In Arati et Eudoxi phaenomena commentariorum libri iii
Hipparchus
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894
Τούτων δʼ οὕτως ἐχόντων, πῶς ἐστι δυνατὸν ὑπὸ τὴν Ἄρκτον τούς τε Διδύμους καὶ τὸν Καρκίνον κεῖσθαι, εἴπερ ἥ τε κεφαλὴ καὶ οἱ ἐμπρόσθιοι πόδες αὐτῆς κατὰ
τὴν γʹ τοῦ Λέοντος κεῖνται μοῖραν; δεῖ οὖν ὑπὸ μὲν τὴν Ἄρκτον τὸν Λέοντα μόνον τετάχθαι· ὁ γὰρ ἐν τοῖς ὀπισθίοις αὐτῆς ποσίν, ἐφʼ ὧν ἐστιν ὁ νοτιώτερος τῶν ἑπομένων ἐν τῷ πλινθίῳ, τοῦ Λέοντος ἐπέχει
ἔλασσον τῶν κεʹ μοιρῶν. τοῖς δʼ ὅλοις, εἴπερ προέκειτο [*](3. οιόσοιπρὸ (sic) LP3V, οἱόσοιπρο πρὸ M, οἷος οἱ πρὸ ed. pr. || 4. ὑπωμαίων corr. Maass, ὑπʼ ὠμ vulg. || 14. ad συσχημ. in marg. εὐ corr. M, ad εὐσχημ in marg. σϋ corr. V. 16. σπείρας*] σπείρης vulg. || 19. τούτου δʼ οὕτως ἔχοντος B edd. |)
τῷ ἰσημερινῷ κύκλον ἐπέχει Χηλῶν μοίρας δʹ. λέγω δὲ ὡς τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων ἐν ταῖς ἀρχαῖς τῶν ζῳδίων ὑπαρχόντων. εἰ μέντοι γε τὰ εἰρημένα 〈σημεῖα〉 κατὰ μέσα τὰ ζῴδια κεῖται, ὡς Εὔδοξός φησιν, ὑπὸ μὲν τοὺς ὀπισθίους πόδας τῆς Ἄρκτου οὐ τὸν Λέοντα ἔδει τιθέναι, ἀλλὰ τὴν Παρθένον. ὁ μὲν γὰρ νοτιώτερος τῶν ἑπομένων ἐν τῷ πλινθίῳ ἐπέχει κατὰ τὴν προειρημένην διαίρεσιν τοῦ ζῳδιακοῦ τῆς Παρθένου περὶ μοίρας ιʹ, ὁ δὲ βορειότερος τῆς Παρθένου
περὶ μοίρας ιϚʹ. κατὰ δὲ τὴν κεφαλὴν καὶ τοὺς ἐμ- προσθίους πόδας ἔδει τεθεικέναι τὸν Λέοντα· οἱ γὰρ ἡγούμενοι τῶν ἐν τῷ πλινθίῳ ἐφέξουσι κατὰ τὴν
προειρημένην διαίρεσιν Λέοντος μοίρας ιηʹ. δῆλον δὲ ἐκ τῶν εἰρημένων, [καὶ] διότι ὑφʼ ὅλην τὴν Ἄρκτον 〈καὶ〉 κατὰ τὸν Εὔδοξον δεῖ κεῖσθαι [τὸν Καρκίνον καὶ] τὸν Λέοντα καὶ τὴν Παρθένον καὶ τὰς Χηλάς· ὁ γὰρ ἐν ἄκρᾳ τῇ οὐρᾷ τῆς Ἄρκτου ἐπέχει κατὰ τὴν αὐτὴν διαίρεσιν τοῦ ζῳδιακοῦ Χηλῶν περὶ μοίρας ιθʹ.
Πάλιν δὲ ὁ Ἄρατος περὶ τοῦ Ἡνιόχου λέγων ἐπιφέρει ταυτί·
κοὶ τῷ Κριῷ συνανατέλλει. καὶ αὐτὸς δὲ ἐν τοῖς ἑξῆς φησιν·
ἀνατεταλκότα ἐγγὺς τοῦ ὁρίζοντος φαίνεται. τοῦ μὲν ἀριστεροῦ ποδὸς πολὺ προανατέλλει ὁ δεξιὸς ὦμος καὶ ἡ δεξιὰ χείρ. πρόδηλον οὖν ὅτι καὶ κατʼ αὐτὸν τὸν Ἄρατον τὰ πρὸς τοῖς ποσὶ μόνον τῷ Ταύρῳ συνανατέλλει, τὸ δὲ λοιπὸν σῶμα καὶ αὐτὸς ὁ ἀριστερὸς ποὺς τὸ