Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

III. Οὐ διατάσσομαι ὑμῖν ὡς ὤν τι. εἰ γὰρ καὶ δέδεμαι διὰ τὸ ὄνομα, οὔπω ἀπήρτισμαι ἐν Ἰησοῦ Χριστῷ. νῦν γὰρ ἀρχὴν ἔχω τοῦ μαθητεύεσθαι καὶ προσλαλῶ ὑμῖν ὡς ὁμοδούλοις· ἐμὲ γὰρ ἔδει παρ’ ὑμῶν ὑπομνησθῆναι πίστει, νουθεσίᾳ, ὑπομονῇ, μακροθυμίᾳ.

2. ἀλλ’ ἐπειδὴ ἡ ἀγάπη οὐκ ἐᾷ με σιωπᾶν περὶ ὑμῶν, διὰ τοῦτο προέλαβον παρακαλεῖν ὑμᾶς, ὅπως συντρέχητε τῇ γνώμῃ τοῦ θεοῦ. καὶ γὰρ Ἰησοῦς Χριστὸς πάντα κατὰ γνώμην πράττει τοῦ πατρός, ὡς αὐτός που λέγει· Ἐγὼ τὰ ἀρεστὰ αὐτοῦ ποιῶ πάντοτε.

3. οὐκ

οῦν καὶ ἡμᾶς χρὴ ζῆν κατὰ γνώμην θεοῦ ἐν Χριστῷ καὶ ζηλοῦν ὡς Παῦλος· μιμηταὶ γάρ μου, φησί, γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.