De diversis verborum significationibus (= Περὶ διαφόρους σημασίας κατ’ ἀλφάβητον) (epitome operis Herennii Philonis)

Philo of Byblos

Philo of Byblos. Ammonius. De differentia adfinium vocabulorum. Valckenaer, Ludwig Caspar, editor. Leipzig: Ioannis Augustus Gottlieb Weigel, 1822.

Ἔνδοξος καὶ Ἐπίδοξος διαφέρει. ὁ μὲν γὰρ ἐπίσημος· Ἐπίδοξος δὲ, ὁ προσδοκώμενος.

Ἑταῖρος καὶ Φίλος καὶ Ξένος διαφέρει. Ἑταῖρος μὲν γὰρ, ὁ σύνεργος καὶ ἐν παντὶ συναιρόμενος· Φίλος δὲ, ὁ ἀπὸ συμποσίου γεγονώς· Ξένος δὲ, ὁ ἀπὸ ξενιτείας φίλος.

Ἔκγονος καὶ Ἀπόγονος διαφέρει. Ἔκγονος μὲν γὰρ ὁ υἱός· Ἀπόγονος δὲ, ὁ τοῦ υἱοῦ υἱός.

Ἐπίκουροι καὶ Βοηθοὶ διαφέρουσιν. Ἐπίκουροι μὲν γὰρ εἰσὶν οἱ τοῖς πολεμουμένοις ἐπικουροῦντες, ὡς τοῖς Τρωσίν· Βοηθοὶ δὲ, οἱ σύμμαχοι τῶν πολεμούντων, ὡς τῶν Ἑλλήνων.

Ἕρκος καὶ Ἑρκίον διαφέρει. Ἕρκος ἐπὶ πόλεων· Ἑρκίον ἐπὶ ἐπαύλεων.

Εἰκότα Ἐοικότων διαφέρει. τὰ μὲν πίστεως ἐχόμενα, Εἰκότα· τὰ δὲ ἐμφερῆ, Ἐοικότα.

Ἐχθρὸς Πολεμίου καὶ Δυσμενοῦς διαφέρει. Ἐχθρὸς μὲν γάρ ἐστιν, ὁ πρότερον φίλος· Πολέμιος δὲ, ὁ δι’ ὅπλων χωρῶν πρὸς τοὺς πέλας· Δυσμενὴς δὲ, ὁ χρόνιον πρὸς τοὺς ποτὲ φίλους ἔχθραν διατηρῶν.

Ἐρωτᾷν καὶ Πυνθάνεσθαι διαφέρει. Πυνθάνεσθαι μὲν γάρ ἐστι τὸ κατὰ ἀκοὴν διεξοδικῶς ἀκούειν τὰ ὑπό τινος λεγόμενα, αὐτὸν οὐδὲν ἐρωτῶντα· Ἐρωτᾷν δὲ, τὸ θέλειν κεφαλαιώδη τινὰ λαβεῖν ἀπόφασιν.

Ἐρώτησις Πεύσεως καὶ Ἀνακρίσεως διαφέρει. Ἐρώτησις μὲν γάρ ἐστι ζήτησις ἀποκρίσεως σύντομος· Πεῦσις δὲ, μακρᾶς πράξεως ἀπαγγελία· Ἀνάκρισις δὲ, δευτέρα ἐξέτασις.

Ἔσται τοῦ Γενήσεται διαφέρει. Ἔσται μὲν γὰρ τὰ νῦν ὄντα· Γενήσεται δὲ, τὰ γεννήσεως τευξόμενα.

Ἐρᾷν τοῦ Ποθεῖν διαφέρει. Ἐρᾷν μὲν γάρ ἐστι τὰ ἐν ὄψει· Ποθεῖν δὲ, τὰ ἀπόντα.

Εὔμορφος Εὐειδοῦς διαφέρει. Εὔμορφος μὲν γάρ ἐστιν ὁ εὐπρόσωπος· Εὐειδὴς δὲ, ὁ τὸ εἶδος καλὸν ἔχων, οἷον ἅπαν τὸ σῶμα.

Ἔνδον πρὸς τὸ Ἔσω διαφέρει. Ἔνδον μὲν γὰρ λέγομέν ἐστιν ὁ παῖς· Ἔσω. δὲ εἰσέρχομαι.

Ἐνταυθοῖ καὶ Ἐνταῦθα καὶ Ἐνθάδε διαφέρει. Ἐνταυθοῖ μὲν γὰρ τὴν ἐν τόπῳ σημασίαν δηλοῖ· Ἐνταῦθα δὲ, καὶ τὴν εἰς τόπον, καὶ ἐν τόπῳ· ὁμοίως καὶ τὸ Ἐνθάδε· τὸ δὲ Ἔνθα καὶ τὴν εἰς τόπον, καὶ ἐν τόπῳ, καὶ ἀντὶ χρονικοῦ ἐπιῤῥήματος. σημαίνει δὲ καὶ τὸ τότε. ὡς τὸ, ἔνθ’ ἄλλοι μὲν πάντες. καὶ τὸ ὅπου, ὡς τὸ, ἔνθα μὲν Αἴας κεῖται. καὶ τὸ, ἔνθα κετεπλέομεν.

Ἐξ ὅσου καὶ Ἐξ ὅτου διαφέρει. Ἐξ ὅσου μὲν χρόνου· Ἐξ ὅτου δὲ, ἐξ οὗτινος.

Εὐθὺς καὶ Εὐθὺ διαφέρει. Εὐθὺς μὲν γὰρ ἀντὶ τοῦ εὐθέως· Εὐθὺ δὲ, ἀντὶ τοῦ κατ’ εὐθεῖαν.