De diversis verborum significationibus (= Περὶ διαφόρους σημασίας κατ’ ἀλφάβητον) (epitome operis Herennii Philonis)

Philo of Byblos

Philo of Byblos. Ammonius. De differentia adfinium vocabulorum. Valckenaer, Ludwig Caspar, editor. Leipzig: Ioannis Augustus Gottlieb Weigel, 1822.

Ζῆλος καὶ Ζηλοτυπία διαφέρει. Ζηλοτυπία γάρ ἐστι τὸ ἐν μίσει ὑπάρχον· Ζῆλος δὲ, ἡ μίμησις τοῦ καλοῦ.

Ζώνη Ζωνίου διαφέρει. Ζώνη μὲν ἡ τοῦ ἀνδρός· Ζώνιον δὲ, τῆς γυναικός.

Ἡσυχάζειν καὶ Σιγᾷν διαφέρει. Ἡσυχάζειν μὲν τὸ ἀτρεμεῖν δι’ ὅλου τὸ δὲ Σιγᾷν ἐπὶ γλώττης μόνον.

Ἠγγύα καὶ Ἠγγυᾶτο διαφέρει. Ἠγγύα μὲν γὰρ, ἤγουν ὡμολόγει δώσειν· Ἠγγυᾶτο δὲ ὁ λαμβάνων.

Ἡμέρα Ἠοῦς διαφέρει. Ἡμέρα γάρ ἐστι τὸ αὐτόματον. Ἠὼς δὲ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει.

Ἦ ἀντὶ τοῦ ἔφη, φησὶν Ὅμηρος· διαφέρει δὲ, ὅτι τὸ μὲν Ἦ ἐπὶ μόνου τρίτου τάσσεται προσώπου· τὸ δὲ Ἔφην, Ἔφης, Ἔφη, καὶ ἐπὶ πάντων.

Θεωρὸς καὶ Θεατὴς διαφέρει. Θεωρὸς μὲν γὰρ ὁ εἰς θεοὺς πεμπόμενος· Θεατὴς τοῦ ἀγῶνος καὶ τῶν θεάτρων. ὡς καὶ Εὐριπίδης ἐν Ἴωνι,

Πότερον θεατὴς ἢ χάριν μαντευμάτων.
ἁμαρτάνουσι γοῦν οἱ ἐναλλάσσοντες ταῦτα.

Θὴς, Λάτρις καὶ Ἀμφίπολος. Θὴς μὲν γὰρ, ὁ μισθωτός· Λάτρις δὲ, ὁ κατὰ πολεμικὴν περίστασιν ἁλοὺς καὶ δουλεύων· Ἀμφίπολος δὲ, ἐπὶ θηλείας ἡ ταῖς α . . . ὑποτεταγμένη.

Ἰσθμὸς καὶ Πορθμὸς διαφέρει. Ἰσθμὸς γὰρ ἡ μέσον δύο θαλασσῶν γῆ· Πορθμὸς δὲ, ἡ μέσον δύο γαιῶν θάλασσα.

Ἱκέσθαι καὶ Ἀφικέσθαι διαφέρει. Ἱκέσθαι μὲν γάρ ἐστι τὸ ἐλθεῖν· Ἀφικέσθαι δὲ, τὸ ἐπανελθεῖν. Ἰουδαῖοι καὶ Ἰδουμαῖοι διαφέρουσιν.

Ἰουδαῖοι μὲν γὰρ οἱ ἐξ Ἰούδα τοῦ τετάρτου παιδὸς Ἰακὼβ. κληθέντες· Ἰδουμαῖοι δὲ οἱ ἐξ Ἰσαῦ τοῦ ἀδελφοῦ Ἰακώβ.

Κύριος καὶ Δεσπότης διαφέρει. Κύριος μὲν γὰρ τῆς γυναικὸς ὁ ἀνὴρ, καὶ υἱῶν ὁ πατήρ· Δεσπότης δὲ, ὁ ἀργυρωνήτου.

Κωφὸς καὶ Ἐννεὸς ὁ αὐτὸς παρὰ τοῖς ἀρχαίοις ἐλέγετο, ἤγουν ὁ μὴ φθεγγόμενος. ὡς Ὅμηρος,

κύματι κωφῷ.
ἢ ἀψόφῳ. καὶ ἡ Πυθία,
Καὶ κωφοῦ ξυνίημι, καὶ οὐ λαλέοντος ἀκούω.
νῦν δὲ Κωφὸς, ὁ τὴν ἀκοὴν βεβλαμμένην ἔχων.

Λῆμμα μὲν διὰ δύο μμ, τὸ κέρδος· Λῆμα δὲ δι’ ἑνὸς μ, ἡ ἀνδρεία. Λέχος καὶ Εὐνὴ διαφέρει.

Λέχος μὲν γάρ ἐστιν ἡ κλίνη· Εὐνὴ δὲ, ἡ ἐπ’ αὐτῆς στρωμνή.

Λαβεῖν καὶ Δέξασθαι διαφέρει. Λαβεῖν μὲν γάρ ἐστι τὸ ἀνελέσθαι μηδενὸς διδόντος· Δέξασθαι δὲ, τὸ παρά τινος προτεινόμενον.