In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Τοῦ δὲ Ἐνγόνασι δύνοντος συγκαταδύνει μὲν ὁ ζῳδιακὸς ἀπὸ [τοῦ] Τοξότου μοίρας ιδ΄ ἕως Ὑδροχόου μοίρας ιϚ΄· μεσουρανεῖ δὲ ἀπὸ [τοῦ] Ὑδροχόου μοίρας γ΄ καὶ κ΄ ἕως Ταύρου μοίρας η΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν ἄκρᾳ τῇ δεξιᾷ χειρί, ἔσχατος δὲ ὁ ἐν τῷ ἀριστερῷ ποδί.

Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων 〈πρῶτος μὲν〉 τοῦ [μὲν] ἐν τῷ Ὑδροχόῳ ὕδατος ὁ ἑπόμενος τῶν ἐν τῇ τετάρτῃ συστροφῇ, τοῦ δὲ Ἵππου ὁ βορειότερος τῶν ἐν τῷ σώματι συνεχῶν, τοῦ δὲ Κηφέως ὁ ἀριστερὸς ὦμος, 〈ὡς〉 ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ· ἔσχατος δὲ μεσουρανεῖ τοῦ ἐν τῷ Κήτει τετραπλεύρου ὁ νοτιώτερος τῶν ἑπομένων λαμπρῶν, καὶ ὁ πρὸς μεσημβρίαν κείμενος 〈αὐτοῦ〉 ἀκατονόμαστος 〈καὶ〉 λαμπρός.

Δύνει δὲ ὁ Ἐνγόνασιν ἐν ὥραις τέσσαρσι καὶ τρισὶ πεμπτημορίοις ὡς ἔγγιστα.

Τοῦ δὲ Ὀφιούχου δύνοντος συγκαταδύνει μὲν ὁ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας ια΄ ἕως Αἰγόκερω μοίρας β΄· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω ε΄ καὶ κ΄ ἕως Ἰχθύων ια΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τῷ ἀριστερῷ ποθί, ἔσχατος δὲ ὁ ἐν τῇ κεφαλῇ.

204

Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τοῦ Αἰγόκερω ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ, καὶ τοῦ Ὄρνιθος ὁ νοτιώτατος τῶν ἐν τῇ ἀριστερᾷ πτέρυγι, ἔσχατος δὲ τῆς Κασσιεπείας ὁ ἐν τῇ κεφαλῇ καὶ ὁ ἐν τῷ δίφρῳ μικρός, καὶ τῆς Ἀνδρομέδας ὁ βορειότατος τῶν ἐν τῷ στήθει, καὶ τοῦ Κήτους ὁ νοτιώτερος τῶν ἐν τῇ οὐρᾷ, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ.

Δύνει δὲ ὁ Ὀφιοῦχος ἐν ὥραις τρισὶν ὡς ἔγγιστα.

Ὅταν δὲ ὁ Ὄφις δύνῃ, ὃν ἔχει ὁ Ὀφιοῦχος, συγκατα- δύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας Ϛ΄ καὶ κ΄ μέσης ἕως Αἰγόκερω μοίρας θ΄· μεσουρανεῖ δὲ ἀπὸ Ὑδροχόου μοίρας η΄ ἕως Ἰχθύων κ΄ μέσης. καὶ πρῶτοι μὲν ἀστέρες δύνουσιν οἱ ἐν τῷ σώματι, κοινοὶ ὄντες καὶ τῆς ἀριστερᾶς χειρὸς τοῦ Ὀφιούχου, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ.

Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν ὁ ἐν τῷ δεξιῷ ποδὶ τοῦ Κηφέως, καὶ ὁ ἐν μέσῃ τῇ κάλπιδι τοῦ Ὑδροχόου, ἔσχατος δὲ τοῦ τε βορειοτέρου Ἰχθύος ὁ νοτιώτερος τῶν ἐν τῇ οὐρᾷ, καὶ τῆς Κασσιε- πείας ὁ ἐν τῷ γόνατι.

Δύνει δὲ ὁ Ὄφις ἐν ὥραις τρισὶν ὡς ἔγγιστα.

Τῆς δὲ Λύρας δυνούσης συγκαταδύνει μὲν ὁ ζῳδιακὸς ἀπὸ [τοῦ] Ὑδροχόου μοίρας δ΄ ἕως Ὑδροχόου μοίρας ιβ΄· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ γ΄ καὶ κ΄ μέσης ἕως Ταύρου γ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἡγούμενος τῶν ἐν τῷ ζυγώματι 〈δύο〉 λαμπρῶν, ἔσχατος δʼ ὁ ἀπʼ ἄρκτων παρακείμενος τῷ λαμπρῷ.

Μεσουρανεῖ δὲ τῶν ἄλλων 〈ἀστέρων〉 πρῶτος μὲν ὁ μέσος τῶν ἐν τῇ οὐρᾷ τοῦ Κριοῦ, ἔσχατος δὲ τῶν [*](3. νοτιώτατος τῶν ἐν τῇ ἀριστερᾷ *] βορειότατος τῶν ἐν τῇ δεξιᾷ vulg. || 9 δύνει B edd. || 10 ϛ΄ καὶ κ΄ μέσης μ⁰ B edd. ||)

206
μεταξὺ τοῦ τε ὀξυτάτου τῆς Πλειάδος καὶ τῶν Ὑάδων τῶν ἐπὶ τοῦ ἀριστεροῦ μετώπου 〈τοῦ Ταύρου〉 ὁ βορειό- τερος [αὐτῶν] καὶ ἐκφανέστερος, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεος, καὶ τῆς μεγάλης περιφερείας τοῦ ἀπὸ τοῦ Ὠρίωνος Ποταμοῦ ὁ δεύτερος τῶν ἀπʼ ἄρκτου καὶ λαμπρός, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, καὶ ὁ μεταξὺ τῆς τε ἀποτο- μῆς τοῦ Ταύρου καὶ τοῦ ἐν τῇ ὠμοπλάτῃ, προηγού- μενος τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεως.

Δύνει δὲ ἡ Λύρα ἐν δυσὶ μέρεσιν ὥρας.

Τοῦ δὲ Ὄρνιθος δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ [τοῦ] Ὑδροχόου μοίρας ε΄ μέσης ἕως Ἰχθύων μοίρας ιδ΄· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοίρας δ΄ καὶ κ΄ μέσης ἕως Διδύμων ιβ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τῷ ῥύγχει, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων πρῶτοι μὲν τοῦ Περσέως ὁ ἐν τῷ δεξιῷ μηρῷ λαμπρός, καὶ τοῦ Κριοῦ ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ, ἔσχατοι δὲ τῶν Διδύμων ὅ τε τρίτος ἀπὸ δύσεως τῶν ἐν τοῖς ποσὶ καὶ ὁ ἡγούμενος τῶν ἐν τοῖς γόνασι τριῶν, προηγού- μενοι τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον.

Δύνει δὲ ὁ Ὄρνις ἐν ὥραις τρισὶ καὶ ἕκτῳ μέρει.

Τοῦ δὲ Κηφέως δύνει τὰ περὶ τὴν κεφαλὴν μέρη μόνον. καὶ συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Κριοῦ μοίρας η΄ μέσης ἕως Κριοῦ ιδ΄· μεσουρα- νεῖ δὲ ἀπὸ Καρκίνου μοίρας θ΄ ἕως Καρκίνου μοί- ρας ιδ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει 〈ὁ νοτιώτερος [*](1. πλῃάδος abhinc etiam Ur. || 2. ἀριστεροῦ*] δεξιοῦ vulg. || 3. ὑπολείμενος A. || 6. ὑπολειπ.*] ἀπολειπ. vulg. || 8. τῇ *] τῷ vulg. || 17. μεσουρανεῖ A. || 19. ἔσχατος A. || 21. προηγούμενος A Ur. ||)

208
τῶν ἐν τῇ κεφαλῇ τριῶν, ἔσχατος δὲ ὁ βορειότερος αὐτῶν〉.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων πρῶτοι μὲν τοῦ τε Καρκίνου ὁ νοτιώτερος τῶν ἀπʼ ἀνατολῆς περὶ τὸ Νεφέλιον κειμένων, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τῆς Ἀργοῦς ὁ ἐν τῷ ἀκροστολίῳ λαμπρός, ἔσχατοι δὲ τῆς τε Ἄρκτου ὁ ἐν τοῖς ἐμπρο- σθίοις γόνασι λαμπρός, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Καρκίνου ὁ μέσος τῶν τριῶν τῶν περὶ τὴν νοτίαν χηλήν, καὶ τοῦ Ὕδρου ὁ ἐπὶ τῆς ἐκφύσεως τοῦ τραχήλου, καὶ τῆς Ἀργοῦς ὁ ἐν μέσῳ τῷ τοίχῳ λαμπρός, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ.

〈Δύνει δὲ ὁ Κηφεὺς ἐν τρίτῳ μέρει ὥρας.〉

Τῆς δὲ Κασσιεπείας δυνούσης συγκαταδύνει μὲν αὐτῇ ὁ ζῳδιακὸς ἀπὸ Κριοῦ μοίρας α΄ καὶ κ΄ ἕως Ταύρου δ΄ καὶ κ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου μοίρας δ΄ καὶ κ΄ μέσης ἕως Παρθένου ε΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ ὁ ἐν τοῖς ποσί.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων πρῶτοι μὲν τοῦ Λέοντος ὅ τε ἐμπρόσθιος ποὺς καὶ τῶν ἐν τῇ κεφαλῇ ὁ βορειότερος τῶν ἑπομένων, καὶ τοῦ Ὕδρου ὁ λαμπρότατος, ἔσχατοι δὲ τοῦ τε Δράκοντος ὁ δεύτερος τῶν ἀπὸ τῆς οὐρᾶς λαμπρῶν, καὶ τοῦ Κόρακος ὅ τε ἐν τῷ ῥύγχει καὶ ὁ ἐν τῇ κεφαλῇ.

Δύνει δὲ ἡ Κασσιέπεια ἐν ὥραις δυσὶ καὶ δυσὶ μέρεσιν ὥρας.

Τῆς δὲ Ἀνδρομέδας δυνούσης συγκαταδύνει μὲν αὐτῇ ὁ ζῳδιακὸς ἀπὸ Ἰχθύων β΄ καὶ κ΄ μοίρας μέσης ἕως Κριοῦ η΄ καὶ κ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Διδύμων α΄ καὶ κ΄ μέσης ἕως Λέοντος β΄. καὶ πρῶτος μὲν

210
ἀστὴρ δύνει ὁ ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῷ δεξιῷ ποδί.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν ὅ τε ἐν τῷ ῥύγχει τῆς Μεγάλης Ἄρκτου, καὶ ὁ ἐν τῇ κεφαλῇ τοῦ ἡγουμένου Διδύμου, καὶ τοῦ Κυνὸς ὁ βορειότατος τῶν ἐν τῇ κεφαλῇ· ἔσχατον δὲ μεσουρα- νοῦσι τοῦ τε Δράκοντος ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ ὁ μέσος τῶν ἐν τῷ τραχήλῳ τοῦ Λέοντος τριῶν ἐπ᾿ εὐθείας, καὶ τοῦ Ὕδρου ὁ τρίτος τῶν μετὰ τὸν λαμπρὸν πρὸς ἀνατολὰς τεσσάρων.

Δύνει δὲ ἡ Ἀνδρομέδα ἐν ὥραις τρισὶν ὡς ἔγγιστα.

Τοῦ δὲ Ἵππου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ὑδροχόου μοίρας ιγ΄ μέσης ἕως Ἰχθύων μοίρας ιγ΄· μεσουρανεῖ δὲ ἀπὸ Ταύρου δ΄ μέσης ἕως Διδύμων ια΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τῷ στόματι αὐτοῦ λαμπρός, ἔσχατος δὲ ὁ ἐπὶ τῆς ὀσφύος λαμπρός.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων 〈ἀστέρων〉 πρῶτοι μὲν ὅ τε βορειότερος τῶν μεταξὺ τοῦ ὀξέος τῆς Πλειάδος καὶ τῶν Ὑάδων τῶν ἐν τῷ ἀριστερῷ μετώπῳ 〈τοῦ Ταύρου〉, καὶ τοῦ Ταύρου ὁ ἐν τῇ ὠμοπλάτῃ, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ· ἔσχατοι δὲ μεσου- ρανοῦσι τῶν Διδύμων ὅ τε τρίτος ἀπὸ δύσεως ποὺς καὶ ὁ ἡγούμενος τῶν ἐν τοῖς γόνασι τριῶν.

Δύνει δὲ ὁ Ἵππος ἐν ὥραις δυσὶ καὶ ἡμιωρίῳ.

Τοῦ δὲ Ὀϊστοῦ δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Αἰγόκερω μοίρας ζ΄ καὶ κ΄ μέσης ἕως Ὑδροχόου μοίρας β΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοίρας ιδ΄ ἕως Κριοῦ μοίρας κ΄ μέσης. καὶ πρῶτοι [*](6. ἔσχατοι M. || 8. τοῦ Λέοντος*] αὐτοῦ vulg. || 9. Ὕδρου corr. Scal., ταύρου vulg. || 10. ὡς πρὸς ἀν. A. || 13. ἀπὸ⌋ ὑπὸ A. ||)

212
μὲν ἀστέρες δύνουσιν οἱ ἐν τῇ γλυφίδι, ἔσχατος δὲ ὁ ἐν τῇ ἀκίδι.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων πρῶτοι μὲν τοῦ Περσέως ὁ ἐν τῷ δεξιῷ ὤμῳ, καὶ τοῦ Κριοῦ ὁ βορειότερος τῶν ὑπὲρ τὴν οὐρὰν τριῶν ἐπʼ εὐθείας ἀκατονομάστων, καὶ ὁ ἐν τῷ νώτῳ αὐτοῦ, προηγού- μενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, καὶ τοῦ Κήτους ὁ ἡγούμενος τῶν ἐν τῇ νοτίᾳ σιαγόνι τριῶν λαμπρῶν· ἔσχατοι δὲ μεσουρανοῦσι τοῦ Περσέως ὁ ἐν μέσῳ τῷ σώματι λαμπρός, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Κήτους ὁ ἑπόμενος τῶν ἐν τῇ νοτίᾳ σιαγόνι, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ.

Δύνει δὲ ὁ Ὀϊστὸς ἐν τρίτῳ μέρει ὥρας.

Τοῦ δὲ Ἀετοῦ δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Αἰγόκερω μοίρας ιζ΄ μέσης ἕως Αἰγόκερω γ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοίρας β΄ ἕως Κριοῦ μοίρας η΄. καὶ πρῶτοι μὲν ἀστέρες δύνουσιν οἱ ἐν ταῖς πτέρυξι δύο μικροί, ἔσχατος δὲ ὁ βορειό- τερος τῶν ἐν τῷ σώματι τριῶν λαμπρῶν.

Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τῆς Ἀνδρομέδας ὁ ἐν τῷ ἀριστερῷ ποδί, καὶ τοῦ Κριοῦ ὁ μέσος τῶν ἐν τῇ κεφαλῇ, καὶ τοῦ Κήτους ὁ νοτιώτερος τῶν ἑπομένων ἐν τῷ τετραπλεύρῳ, ἔσχατος δὲ τοῦ Τριγώνου ὁ ἑπόμενος τῶν ἐν τῇ βάσει, προ- ηγούμενος 〈τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, καὶ τοῦ Κήτους ὁ προηγούμενος〉 τῶν ἐν τῇ βορείᾳ σιαγόνι.

Δύνει δὲ ὁ Ἀετὸς ἐν τρίτῳ μέρει ὥρας.

[*](4. Κριοῦ] ἄκρου B. || 6. νότῳ A. || 9. ἐν τῷ μέσῳ τοῦ σώ- ματος B edd. || 12 ὑπολείμενος Vat. P1. || 14. δʼ ἀετοῦ A. | αἰετοῦ L, ᾀετοῦ ed. pr. hic et infra ᾀετός. || 17. μοίρας om. A. ||)
214

Τοῦ δὲ Δελφῖνος δύνοντος συγκαταδύνει μὲν ὁ ζῳδιακὸς ἀπὸ [τοῦ] Ὑδροχόου μοίρας β΄ ἕως Ὑδροχόου μοίρας η΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ κ΄ μέσης ἕως Κριοῦ θ΄ καὶ κ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἡγούμενος τῶν ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῇ ἑπομένῃ πλευρᾷ τοῦ ῥόμβου.

Μεσουρανοῦσι δὲ τῶν λοιπῶν ἀστέρων πρῶτοι μὲν ὅ τε ἐν μέσῳ τῷ σώματι τοῦ Περσέως λαμπρός, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ ὁ ἑπόμενος τῶν ἐν τῇ νοτίᾳ σιαγόνι τοῦ Κήτους, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, ἔσχατοι δὲ ὁ ἐν τῷ ἀριστερῷ γόνατι τοῦ Περσέως, καὶ τῆς Πλειάδος τὸ βορειότερον μέρος τῆς ἡγουμένης πλευρᾶς.

Δύνει δὲ ὁ Δελφὶς ἐν ἡμιωρίῳ.

Τοῦ δὲ Περσέως δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας β΄ ἕως Ταύρου μοίρας θ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος Ϛ΄ μέσης ἕως Παρθένου ι΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει τῶν ἐν τῷ γοργονίῳ ὁ βορειότερος τῶν ἡγουμένων, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ γόνατι.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν ὅ τε ἐν τῇ γαστρὶ τοῦ Λέοντος, ὡς ἡμιπήχιον ὑπο- λειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Ὕδρου ὁ τέταρτος τῶν μετὰ τὸν λαμπρὸν 〈πρὸς ἀνατολὰς τεσσάρων〉, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τῆς Αργοῦς ὁ ἔσχατος τῶν ἐν τῇ τρόπει· ἔσχατον δὲ μεσουρανοῦσι ὅ τε ἐν τῇ οὐρᾷ τοῦ Κόρακος καὶ ὁ ἐν τοῖς ποσὶν αὐτοῦ.

Δύνει δὲ ὁ Περσεὺς ἐν ὥραις δυσὶ καὶ τρίτῳ μέρει.

[*](2. ἕως dupl. Vat. || 3. μοίρας om. A. || 5 βορ.] νοτιώτερος A. || 7. λοιπῶν] ἄλλων scrib. esse vid. | πρῶτος Vat., ᾱ P1P2. ||)
216

Τοῦ δὲ Ἡνιόχου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας γ΄ καὶ κ΄ ἕως Καρκίνου β΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου β΄ ἕως Χηλῶν β΄ καὶ κ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τῷ ἀριστερῷ ποδί, ἔσχατοι δὲ οἱ ἐν τῇ κεφαλῇ.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν τοῦ Δράκοντος ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ καὶ τοῦ Στεφάνου ὁ βορειότατος, ἔσχατον δὲ 〈τῶν Χηλῶν〉 ὁ ἐν μέσῃ τῇ νοτίᾳ χηλῇ.

Δύνει δὲ ὁ Ἡνίοχος μικρῷ πλεῖον ἢ ἐν ὥραις τρισίν.

Εἰρηκότες δὴ περὶ πάντων τῶν βορειοτέρων τοῦ ζῳδιακοῦ ἄστρων περὶ τῶν λοιπῶν ἐν τῷ ἐχομένῳ ἀποδώσομεν, στοχαζόμενοι τῆς συμμετρίας τοῦ συν- τάγματος.