In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Προειρηκότες, ὦ Αἰσχρίων, ἐν τῷ πρὸ τούτου συντάγματι περὶ τῶν βορειοτέρων ἄστρων τοῦ ζῳδιακοῦ κύκλου, τίνι τε ζῳδίῳ τῶν δώδεκα ἕκαστον αὐτῶν συνανα- τέλλει καὶ συγκαταδύνει, καὶ τί ζῴδιον ἀνατέλλοντος αὐτοῦ ἢ δύνοντος μεσουρανεῖ, καὶ τίνες τῶν ἀπλανῶν ἀστέρων ἐπὶ τοῦ μεσημβρινοῦ γίνονται ἀρχομένου τε [*](8. ἔσχατον*] ἔσχατος vulg. ‖ 10. πλέον A. | ἢ om. P3M. ἐν om. L edd., in marg. add. V, sed linea deletum; ἐν ὥραις M,)

218
αὐτοῦ ἀνατέλλειν ἢ δύνειν καὶ πάλιν λήγοντος, ἔτι δʼ ἐν πόσαις ἰσημεριναῖς ὥραις ἕκαστον ἀνατέλλει ἢ δύνει, νῦν ὑπογράψομεν τὰ αὐτὰ περὶ ἑκάστου τῶν τε νοτιω- τέρων τοῦ ζῳδιακοῦ ἄστρων καὶ αὐτῶν τῶν δώδεκα ζῳδίων.

Τῶν μὲν οὖν νοτιωτέρων τοῦ ζῳδιακοῦ κύκλου ὅταν μὲν ὁ Ὕδρος ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Καρκίνου μοίρας ιθ΄ μέσης ἕως Χηλῶν ιϚ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοίρας γ΄ μέσης ἕως Καρκίνου ιη΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ βορειότερος τῶν ἐν τῷ χάσματι, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ.

Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν τοῦ τε Περσέως ὁ ἐν τῇ ἅρπῃ νεφελοειδής, καὶ ὁ Σύνδεσμος τῶν Ἰχθύων, ὡς ἡμιπήχιον ὑπολειπόμενος 〈τοῦ μεσημβρινοῦ, καὶ ὁ ἑπόμενος〉 τῶν ἐν τῇ κεφαλῇ τοῦ Κριοῦ λαμπρῶν τριῶν, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ· ἔσχατος δὲ μεσουρανεῖ τοῦ τε Λέοντος ὁ νοτιώτερος τῶν ἡγουμένων ἐν τῇ κεφαλῇ, καὶ τῆς Αργοῦς ὁ βορειότερος τῶν ἐν μέσῳ τῷ ἱστῷ.

Ἀνατέλλει δὲ ὁ Ὕδρος ἐν ὥραις ἑπτὰ καὶ ιε΄ μέρει.

Ὅταν δὲ ὁ Κρατὴρ ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Λέοντος μοίρας ζ΄ καὶ κ΄ μέσης ἕως Παρθένου μοίρας ια΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Ταυροῦ α΄ καὶ κ΄ μέσης ἕως Διδύμων η΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ βορειότερος τῶν ἐν τῇ βάσει τεσσάρων, ἔσχατος δὲ ὁ νοτιώτερος τῶν ἐν τῷ κύτει ἓξ ἀστέρων.

[*](1. λήγοντος] δύνοντος A Ur., δύναντος B ed. pr. ‖ 3. τε om. B edd ‖ 4. αὐτῶν τῶν] αὖ τῶν A ‖ 6. οὖν om A ‖ 7. ὁ om A ‖ 9 τρεῖς μέσης A ‖ 15. ὡς om A |ὑπολείμενος A (P2)
220

Μεσουρανοῦσι δὲ πρῶτοι μὲν ἀστέρες οἱ ἐν τῇ κεφαλῇ τοῦ Ἡνιόχου κατὰ τὸ μέσον αὐτῶν, ἔσχατοι δὲ τῶν τε Διδύμων ὁ δεύτερος ἀπὸ δύσεως τῶν ἐν τοῖς ποσὶ τεσσάρων, καὶ ὁ ὑπὸ τὸν Λαγωὸν λαμπρὸς ἀστὴρ ἀκατονόμαστος ὤν.

Ἀνατέλλει δὲ ὁ Κρατὴρ ἐν ὥρᾳ μιᾷ καὶ τετάρτῳ μέρει.

Ὅταν δὲ ὁ Κόραξ ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Παρθένου μοίρας ιϚ΄ ἕως Παρθένου μοίρας γ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Διδύμων μοίρας ιδ΄ ἕως Διδύμων μοίρας β΄ καὶ κ΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐπὶ τῆς ὀσφύος, ἔσχατος δὲ ὁ ἐν τοῖς ποσί.

Μεσουρανεῖ δὲ πρῶτος μὲν 〈ἀστὴρ〉 ὁ ἐν τῇ ἡγου- μένῃ χειρὶ τοῦ ἡγουμένου Διδύμου, καὶ ὁ δεξιὸς ποὺς τοῦ ἑπομένου Διδύμου, ἔσχατος δὲ τῶν τε Διδύμων ὁ τρίτος ἀπὸ δύσεως τῶν ἐν τοῖς ὤμοις 〈τριῶν〉, καὶ τοῦ Κυνὸς ὁ ἐν τῇ ἐκφύσει τῶν ἐμπροσθίων μερῶν, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ.

Ἀνατέλλει δὲ ὁ Κόραξ ἐν τρισὶ πεμπτημορίοις μιᾶς ὥρας.

Ὅταν δὲ ὁ Κένταυρος ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Χηλῶν μοίρας ι΄ ἕως Τοξότου μοίρας δ΄· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου ιβ΄ ἕως Παρ- θένου ιζ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν τῷ ἀριστερῷ ὤμῳ, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐμ- προσθίων ποδῶν.

Μεσουρανεῖ δὲ πρῶτος μὲν ἀστὴρ τῆς τε Ἀργοῦς ὁ ἀπὸ δύσεως τῶν ἐν τῷ καταστρώματι λαμπρῶν, καὶ [*](2. κατά τι B | αὐτῶν*] αὐτοὶ A, αὐτῷ B, αὐτὸ edd.; αὐτοῦ coni Pet. ‖ 3. δεύτερος*] τέταρτος A, δ΄ B edd. ‖ 4. Λαγωὸν*])

222
τοῦ Ὕδρου τῆς νοτίας σιαγόνος ὁ ἑπόμενος, ἔσχατος δὲ ὁ Προτρυγητήρ, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ.

Ἀνατέλλει δὲ ὁ Κένταυρος ἐν ὥραις τέσσαρσι καὶ τρίτῳ μέρει ὥρας.

Τοῦ δὲ Θηρίου ἀνατέλλοντος, ὃ ἔχει ὁ Κένταυρος, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ γ΄ καὶ κ΄ μοίρας τοῦ Σκορπίου ἕως Τοξότου μοίρας α΄ καὶ κ΄· μεσου- ρανεῖ δὲ ἀπὸ Παρθένου γ΄ ἕως Ζυγοῦ ι΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν τῷ ἡγουμένῳ τῶν ὀπισθίων ποδῶν· ἔστι δὲ οὗτος ὁ βορειότερος τῶν ὑπὸ τὸν δεξιὸν ὦμον τοῦ Κενταύρου· ἔσχατος δὲ ὁ νοτιώτατος πάντων καὶ ἐν ἄκρῳ τῷ 〈σώματι〉 ἐπὶ τῆς ὀσφύος [ὑπο]κείμενος.

Μεσουρανεῖ δὲ πρῶτος 〈μὲν〉 ἀστὴρ [ὁ] τῶν ἐν τῇ κεφαλῇ τοῦ Λέοντος 〈ὁ〉 βορειότερος τῶν ἑπομένων καὶ ὁ ἐν τοῖς ἐμπροσθίοις αὐτοῦ ποσίν, ἔσχατος δὲ ὁ ἐπὶ τῆς ὀσφύος τῆς Μεγάλης Ἄρκτου λαμπρός, καὶ τοῦ ὑπὸ τὸν Κρατῆρα ὀρθογωνίου τριγώνου 〈ὁ〉 ἐπὶ τῆς ὀρθῆς κείμενος.

Ἀνατέλλει δὲ τὸ Θηρίον ἐν ὥραις δυσὶ καὶ τετάρτῳ μέρει.

Ὅταν δὲ τὸ θυμιατήριον ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Τοξότου μοίρας ιε΄ ἕως Τοξότου μοίρας γ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν μοίρας β΄ ἕως Χηλῶν μοίρας ια΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐπὶ τοῦ ἐπιπύρου, ἔσχατος δὲ ὁ νοτιώτερος τῶν ἐν τῇ βάσει.

Μεσουρανεῖ δὲ πρῶτος μὲν ἀστὴρ τοῦ τε Βοώτου ὁ νοτιώτερος τῶν ἐν τῷ ἀριστερῷ ποδί, καὶ τοῦ [*](2. ὁ τρυγητὴρ B. ‖ 8 μοίρας α΄ καὶ κ΄*] μοίρας εἰκοσι- τίσσαρας A, κα΄ B edd. (om. μ°) ‖ 9. Παρθένου γ΄ ἕως Ζυγοῦ)

224
Κενταύρου ὁ ἐν τοῖς ἐμπροσθίοις ποσὶ λαμπρός, ἔσχατος δὲ τῆς Παρθένου ὁ ἀπʼ ἄρκτου τοῦ δεξιοῦ γόνατος καὶ τοῦ δεξιοῦ ποδός, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ.

Ἀνατέλλει δὲ τὸ Θυμιατήριον ἐν ἡμιωρίῳ.

Ὅταν δὲ ὁ Νότιος Ἰχθὺς ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ὑδροχόου μοίρας ιζ΄ ψμέσης ἕως Ἰχθύων α΄ καὶ κ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου δ΄ ἕως Τοξότου ε΄ καὶ κ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ βσρειότερος τῶν ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ ὁ ἐν ἄκρῳ τῷ ῥύγχει λαμπρός.

Μεσοορανεῖ δὲ πρῶτος μὲν 〈ἀστὴρ〉 τοῦ τε Τοξότου ὁ ἐν μέσῳ τῷ τόξῳ, καὶ τοῦ Ὀφιούχου ὁ νοτιώτερος τῶν ἐν τῷ δεξιῷ ὤμῳ, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ τοῦ Τοξότου ὁ ἐν τοῖς ὀπισθίοις ποσὶ λαμπρός, καὶ τοῦ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τῆς Λύρας ὁ ἡγού- μενος τῶν ἐν τῷ ζυγώματι δύο λαμπρῶν, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ.

Ἀνατέλλει δὲ ὁ Ἰχθὺς ἐν 〈ὥρᾳ μιᾷ καὶ〉 δυσὶ πεμπτημορίοις μιᾶς ὥρας.

Ὅταν δὲ τὸ Κῆτος ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ἰχθύων μοίρας κ΄ ἕως Ταύρου ζ΄· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου δ΄ καὶ κ΄ μέσης ἕως Αἰγόκερω β΄ καὶ κ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ βορειότερος τῶν ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ τῶν ἐν τῷ τετραπλεύρῳ λαμπρῶν ὁ νοτιώτερος τῶν ἑπομένων.

[*](1. ὁ om. A. | ἐμπροσθίοις*] ὀπισθίοις vulg. ‖ 2. τῇ πα MV. 7. ιζ΄] δέκα καὶ ἑπτὰ A. 8. Ἰχθύων] παρθένου B edd. | δὲ om B edd. ‖ 12. τοῦ τε Τοξ.] om. B edd. ‖ 13. ὁ ἐν] ὅ τε ἐν)
226

Μεσουρανεῖ δὲ πρῶτος μὲν 〈ἀστὴρ〉 τῆς Λύρας ὁ ἡγούμενος τῶν ἐν τῷ ζυγώματι, ἔσχατος δὲ τοῦ Ὄρνιθος ὁ ἐν τῇ οὐρᾷ λαμπρός.

Ἀνατέλλει δὲ τὸ Κῆτος ἐν ὥραις δυσίν.

Ὅταν δὲ ὁ Ὠρίων ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ταύρου η΄ καὶ κ΄ μέσης ἕως Καρκίνου μοίρας γ΄· μεσουρανεῖ δὲ ἀπὸ Ὑδροχόου μοίρας θ΄ ἕως Ἰχθύων ιγ΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν τῇ ἀριστερᾷ χειρί, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ ποδί.

Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν ὁ δεξιὸς ποὺς τοῦ Κηφέως, καὶ τῶν ἐν τῇ κάλπιδι τοῦ Ὑδροχόου ὁ μέσος, ἔσχατος δὲ τῆς τε Κασσιεπείας ὁ ἐν τῷ δίφρῳ μικρός, καὶ τῆς Ἀνδρομέδας ὁ βορειότατος τῶν ἐν τῷ στήθει.

Ἀνατέλλει δὲ ὁ Ὠρίων ἐν ὥραις δυσὶ καὶ ἕκτῳ μέρει.

Ὅταν δὲ ὁ ἀπὸ τοῦ Ὠρίωνος Ποταμὸς ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας ιγ΄ ἕως Καρκίνου μοίρας ι΄· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοίρας ζ΄ καὶ κ΄ ἕως Ἰχθύων β΄ καὶ κ΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τοῦ ἐν τῇ μεγάλῃ περιφερείᾳ παραλληλογράμμου καὶ ἐγγὺς τοῦ Κήτους κειμένου ὁ ἡγούμενος τῶν βορειοτέρων, ἔσχατος δὲ ὁ λαμπρότατος καὶ ὁ ἡγούμενος καὶ ὁ νοτιώτατος πάντων.

Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τοῦ τε Αἰγόκερω ὁ ἑπόμενος τῶν ἀπʼ ἄρκτου παρακειμένων τοῖς ἐν τῇ οὐρᾷ, καὶ τοῦ Ὄρνιθος ὁ νοτιώτερος τῶν [*](1. της Λύρας ὁ transposui, ὁ τῆς λύρας vulg ‖ 4. δυοίν*] δύο A, β΄ B edd. ‖ 5. ὁ om. A. ‖ 6. ἕως Καρκ. μ. γ΄ om. A. ‖ 8. ιγ΄] τρίτης Vat, γ P1P2. ‖ 10. ὁ om. A. ‖ 11. καλπίδι Vat. edd, καλπῖδι LP3V ‖ 12 τε om A. ‖ 15. δυσὶ*] δύο A, β΄ B edd. ‖)

228
ἐν τῷ ἀριστερῷ ποδί, ἔσχατος δὲ τῆς τε Κασσιεπείας ὁ ἐν τοῖς γόνασι, καὶ τῶν Ἰχθύων τοῦ βορειοτέρου ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ.

Ἀνατέλλει δὲ ὁ Ποταμὸς ἐν ὥραις τρισὶ καὶ τρισὶ πεμπτημορίοις.

Τοῦ δὲ Λαγωοῦ ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Διδύμων μοίρας ζ΄ καὶ κ΄ ἕως Καρκίνου ιβ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοίρας δ΄ ἕως Ἰχθύων μοίρας ε΄ καὶ κ΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τῶν ἐν τοῖς ὠσὶ τεσσάρων ὁ ἡγού- μενος τῶν βορειοτέρων, ἔσχατος δὲ ὁ νοτιώτερος τῶν ἐν τοῖς ὀπισθίοις ποσί.

Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τοῦ τε Ἵππου ὁ ἐπὶ τῆς ὀσφύος λαμπρός, καὶ τοῦ Κηφέως ὁ ἀριστερὸς πούς, ἔσχατος δὲ τοῦ Κήτους τῶν ἐν τῷ τετραπλεύρῳ ὁ βορειότερος τῶν ἡγουμένων.

Ανατέλλει δὲ ὁ Λαγωὸς ἐν ὥρᾳ μιᾷ καὶ πέμπτῳ μέρει.

Ὅταν δὲ ὁ Κύων ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Καρκίνου μοίρας ιε΄ ἕως Λέοντος μοίρας ε΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοίρας η΄ καὶ κ΄ ἕως Κριοῦ δ΄ καὶ κ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν ἄκρῳ τῷ ἐμπροσθίῳ καὶ βορειο- τέρῳ ποθί, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ.

Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν ὁ ἐν τοῖς ποσὶ τῆς Κασσιεπείας, καὶ ὁ βορειότερος τῶν ἐν τῷ δεξιῷ ποδὶ τῆς Ἀνδρομέδας, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ τοῦ Περσέως ὁ ἐν τῷ δεξιῷ [*](1. τε om. A. ‖ 2. βορειοτέρου*] νοτιωτέρου vulg. ‖ 4. prius τρισὶ*] δυσὶ A, γ΄ B edd. ‖ 7. μοίρας om. A. | ζ καὶ κ΄] ε΄ καὶ κ΄ B. ‖)

230
μηρῷ λαμπρός, καὶ τοῦ Κριοῦ ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ.

Ἀνατέλλει δὲ ὁ Κύων ἐν ὥρᾳ μιᾷ καὶ δυσὶ μέρεσιν ὥρας.

Τοῦ δὲ Πρόκυνος ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Καρκίνου δ΄ μοίρας μέσης ἕως Καρκίνου μοίρας θ΄· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοίρας ιε΄ ἕως Ἰχθύων μοίρας κ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἡγούμενος καὶ διπλοῦς, ἔσχατος δὲ ὁ ἑπό- μενος καὶ λαμπρός.

Μεσουρανεῖ δὲ τῶν ἄλλων 〈πρῶτος μὲν〉 τῆς τε Κασσιεπείας ὁ ἐν μέσῳ τῷ σώματι, καὶ τοῦ Κήτους τῶν ἐν τῇ οὐρᾷ τεσσάρων οἱ ἑπόμενοι· ἔσχατοι δὲ μεσουρανοῦσι τῆς τε Ἀνδρομέδας ὁ ἑπόμενος τῶν ἐν τῇ ζώνῃ, καὶ τοῦ Κήτους ὁ νοτιώτερος τῶν 〈ἡγου- μένων〉 ἐν τῷ τετραπλεύρῳ.

Ἀνατέλλει δὲ ὁ Προκύων ἐν τρίτῳ μέρει ὥρας.

Τῆς δὲ Ἀργοῦς ἀνατελλούσης συνανατέλλει μὲν αὐτῇ ὁ ζῳδιακὸς ἀπὸ Λέοντος μοίρας Ϛ΄ ἕως Χηλῶν μοίρας δ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ ϛ΄ καὶ κ΄ μέσης ἕως Καρκίνου δ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ὑπὸ τὸν ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Κυνὸς ὡς τριπλοῦς, ἔσχατος δὲ ὁ νοτιώτατος τῶν ἐν τῇ ἀποτομῇ τοῦ πλοίου καὶ λαμπρός.

Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τοῦ Περσέως ὁ ἐν τῷ ἀριστερῷ μηρῷ, καὶ ὁ νοτιώτατος τῶν ἐν τῇ ἀποτομῇ τοῦ Ταύρου, ἔσχατος δὲ ὁ προηγούμενος τῆς [*](1. Κριοῦ] καρκίνου vulg. ‖ 5. πρόκυνος Ur, προκυνὸς cett. hic et sic semper. ‖ 6. μέσης μοίρας Vat | μέσης om P1P2 ‖ 7. μοίρας om. A bis. ‖ 8 ιε΄ — μέσης] πεντεκαιδεκάτη ἕως ἰχθύων εἰκοστὴ μέση A (P1P2 εἰκοστῇ). ‖ 11. τε om. B edd. ‖)

232
τοῦ Ὕρου κεφαλῆς ὁ ἐκφανής, ὅς ἐστιν ἐν τοῖς νοτίοις ποσὶ τοῦ Καρκίνου.

〈Ἀνατέλλει δὲ ἡ Ἀργὼ ἐν ὥραις δυσὶ καὶ δυσὶ μέρεσιν ὥρας.〉