In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

μηδὲν ὁμοίας αὐτὰς ὑπάρχειν. οὐ δοκεῖ δέ μοι διὰ τοῦτο λέγειν αὐτὰς ,,φαέων ἐπιμεμφέας· καὶ „μηδὲν ἀγαυάς“, ἀλλʼ ὡς ἂν μὴ λαμπράς· καὶ γὰρ ἐν ταῖς Συνανατολαῖς οὕτως λέγει περὶ αὐτῶν·

  • οὐδʼ ἂν ἐπερχόμεναι Χηλαὶ καὶ λεπτὰ φάουσαι
  • ἄφραστοι παρίοιεν.
  • ἐπιφέρει γοῦν εὐθέως·

  • ἐπεὶ μέγα σῆμα Βοώτης
  • ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο·
  • ὡς ἂν ἐκ τοῦ Ἀρκτούρου ἡμῶν δυναμένων σημειώσασθαι τὰς Χηλάς, καθʼ αὐτὰς δὲ μὴ ῥᾳδίως διὰ τὴν μικρότητα αὐτῶν, ὡς ὑπολαμβάνει· τὰ γὰρ ἀμαυροὺς ἀστέρας [*](1. τῶ ἰόφει MV (τῶιὄφει L). | ὃν ἔχει*] ὧν ἔχεται A edd., ὧν ἔχει B. || 3. [πολλῷ — ὤμοις] glossema esse apparet. | καὶ διὸ ἐπιστ. P1P2, διὸ κατεπιστήσειεν B ed. pr., διὸ καὶ ἀπορήσειεν comi. Maass. || 7. ἄλλοι μὲν B. | μὲν om. ed. pr. || 10. λέγειν om. B. || 11. δʹ μόνους LP3V edd., δʹ μόνον M, τέσσαρα μόνον P2. ||)
    44
    ἔχοντα τῶν ἄστρων εἴθισται καλεῖν ὡς ἐπὶ πολὺ „λεπτὰ καὶ ,οὐδὲν ἀγαυά.

    Ἐν δὲ τοῖς ἑξῆς περὶ τῆς Ἄρκτου παντελῶς δοκοῦσί μοι ἀγνοεῖν, ὁ μὲν Eὔδοξος οὕτως λέγων· „ὑπὸ δὲ „τὴν κεφαλὴν τῆς Μεγάλης Ἄρκτου οἱ Δίδυμοι κεῖνται, „κατὰ μέσον δὲ ὁ Καρκίνος, ὑπὸ δὲ τοὺς ὀπισθίους „πόδας ὁ Λέων.“ ὁ δὲ Ἄρατος·

  • κρατὶ δέ οἱ Δίδυμοι, μέσσῃ δʼ ὕπο Καρκίνος ἐστί,
  • ποσσὶ δʼ ὀπισθοτέροισι Λέων ὕπο καλὰ φαείνει.
  • οἷς ὅ τε Ἄτταλος καὶ οἱ λοιποὶ πάντες συνεπιγράφονται.

    ὅτι δὲ ἀγνοοῦσιν, ἐκ τούτων ἐστὶ φανερόν. ἡ μὲν γὰρ κεφαλὴ τῆς Μεγάλης Ἄρκτου κατὰ τοὺς προειρημένους ἄνδρας ἐστὶν ὁ βορειότερος ἀστὴρ τῶν δύο τῶν ἡγου- μένων ἐν τῷ πλινθίῳ, ἐπὶ δὲ τῶν ἐμπροσθίων ποδῶν

    κεῖται ὁ νοτιώτερος τῶν αὐτῶν ἀστέρων. ὅτι μὲν γὰρ ὁ προειρημένος ἀστὴρ κατʼ αὐτοὺς ἐπὶ τῆς κεφαλῆς κεῖται, φανερὸν τοῦτο ποιοῦσιν ἔκ [τε] τοῦ λέγειν, τὸν ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Δράκοντος ἀστέρα κεῖσθαι κατὰ

    τὴν κεφαλὴν τῆς Ἄρκτου. οὐκ ἄλλος γὰρ κεῖται ἀστὴρ κατὰ τὸν ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Δράκοντος, ἀλλʼ ὁ βορειότερος τῶν ἡγουμένων ἐν τῷ πλινθίῳ. ὁ μὲν γὰρ ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Δράκοντος ἐπέχει ὡς κατὰ παράλληλον κύκλον τοῦ Λέοντος μοίρας γʹ, ὁ δὲ εἰρη- μένος ἀστὴρ ἐν τῷ πλινθίῳ ἐπέχει τοῦ Λέοντος μικρῷ

    ἔλασσον τῶν γʹ μοιρῶν. ὅτι δὲ ἐπὶ τῶν ἐμπροσθίων ποδῶν κεῖται ὁ νοτιώτερος τῶν ἡγουμένων ἐν τῷ πλινθίῳ, φανερὸν ποιεῖ ὁ μὲν Εὔδοξος λέγων οὕτως· [*](1. ἔχων τὰ τῶν A. || 5. οὕτω edd. || 7. μέσην A. || 9. μέσῃ AP3M | ὕπο corr. Maass hic et infra, ὑπὸ vulg. || 14. ἔστιν)

    46
    „πρὸ δὲ τῶν ἐμπροσθίων ποδῶν τῆς Ἄρκτου ἀστήρ „ἐστι λαμπρός.“ ὁ δὲ Ἄρατος·
  • οἷός οἱ πρὸ ποδῶν φέρεται καλός τε μέγας τε
  • εἷς μὲν ὑπωμαίων, εἷς δʼ ἰξυόθεν κατιόντων.
  • τοῦ γὰρ νοτιωτέρου τῶν ἡγουμένων ἐν τῷ πλινθίῳ εἷς μόνος προηγεῖται λαμπρὸς ἀστήρ, ὁ νῦν ἐν τοῖς ἐμπροσθίοις σκέλεσι δεικνύμενος. καθόλου τε οἱ ἀρχαῖοι πάντες τὴν Ἄρκτον ἐκ τῶν ἑπτὰ μόνων ἀστέ-

    ρων διετύπουν. φανερὸν δὲ μᾶλλον γίνεται τὸ λεγό- μενον ὑφʼ ἡμῶν ἐπὶ τῆς Μικρᾶς Ἄρκτου. ὁμολογου- μένως γὰρ ἐπʼ ἐκείνης ἥ τε κεφαλὴ καὶ οἱ πόδες ἐν τοῖς τέσσαρσιν ὑπʼ αὐτῶν τίθενται τοῖς τὸ πλινθίον περιέχουσιν· ἄλλοι γὰρ αὐτοῖς ἐκφανεῖς οὐ παράκεινται, καθάπερ τῷ μεγάλῳ πλινθίῳ, ὥστε συσχηματίσαι τὴν κεφαλὴν αὐτῆς καὶ τοὺς πόδας περιλαμβανομένους ὑπὸ τῆς σπείρας τοῦ Δράκοντος, ὥς φησι·

  • σπείρῃ δʼ ἐν Κυνόσουρα κάρη ἔχει· ἡ δὲ κατʼ αὐτὴν
  • εἰλεῖται κεφαλὴν καί οἱ ποδὸς ἔρχεται ἄχρις.