οὕτω τῇ ὁμονοίᾳ καὶ συμφώνῳ ἀγάπῃ, ἧς ἐστιν ἀρχηγὸς καὶ φύλαξ Ἰησοῦς ὁ Χριστός.

2. καὶ οἱ κατ’ ἄνδρα δὲ χορὸς γένεσθε εἷς, ἵνα σύμφωνοι ὄντες ἐν ὁμονοίᾳ, συνάφειαν θεοῦ λαβόντες ἐν ἑνότητι, ἓν γένησθε τῇ συμφωνίᾳ τῷ θεῷ πατρὶ καὶ τῷ ἠγαπημένῳ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ τῷ κυρίῳ ἡμῶν· δὸς γὰρ αὐτοῖς, φησί, πάτερ ἅγιε, ἵνα, ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὤσιν. χρήσιμον οὖν ἐστιν ὑμᾶς ἐν ἀμώμῳ ἑνότητι συνημμένους θεῷ μιμητὰς εἶναι Χριστοῦ, οὗ καὶ μέλη ὑπάρχετε.

V. Εἰ γὰρ ἐγὼ ἐν μικρῷ χρόνῳ τοιαύτην συνήθειαν ἔσχον πρὸς τὸν ἐπίσκοπον ὑμῶν, οὐκ ἀνθρωπίνην οὖσαν, ἀλλὰ πνευματικήν, πόσῳ μᾶλλον ὑμᾶς μακαρίζω τοὺς ἀνακεκραμένους αὐτῷ, ὡς ἡ ἐκκλησία τῷ κυρίῳ Ἰησοῦ καὶ ὁ κύριος τῷ θεῷ καὶ πατρὶ αὐτοῦ, ἵνα πάντα ἐν ἑνότητι σύμφωνα ᾖ.