In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Πάλιν ἐπὶ τῆς Κασσιεπείας ὁ μὲν Εὔδοξος· ,,τοῦ ,,μὲν Κηφέως ἔμπροσθέν ἐστιν ἡ Κασσιέπεια, ταύτης ,,δὲ ἔμπροσθεν ἡ Ἀνδρομέδα, τὸν μὲν ἀριστερὸν ὦμον ,,ἔχουσα τῶν Ἰχθύων ὑπὲρ τοῦ πρὸς βορρᾶν, τὴν δὲ ,,ζώνην ὑπὲρ τοῦ Κριοῦ, πλὴν τὸ Τρίγωνον, ὅ ἐστι ,,μεταξύ· τὸν δʼ ἐν τῇ κεφαλῇ ἀστέρα κοινὸν ἔχει τῷ

,,τῆς κοιλίας τοῦ Ἵππου·“ ὁ δὲ Ἄρατος·

  • τοῦ δʼ ἄρα δαιμονίη προκυλίνδεται οὐ μάλα πολλὴ
  • νυκτὶ φαεινομένη παμμήνιδι Κασσιέπεια.
  • καὶ μετʼ ὀλίγον·
  • αὐτοῦ γὰρ κἀκεῖνο κυλίνδεται αἰνὸν ἄγαλμα
  • Ἀνδρομέδης ὑπὸ μητρὶ κεκασμένον.
  • καὶ πάλιν·
  • ξυνὸς δʼ ἐπιλάμπεται ἀστὴρ
  • τοῦ μὲν ἐπʼ ὀμφαλίῳ, τῆς δʼ ἐσχατόωντι καρήνῳ.
  • καὶ πάλιν ἐπὶ τοῦ Κριοῦ·
  • ζώνῃ δʼ ἂν ὅμως ἐπιτεκμήραιο
  • Ἀνδρομέδης· ὀλίγον γὰρ ὑπʼ αὐτὴν ἐστήρικται.
  • καὶ ἔτι·
  • Ἀνδρομέδης δέ τοι ὦμος ἀριστερὸς Ἰχθύος ἔστω
  • σῆμα βορειοτέρου· μάλα γάρ νύ οἱ ἐγγύθεν ἐστίν.