In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Ἐπὶ δὲ τοῦ Περσέως ὁ μὲν Εὔδοξος οὕτως λέγει· ,,παρὰ δὲ τοὺς πόδας τῆς Ἀνδρομέδας ὁ Περσεύς ἔχει ,,τοὺς ὤμους, τὴν δεξιὰν χεῖρα πρὸς τὴν Κασσιέπειαν [*](3. ἔμπροσθεν] ὑποκάτω scribendum esse videtur. || 5. πλὴν καὶ τρίγ. Ur. || 8. πολλῆ A. || 9. φαινομένη Ur. 15. ἐσχατοώεντι A (ώε in ras. P2). | καρκήνῳ M, καρκίνω in marg. (in textu)

18
„ἀποτείνων, τὸ δὲ ἀριστερὸν γόνυ πρὸς τὰς Πλειάδας.“ ὁ δὲ Ἄρατος περὶ τῆς Ἀνδρομέδας φησίν·
  • ἀμφότεροι δὲ πόδες γαμβροῦ ἐπισημαίνοιεν
  • Περσέως, οἵ ῥά οἱ αἰὲν ἐπωμάδιοι φορέονται.
  • καὶ πάλιν·
  • καί οἱ δεξιτερὴ μὲν ἐπὶ κλισμὸν τετάνυσται
  • πενθερίου δίφροιο.
  • καὶ μετʼ ὀλίγον·
  • ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι
  • Πληϊάδες φορέονται· ὁ δʼ οὐ μάλα πολλὸς ἁπάσας
  • 〈χῶρος ἔχει〉.
  • Ἐπὶ δὲ τοῦ Ὄρνιθος ὁ μὲν Εὔδοξος· „παρὰ δὲ „τὴν δεξιὰν χεῖρα τοῦ Κηφέως ἡ δεξιὰ πτέρυξ ἐστὶ „τοῦ Ὄρνιθος, παρὰ δὲ τὴν ἀριστερὰν πτέρυγα οἱ „πόδες τοῦ Ἵππου ὁ δὲ Ἄρατός φησιν ἐπὶ τοῦ Ὄρνιθος·

  • κατὰ δεξιὰ χειρὸς
  • Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα φαίνων,
  • λαιῇ δὲ πτέρυγι σκαρθμὸς παρακέκλιται Ἵππου.
  • καὶ ἄλλων δὲ πλειόνων ὄντων, ἅπερ ἂν δόξειεν οἱονεὶ παραγεγράφθαι, ἀρκέσει καὶ ταῦτα χάριν τοῦ μὴ μηκύνειν.