Allegoriae (= Quaestiones Homericae)
Heraclitus
Heraclitus. Heracliti Allegoriae Homericae. Mehler, E., editor. Leiden: Brill, 1851.
Ὁμοίως δ’ ὁ Ἄρης οὐδέν ἐστιν ἄλλο πλὴν ὁ πόλεμος, παρὰ τὴν ἀρὴν ὠνομασμένος, ἥπερ ἐστὶ βλάβη. γένοιτο δ’ ἂν ἡμῖν τοῦτο σαφὲς ἐκ τοῦ λέγειν αὐτὸν μαινόμενον τυκτὸν κακὸν, ἀλλοπρόσαλλον ἐπιθέτοις γὰρ ἁρμόζουσι πολέμῳ κέχρηται μᾶλλον ἤ θεῷ· μανίας γάρ εἰσι πλήρεις ἅπαντες οἱ μαχόμενοι, πρὸς τὸν κατ’ ἀλλήλων φόνον ἐνθουσιαστικῶς ζέσαντες· καὶ τὸ ἀλλοπρόσαλλον ἑτέρωθί που διὰ πλειόνων ἐξηγεῖται, λέγων·
Ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτανεμεσηταὶ γὰρ αἱ πολέμων ἐπ’ ἀμφότερα ῥοπαὶ, καὶ τὸ νικηθὲν οὐδὲ προσαντῆσαν αἰφνιδίως πολλάκις ἐκράτησεν ὥστε, τῆς ἐν ταῖς μάχαις ἀμφιβολίας ἄλλοτε πρὸς ἄλλους μεταφοιτώσης, ἐτύμως κακὸν ἀλλοπρόσαλλον προσείρηκε τὸν πόλεμον. ἐτρώθη δ’ ὑπὸ Διομήδους Ἄρης, οὐ κατ’ ἄλλο τι μέρος, ἀλλὰ
νείατον ἐς κενεῶνα.σφόδρα πιθανῶς. ἐπὶ γὰρ τὰ κενὰ τῆς μὴ πάνυ φρουρουμένης τῶν ἀντιπάλων τάξεως παρεισελθὼν, εὐμαρῶς ἐτρέψατο τοὺς βαρβάρους. καὶ μὴν χάλκεον λέγει τὸν Ἄρην, τὰς τῶν μαχομένων πανοπλίας ὑποσημαίνων· σπάνιος γὰρ ἦν ὁ σίδηρος ἐν τῷ πάλαι χρόνῳ· τὸ δὲ σύμπαν ἐσκέποντο χαλκῷ. διὰ τοῦτό φησιν·
Ὄσσε δ’ ἄμερδεν αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων, θωρήκων τε νεοσμήκτων.ἀναβοᾷ δὲ τρωθεὶς,
ὅσσον τ’ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι.Καὶ τοῦτο δὲ τεκμήριον πολλῶν διωκομένων πολεμίων· οὐ γὰρ ἂν εἷς θεὸς ἀνεβόησε τοσοῦτον, ἀλλ’ ἡ φεύγουσα μυρίανδρος, οἶμαι, τῶν βαρβάρων φάλαγξ. ὥστ’ ἐναργέσι τεκμηρίοις καὶ διὰ τῶν κατὰ μέρος ἐδείξαμεν, οὐ τὸν Ἄρην τετρωμένον ὑπὸ Διομήδους, ἀλλὰ τὸν πόλεμον.
Αὗται δ’ ἐν παρεκβάσει τῶν προτέρων ἀλληγοριῶν, δι’ ὧν καὶ τεχνικωτέραν ἔχουσιν ἐμπειρίαν ἐν οἷς φησί·
Τλῆ μὲν Ἄρης, ὅτε μιν Ὦτος κρατερός τ’ Ἐφιάλτης, Παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ.
γεννικοὶ γὰρ οὗτοι καὶ κατ’ ἀλκὴν ἰσχυροὶ νεανίαι
γεγονότες, ἐπειδὴ ταραχῆς καὶ πολέμου μεστὸν ᾔδεσαν τὸν βίον, οὐδεμιᾶς εἰρηνικῆς ἀναπαύσεως μέσης τοὺς παρ’ ἕκαστα κάμνοντας ἀνιείσης, ἰδίοις ὅπλοις ἐκστρατευσάμενοι, τὴν ἐπιπολάζουσαν ἀηδίαν ἀνέστειλαν. ἄχρι μὲν οὖν τρισκαίδεκα μηνῶν ἀκλινής τ’ ἦν καὶ ἀστασίαστος αὐτῶν ὁ οἶκος, ἐν ὁμονοίᾳ τε τὴν εἰρήνην διεστρατήγουν· μητρυιὰ δὲ παρεισπεσοῦσα φιλόνεικος, οἰκίας νόσος, ἀνέτρεψε πάντα καὶ διέφθειρε τὴν πρότερον· εὐστάθειαν· ἐκ δευτέρου δὲ πάλιν, ὁμοίας ταραχῆς ἀναφθείσης, ἔδοξεν ὁ Ἀρης ἀπὸ τοῦ δεσμωτηρίου λελύσθαι [τουτέστιν ὁ πόλεμος].Ἡρακλέα δὲ νομιστέον οὐκ ἀπὸ σωματικῆς δυνάμεως ἀναχθέντα τοσοῦτον ἰσχῦσαι τοῖς τότε χρόνοις. ἀλλ’ ἀνὴρ ἔμφρων καὶ σοφίας οὐρανίου μύστης γεγονὼς, ὡσπερεὶ κατὰ βαθείας ἀχλύος ὑποδεδυκυῖαν ἐφώτισε τὴν φιλοσοφίαν, καθ’ ἅπερ ὁμολογοῦσι καὶ Στωικῶν
οἱ δοκιμώτατοι. περὶ μὲν οὖν τῶν ἄλλων ἄθλων, ὁπόσοι τῆς παρ’ Ὁμήρῳ μνήμης ὑστεροῦσι, τί δεῖ παρὰ καιρὸν ἐκμηκύνειν φιλοτεχνοῦντας; ὅτι κάπρον μὲν εἷλε, τὴν ἐπιπολάζουσαν ἀνθρώποις ἀκολασίαν, λέοντα δὲ, τὴν ἀκρίτως ὁρμῶσαν ἐφ’ ἃ μὴ δεῖ φορὰν, κατ’ αὐτὸ δὲ θυμοὺς ἀλογίστους πεδήσας, τὸν ὑβριστὴν ταῦρον ἐνομίσθη δεδεκέναι· δειλίαν γε μὴν ἐφυγάδευσεν ἐκ τοῦ βίου, τὴν Κερυνείαν ἔλαφον. καί τις ἀπρεπῶς ὀνομαζόμενος ἆθλος ἐκμεμόχθηται διακαθήραντος αὐτοῦ τὴν πολύχουν κόπρον, ἐπιτρέχουσαν ἀνθρώποις ἀηδίαν. ὄρνις δὲ, τὰς ὑπηνέμους ἐλπίδας, αἱ βόσκουσι τὸν βίον ἡμῶν, ἀπεσκέδασέ τε καὶ τὴν πολυκέφαλον ὕδραν, τὴν ἡδονὴν, ἥτις, ὅταν ἐκκοπῇ, πάλιν ἄρχεται βλαστάνειν, ὥσπερ διὰ πυρός τινος τῆς παραινέσεως ἐξέκαυσεν. αὐτὸς γε μὴν ὁ τρικέφαλος δειχθεὶς ἡλίῳ κέρβερος εἰκότως ἂν τὴν τριμερῆ φιλοσοφίαν ὑπαινίττοιτο. τὸ μὲν γὰρ αὐτῆς λογικὸν, τὸ δὲ φυσικὸν, τὸ δὲ ἠθικὸν ὀνομάζεται· ταῦτα δ’, ὥσπερ ἀφ’ ἑνὸς αὐχένος ἐκπεφυκότα, τριχῆ πατὰ τὴν κεφαλὴν μερίζεται.Περὶ μὲν δὴ τῶν ἄλλων, ὥσπερ εἶπον, ἄθλων, ἐν συντόμῳ δεδήλωται. τετρωμένην δ’ Ὅμηρος ὑπεστήσατο τὴν Ἥραν, τοῦτο ἀκριβῶς παραστῆσαι βουλόμενος, ὅτι τὸν θολερὸν ἀέρα, καὶ πρὸ τῆς ἑκάστου διανοίας ἐπαχλύοντα, πρῶτος Ἡρακλῆς, θείῳ χρησάμενος λόγῳ, διώρθρωσε, τὴν ἑκάστου τῶν ἀνθρώπων ἀμαθίαν πολλαῖς νουθεσίαις κατατρώσας. ὅθεν ἀπὸ γῆς εἰς
οὐρανὸν ἀφίησι τὰ τόξα. πᾶς γὰρ ἀνὴρ φιλόσοφος ἐν θνητῷ καὶ ἐπιγείῳ τῷ σώματι πτηνὸν ὥσπερ τι βέλος, τὸν νοῦν, εἰς τὰ μετάρσια διαπέμπεται. τεχνικῶς δὲ προσέθηκεν εἰπὼν· ἰῷ τριγλώχινι βαλών. ἵνα διὰ συντόμου τὴν τριμερῆ φιλοσοφίαν ὑπὸ τοῦ τριγλώχινος ὑποσημήνῃ βέλους. Μεθ’ Ἥραν δὲ τετόξευκε καὶ τὸν Ἅιδην. οὐδεὶς γὰρ ἄβατος φιλοσοφίᾳ χῶρος. ἀλλὰ μετὰ τὸν οὐρανὸν ἐζήτηκε τὴν κατωτάτω φύσιν, ἵνα μηδὲ τῶν νέρθεν ἀμύητος ᾖ. τὸν οὖν ἀλαμπῆ καὶ πᾶσιν ἀνθρώποις ἄβατον ᾅδην ὁ τῆς σοφίας οἰστὸς, εὔστοχα βληθεὶς, διευκρίνησεν· ὥσθ’ αἱ Ἡρακλέους χεῖρες ἁγνεύουσι παντὸς Ὀλυμπίου μύσους. ἀρχηγὸς δὲ πάσης σοφίας γενόμενος Ὅμηρος, ἀλληγορικῶς παρέδωκε τοῖς μετ’ αὐτὸν ἀρύσασθαι κατὰ μέρη πάνθ’, ὅσα πρῶτος πεφιλοσόφηκε.Νομίζουσι τοίνυν ἔνιοι μηδὲ Διόνυσον εἶναι παρ’ Ὁμήρῳ θεόν. ἐπειδήπερ ὑπὸ Λυκούργου διώκεται, καὶ μόλις δοκεῖ σωτηρίας τυχεῖν, Θέτιδος αὐτῷ παραστάσης. τὸ δ’ ἐστὶν οἴνου συγκομιδῆς γεωργικὴ ἀλληγορία, δι’ ὧν φησίν·
Ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας Σεῦε κατ’ ἠγάθεον Νυσήιον· αἱ δ’ ἅμα· πᾶσαι Θύσθλα χαμαὶ κατέχευον, ὑπ’ ἀνδροφόνοιο Λυκούργου Θεινόμεναι βουπλῆγι. Διώνυσος δὲ φοβηθείς Δύσεθ’ ἁλὸς κατὰ κῦμα, Θέτις δ’ ὑπεδέξατο κόλπῳ Δειδιότα.μαινόμενον μὲν εἴρηκε Διόνυσον ἀντὶ τοῦ οἴνου· ἐπειδήπερ οἱ πλείονι τῷ ποτῷ χρώμενοι τοὺς λογισμοὺς διασφάλλονται. ὥσπερ τὸ δέος, εἰ τύχοι, χλωρὸν λέγει, καὶ πευκεδανὸν τὸν πόλεμον· ἃ γὰρ ἀπ’ αὐτῶν συμβαίνει, ταῦτα ἐκείνοις περιῆψεν, ὅθεν ἄρχεται τὰ πάθη. τιθήνας δὲ νομίζειν δεῖ τὰς ἀμπέλους. Αυκοῦργος δ’, ἀνὴρ εὐαμπέλου λήξεως δεσπότης, μετὰ τὴν ὀπωρινὴν ὥραν, ὅτε συγκομιδὴ τῶν διονυσιακῶν καρπῶν ἐστὶν, ἐπὶ τὴν εὐφορωτάτην ἐξεληλύθει Νύσαν. καὶ μετὰ τοῦτο, ἔτι δρεπομένων τῶν βοτρύων φησί· Διώνυσος δὲ φοβηθείς· ἐπειδήπερ ὁ μὲν φόβος εἴωθε τρέπειν τὴν διάνοιαν. ὁ δὲ τῆς σταφυλῆς καρπὸς τρέπεται θλιβόμενος εἰς οἶνον. ἔθος γε μὴν τοῖς πολλοῖς, ἐπὶ φυλακῇ τοῦ διαμένειν ἀκλινῆ τὸν καρπὸν, ἐπικιρνάναι θαλαττίῳ ὕδατι· παρὰ τοῦτο ὁ Διόνυσος
Δύσεθ’ ἁλὸς κατὰ κῦμα.
Θέτις δ’ ὑπεδέξατο κόλπῳ, ἡ τελευταία μετὰ τὴν ἀπόθλιψιν τοῦ καρποῦ θέσις. αὕτη γὰρ ἐσχάτη δέχεται τὸν οἶνον· δειδιότα δὲ, διὰ τὸν ἐν ἀρχῇ τοῦ νεοθλιβοῦς γλεύκους παλμὸν, καὶ τὴν μεθαρμόζουσαν ὁρμήν· δέος εἶπε γὰρ τὸν τρόμον. οὕτως Ὅμηρος οὐ φιλοσοφεῖν μόνον ἀλληγορικῶς, ἀλλὰ καὶ γεωργεῖν ἐπίσταται.
Φυσικῆς δ’ ἅπτεται θεωρίας καὶ ὅταν ὁ Ζεὺς, εἰς τὸ αὐτὸ συναθροίσας τοὺς θεοὺς ἅπαντας, ἄρχηται τῶν μεγάλων ἀπειλῶν, καθήμενος
Ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.πρῶτος ἕστηκεν αὐτός· ἐπειδὴ τὴν ἀνωτάτω τάξιν, ὥσπερ ἐδηλοῦμεν, ἡ αἰθεριώδης ἐπέχει φύσις. σειρὰν δ’ ἀπήρτησεν ἀπὸ τοῦ αἰθέρος ἐπὶ πάντα χρυσῆν. οἱ γὰρ δεινοὶ τῶν φιλοσόφων περὶ ταῦτα, ἀνάμματα πυρὸς εἶναι τὰς τῶν ἀστέρων περιόδους νομίζουσι· τὸ δὲ σφαιρικὸν ἡμῖν τοῦ κόσμου σχῆμα δι’ ἑνὸς ἐμέτρησε στίχου·
Τόσσον ἔνερθ’ ἀίδεω, ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης.μεσαιτάτη γὰρ ἁπάντων ἑστία τις οὖσα, καὶ δύναμιν κέντρου ἐπέχουσα, καθίδρυται βεβαίως ἡ γῆ πᾶσα. κύκλῳ δ’ ὑπὲρ αὐτὴν ὁ οὐρανὸς, ἀπαύστοις περιφοραῖς εἱλούμενος, ἀπ’ ἀνατολῆς εἰς δύσιν τὸν ἀεὶ δρόμον ἐλαύνει. συγκαθέλκεται δ’ ἡ τῶν ἀπλανῶν σφαῖρα. πᾶσαί γε μὴν αἱ ἀπὸ τοῦ περιέχοντος ἄνω καὶ κάτω κύκλου φορούμεναι πρὸς τὸ κέντρον εὐθεῖαι, κατ’ ἀναγωγάς εἰσιν ἀλλήλαις ἴσαι. διὰ τοῦτο γεωμετρικῇ θεωρίᾳ τὸ σφαιρικὸν σχῆμα διεμέτρησεν, εἰπών·
Τόσσον ἔνερθ’ ἀίδεω, ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης,
Ἔνιοι δ’ εἰσὶν οὕτως ἀμαθεῖς, ὥστ’ αἰτιᾶσθαι τὸν Ὅμηρον καὶ περὶ τῶν Λιτῶν, εἰ τὰς Διὸς γονὰς οὕτως ὕβρισε, διάστροφον αὐταῖς περιθεὶς ἀμορφίας χαρακτῆρα·
Καὶ γάρ τε Αιταί εἰσι Διὸς κοῦραι μεγάλοιο, Χωλαί τε, ῥυσαί τε, παραβλῶπές τ’ ὀφθαλμώ.ἐν δὲ τούτοις τοῖς ἔπεσι τὸ τῶν ἱκετευόντων σχῆμα διαπέπλασται. πᾶσα γὰρ οὖν συνείδησις ἁμαρτόντος ἀνθρώπου βραδεῖα, καὶ μόλις οἱ δεόμενοι τοῖς ἱκετευομένοις προσέρχονται, τὴν αἰδῶ κατὰ ῥῆμα μετροῦντες. οὔτε μὴν ἀτρεμὲς δεδόρκασιν, ἀλλ’ ὀπίσω τὰς τῶν ὀμμάτων βολὰς ἀποστρέφουσι· καὶ μὴν ἔν γε τοῖς πρώτοις οὐδὲν γεγηθὸς τῶν ἱκετευόντων ἡ διάνοια περιτίθησιν ἔρευθος, ἀλλ’ ὠχροὶ καὶ κατηφεῖς, διὰ πρώτης τῆς ὄψεως ἐκκαλούμενοι τὸν ἔλεον. ὅθεν εὐλόγως οὐ τὰς Διὸς θυγατέρας, ἀλλὰ τοὺς ἱκετεύοντας ἀπεφήνατο,
Χωλούς τε ῥυσούς τε, παραβλῶπάς τ’ ὀφθαλμώ,τοὒμπαλιν δὲ τὴν Ἄτην, σθεναράν τε καὶ ἀρτίπουν. κρατερὸν γὰρ αὐτῆς τὸ ἄφρον, ἀλογίστου γὰρ ὁρμῆς ὑπόπλεως, δρομὰς ὣς, ἐπὶ πᾶσαν ἀδικίαν ἵεται. παθῶν οὖν ἀνθρωπίνων ὡσπερεὶ ζωγράφος Ὅμηρός ἐστιν, ἀλληγορικῶς τὸ συμβαῖνον ἡμῖν θεῶν περιθεὶς ὀνόμασιν.
Οἶμαι δ’ ἔγωγε καὶ τὸ ἑλληνικὸν τεῖχος, ὃ πρὸς καιρὸν ἔρυμα τῆς ἰδίας ἀσφαλείας ἐπύργωσαν, οὐχ ὑπὸ τοῦ συμμάχου καθῃρῆσθαι Ποσειδῶνος, ἀλλ’ ὡς ὑετοῦ δαψιλοῦς γενομένου, καὶ τῶν ἀπ’ Ἴδης ποταμῶν πλημμυράντων, συνέβη κατερειφθῆναι. ὅθεν ἐπώνυμος τοῦ πάθους γέγονεν ὁ τῆς ὑγρᾶς φύσεως προστάτης Ποσειδῶν. εἰκὸς δὲ καὶ σεισμοῖς διατιναχθὲν ὑπονοστῆσαι τὸ κατασκεύασμα· δοκεῖ δ’ ὁ Ποσειδῶν ἐννοσίγαιος καὶ σεισίχθων εἶναι, τοῖς τοιούτοις τῶν παθημάτων ἐπιγραφόμενος. ἀμέλει φησίν·
Αὐτὸς δ’ Ἐννοσίγαιος, ἔχων χείρεσσι τρίαιναν, ἡγεῖτ’· ἐκ δ’ ἄρα πάντα θεμείλια κύμασι πέμπε φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,σεισμοῦ τινος φορᾷ διαδονήσας ἐκ βάθρων τὰ τοῦ τείχους θεμέλια, δοκεῖ δέ μοι, λεπτῶς ἐξετάζοντι τὰ τοιαῦτα, μηδὲ τὸ κατὰ τὴν τρίαιναν ἀφιλοσόφητον εἶναι, δι’ ἦς ὑφίσταται τοὺς λίθους ἀναμεμοχλεῦσθαι τοῦ τείχους. τὰ γάρ τοι σεισμῶν διαφέροντα τοῖς παθήμασιν οἱ φυσικοὶ λέγουσιν εἶναι, ὅσον καί τινας ἰδίους χαρακτῆρας ὀνομάτων ἐπιγράφουσιν αὐτοῖς, βρασματίαν τινὰ καὶ χασματίαν καὶ κλιματίαν προσαγορεύοντες. τριπλαῖς οὖν καθώπλισεν ἀκμαῖς τὸν τῶν σεισμῶν αἴτιον θεὸν· ἀμέλει; πρὸς βραχὺ κινηθέντος αὐτοῦ,
Τρέμε δ’ οὔρεα μακρὰ καὶ ὕλη,τὸ τῶν σεισμῶν ἰδίωμα τοῦ ποιητοῦ διασημήναντος ἡμῖν.
Ἔτι τοίνυν πολλήν τινα χλεύην, καὶ μακρὸν ἡγοῦνται καταγέλων, τοὺς ἀκαίρους Διὸς ὕπνους ἐν
Ἴδῃ, καὶ τὴν ὄρειον ὥσπερ ἀλόγοις ζῴοις ὑπεστρωμένην εὐνήν. ἐν ᾖ δυσὶ τοῖς ἀφρονεστάτοις πάθεσι δεδούλωται Ζεὺς, ἔρωτι καὶ ὕπνῳ. νομίζω τοίνυν ἔγωγε, αὐτὰ ταῦτα δι’ ἀλληγορίας ἐαρινὴν ὥραν ἔτους εἶναι, καθ’ ἥν ἅπαντα φυτὰ καὶ πᾶσα ἐκ γῆς ἀνίεται χλόη, τοῦ παγετώδους ἡσυχῇ λυομένου κρύους. ὑφίσταται δὲ τὴν Ἥραν, τουτέστι τὸν ἀέρα στυγνὸν ἀπὸ τοῦ χειμῶνος ἔτι καὶ κατηφῆ, καὶ διὰ τοῦτο, οἶμαι, πιθανῶς αὐτῆς στυγερὸς ἔπλετο θυμός· μετὰ μικρὸν δ’, ἀποκρουσαμένη τὸ συννεφὲς τῆς ἀηδίαςΛὐματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ’ ἐλαίῳ, Ἀμβροσίῳ, ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·ἡ λιπαρὰ καὶ γόνιμος ὥρα μετὰ τῆς τῶν ἀνθέων εὐωδίας ὑποσημαίνεται τούτῳ τῷ χρίσματι τῆς Ἥρας [ἀλειψαμένης]. τοὺς τε πλοκάμους φησιν αὐτὴν ἀναπλέξασθαι
καλοὺς, ἀμβροσίους, ἐκ κράατος ἀθανάτοιο,τὴν τῶν φυτῶν αἰνιττόμενος αὔξησιν, ἐπειδὴ δένδρον ἅπαν κομᾷ, καὶ θριξὶν ὁμοίως ἀπὸ τῶν κλάδων ἀπαρτᾶται τὰ φύλλα. δίδωσι δ’ ἐγκόλπιον τῷ ἔαρι καὶ τὸν κεστὸν ἱμάντα,
ἔνθ’ ἔνι μὲν φιλότης, ἐν δ’ ἵμερος, ἐν δ’ ὀαριστύς,ἐπειδήπερ αὕτη μάλιστα τοῦ ἔτους ἡ ὥρᾳ τὸ τερπνότατον ἐπεκληρώσατο τῶν ἡδονῶν μέρος. οὔτε γὰρ λίαν ὑπὸ τοῦ κρύους πεπήγαμεν, οὔτ’ ἄγαν θαλπόμεθα. μεταίχμιον δέ τι τῆς ἑκατέρωθεν εὐκρασίας ἐν τοῖς σώμασιν ἀνεῖται. τοῦτον τοίνυν τὸν ἀέρα συνέμιξεν Ὅμηρος μετὰ μικρὸν τῷ αἰθέρι. διὰ τοῦτο ἐπὶ τῆς ὑψηλοτάτης ἀκρωρείας καταλαμβάνεται Ζεὺς, ἐν ἡ
δι’ ἠέρος αἰθέρ’ ἵκανεν.ἔνθα δὲ κίρναται, καθ’ ἕν ἀναμιχθεὶς, ὁ ἀὴρ τῷ αἰθέρι. ἐμφαντικῶς οὖν τοῖς ὀνόμασιν εἶπεν·
Ἦ ῥα, καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν.ἐναγκαλίζεται γὰρ ἐν κύκλῳ περιέχων ὁ αἰθὴρ ὑφηπλωμένον αὐτῷ τὸν ἀέρα, τῆς δὲ συνόδου καὶ κράσεως αὐτῶν τὸ πέρας ἐδήλωσε τὴν ἐαρινὴν ὥραν·
Τοῖσι δ’ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην Λωτόν θ’ ἑρσήεντα, ἰδὲ κρόκον, ἠδ’ ὑάκινθον, Πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσ’ ἔεργεν.ἴδια στέφη ταῦτα τῆς ἀρτιθαλοῦς ὥρας, ἐπειδὰν ἐκ τῶν χειμερίων παγετῶν ἡ (γῆ) στερίφη καὶ μεμυκυῖα πηγὰς ὡς κυοφορουμένας ἔνδον ὠδῖνας ἐκφήνῃ. προσεπισφραγιζόμενος δὲ τοῦτο, τὸν λωτὸν εἶπεν ἑρσήεντα, τὸν δροσερὸν, τῆς ἐαρινῆς καταστάσεως ἐμφανέστερον ποιῶν τὸν καιρόν.
ἐπὶ δὲ νεφέλην ἕσσαντο καλὴν, χρυσείην· στιλπναὶ δ’ ἀπέπιπτον ἔερσαι.τίς ἀγνοεῖ τοῦθ’, ὅτι χειμῶνος μὲν ἐπάλληλα πυκνώματα τῶν νεφῶν ἐκμελαίνεται, καὶ μετὰ θολερᾶς ἀχλύος κατηφὴς ἅπας ὁ οὐρανὸς ἀμαυροῦται· τοῦ δ’ ἀέρος ὑποσχίζοντος, ἀργὰ τὰ νέφη μαλακῶς ὑποσπείρεται, ταῖς ἡλιακαῖς ἀκτῖσιν ἐναγκαλιζόμενα, καὶ παραπλήσιόν τι χρυσαῖς μαρμαρυγαῖς ἀποστίλβει· τοῦτο δὴ τὸ περὶ τὴν Ἴδην κορυφαῖον ἡμῖν νέφος ὁ τῆς ἐαρινῆς ὥρας δημιουργὸς Ὅμηρος ἐδήλωσεν.
Ἀλλ’ ἐφεξῆς ἡ τῶν ἐπιφυομένων αὐτῷ τόλμα τοὺς Ἥρας δεσμοὺς αἰτιᾶται, καὶ νομίζουσιν ὕλην τινὰ δαψιλῇ τῆς ἀθέου πρὸς Ὅμηρον ἔχειν μανίας·
ἦ οὐ μέμνῃ, ὅτε τ’ ἐκρέμω ὑψόθεν· ἐκ δὲ ποδοῖν ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα χρύσεον, ἄρρηκτον· σὺ δ’ ἐν αἰθέρι καὶ νεφέλῃσιν ἐκρέμω.λέληθε δ’ αὐτοὺς, ὅτι τούτοις τοῖς ἔπεσιν ἡ τοῦ παντὸς ἐκτεθεολόγηται γένεσις, καὶ τὰ συνεχῶς ᾀδόμενα τέτταρα στοιχεῖα· τούτων τῶν στίχων ἐστὶ τάξις, καθάπερ ἤδη μοι λέλεκται· πρῶτος αἰθὴρ, καὶ μετὰ τοῦτον ἀὴρ, εἶθ’ ὕδωρ τε καὶ γῆ τελευταία, τὰ πάντων δημιουργὰ στοιχεῖα. ταῦτα δ’ ἀλλήλοις ἐπικιρνάμενα ζῳογονεῖται καὶ τῶν ἀψύχων ἀρχέγονα καθίσταται. Ζεὺς τοίνυν ὁ πρῶτος τὸν ἑαυτοῦ ἀέρα κατήρτηκε. στερεοὶ δ’ ἄκμονες ὑπὸ ταῖς ἐσχάταις ἀέρος βάσεσιν, ὕδωρ τε καὶ γῆ, καὶ τοῦθ’ ὅτι τοιοῦτόν ἐστιν, ἐφ’ ἑκάστης λέξεως, εἴ τις ἀκριβῶς ἐθέλοι σκοπεῖν τἀληθές, εὑρήσει. Ἦ οὺ μέμνῃ, ὅτε τ’ ἐκρέμω ὑψόθεν. ἀπὸ γὰρ τῶν ἀνωτάτω καὶ μετεώρων τόπων φησὶν αὐτὴν ἀπηρτῆσθαι. περὶ χερσὶ δὲ δεσμὸν ἴηλα χρύσεον, ἄρρηκτον. τί τοῦτο τὸ καινὸν αἴνιγμα τῆς κολακευούσης τιμωρίας; πῶς ὀργιζόμενος ὁ Ζεὺς πολυτελεῖ δεσμῷ τὴν κολαζομένην ἠμύνατο, χρυσοῦν ἀντὶ τοῦ κραταιοτέρου σιδήρου τὸν δεσμὸν ἐπινοήσας; ἀλλ’ ἔοικε τὸ μεταίχμιον αἰθέρος τε καὶ ἀέρος χρυσῷ μάλιστα τὴν χρόαν ἐμφερὲς εἶναι· πάνυ δὴ πιθανῶς, καθ’ ὃ μέρος ἀλλήλοις ἐπισυνάπτουσι, λήγων μὲν ὁ αἰθὴρ, ἀρχόμενος δὲ μετ’ ἐκεῖνον ὁ ἀὴρ, χρυσοῦν ὑπεστήσατο δεσμόν, ἐπιφέρει γοῦν· Σὺ δ’ ἐν αἰθέρι καὶ νεφέλῃσιν ἐκρέμω,. τὸν ἄχρι νεφῶν τόπον ὁρίσας μέτρον ἀέρος. ἐκ δὲ τῶν τελευταίων μερῶν τοῦ ἀέρος, ἃ καλεῖ τοὺς πόδας, ἀπήρτησε στιβαρὰ βρίθη, γῆν τε καὶ ὕδωρ· ἐκ δὲ ποδοῖιν ἄκμονας ἧκα δύω. πῶς ἂν οὖν εἶπεδεσομὸν ἄρρηκτον, αὐτίκα τῆς Ἥρας λυθείσης, εἴγε τῷ μύθῳ προσεκτέον; ἀλλ’ ἐπειδήπερ ἡ τῶν ὅλων ἁρμονία δεσμοῖς ἀρραγέσι συνωχύρωται, καὶ δυσχερὴς ἡ τοῦ παντὸς εἰς τἀναντία μεταβολὴ, τὸ μὴ δυνηθὲν ἂν διαζευχθῆναί ποτε, κυρίως ὠνόμασεν ἄρρηκτον.
Ταύτην δὲ τὴν τετράδα τῶν στοιχείων καὶ μετὰ μικρὸν ἐν τοῖς ὅρκοις διεσάφησεν Ἥρα·
ἴστω νῦν τόδε γαῖα, καὶ οὐρανὸς εὐρὺς ὕπερθεν καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ.τρισὶ γὰρ ὅρκοις τὴν ὁμόφυλον αὐτῆς καὶ συγγενῆ φύσιν ὠνόμασεν, ὕδωρ τε καὶ γῆν, καὶ τὸν ὕπερθεν οὐρανὸν, τουτέστι τὸν αἰθέρα· τέταρτον γὰρ στοιχεῖον ἦν ἡ ὀμνύουσα. διευπορῶν γέ τοι καὶ ἐπὶ πολλοῖς ἀλληγορικῶς παριστάναι βουλόμενος ταυτὶ τὰ στοιχεῖα, καὶ μετ’ ὀλίγον ἐν τοῖς Ποσειδῶνος πρὸς Ἶριν λόγοις αὐτὰ ταῦθ’ ὑφίσταται λέγων
Ἦτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεί Παλλομένων, Ἀίδης δ’ ἔλαχε ζόφον ἠερόεντα. Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν. Γαῖα δ’ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.οὐ μὰ Δί’ οὐ κλῆρος ὁ μυθευόμενος ἐν Σικυῶνι ταῦτα, καὶ διαίρεσις ἀδελφῶν οὕτως ἀνώμαλος, ὥστ’ οὐρανὸν ἀντιθεῖναι θαλάττῃ καὶ ταρτάρῳ. πᾶς γὰρ ὁ μῦθος ἠλληγόρηται περὶ τῶν ἀπ’ ἀρχῆς τεττάρων στοιχείων. Κρόνον μὲν γὰρ ὀνομάζει τὸν χρόνον κατὰ μετάληψιν ἑνὸς στοιχείου. πατὴρ δὲ τῶν ὅλων ὁ χρόνος, καὶ τελέως ἀμήχανόν τι γενέσθαι τῶν ὄντων δίχα χρόνου· διὸ δὴ ῥίζα τῶν τεττάρων στοιχείων οὗτός ἐστι. μητέρα δ’ αὐτοῖς ἔνειμε Ῥέαν, ἐπεὶ ῥύσει τινὶ καὶ ἀεννάῳ κινήσει τὸ πᾶν οἰκονομεῖται. χρόνου δὴ καὶ ῥύσεως τέκνα, γῆν τε καὶ ὕδωρ, αἰθέρα τε καὶ ἀέρα σὺν αὐτῷ ὑπεστήσατο· καὶ τῇ μὲν πυρώδει φύσει τόπον ἔνειμεν οὐρανόν· τὴν δ’ ὑγρὰν οὐσίαν Ποσειδῶνι προσέθηκε· τρίτον δ’ Ἀίδην, τὸν ἀφώτιστον ἀέρα δηλοῖ. κοινὸν δὲ πάντων καὶ ἑδραιότατον ἀπεφήνατο στοιχεῖον εἶναι τὴν γῆν, ὥσπερ ἑστίαν τινὰ τὴν τῶν ὅλων δημιουργὸν·
Γαῖα δ’ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.Διὰ τοῦτο δέ μοι δοκεῖ συνεχῶς ἀλληγορεῖν ὑπὲρ αὐτῶν, ἵν’ ἡ δοκοῦσα τοῖς ἔπεσιν ὑφεδρεύειν ἀσάφεια τῷ διηνεκεῖ τῆς παραδόσεως ᾖ γνωριμωτέρα.
Τάγε μὴν ἐπὶ Σαρπηδόνος δάκρυα λύπην μὲν οὐ καταψεύδεται θεοῦ, ὃ καὶ παρ’ ἀνθρώποις νόσημα. τῷ δὲ βουλομένῳ τἀκριβὲς ἐρευνᾶν, ἐπινοεῖται τρόπος ἀλληγορουμένης ἀληθείας· πολλάκις γὰρ ἐν ταῖς μεταβολαῖς τῶν μεγάλων πραγμάτων ἱστοροῦσι τεράστια τῷ βίῳ συμφέρεσθαι σημεῖα ποταμῶν τε καὶ πηγαίων ναμάτων αἱμοφορύκτοις ῥεύμασιν ἐκμιαινομένων
ὡς ἐπ’ Ἀσωποῦ τε καὶ Δίρκης παραδιδόασιν οἱ παλαιοὶ μῦθοι. λόγος δ’ ἔχει καὶ κατὰ νεφῶν ψεκάδας ὕεσθαι, φονίοις τισὶ κηλῖσιν ἐπικεχρωσμένας. ἐπεὶ τοίνυν ἡ μεταβολὴ τῆς μάχης ἀθρόαν φυγὴν ἐμποιήσειν ἔμελλε τοῖς βαρβάροις, ἐγγὺς δ’ ἦν ὁ τοῦ κατ’ ἀλκὴν ἀρίστου Σαρπηδόνος ὄλεθρος, ὡσπερεὶ τεράστια προὐφάνη ταύτης τῆς συμφορᾶς ἀγγελτικά·Αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε.τοῦτον δὴ τὸν φόνιον ὄμβρον ἀλληγορικῶς εἶπεν αἰθέρος δάκρυα, Διὸς μὲν οὔ, ἄκλαυστος γὰρ, ἐκ δὲ τῶν ὑπεράνω τόπων ὡσπερεὶ θρήνοις μεμιγμένου καταρραγέντος ὑετοῦ.
Ταυτὶ μὲν ἴσως ἐλάττω τεκμήρια περὶ τῶν ἠλληγορημένων. ἐπὶ μέντοι τῆς ὁπλοποιίας μεγάλῃ τινὶ καὶ κοσμοτόκῳ διανοίᾳ τὴν τῶν ὅλων περιήθροισε γένεσιν. ὅθεν γὰρ αἱ πρῶται τοῦ παντὸς ἔφυσαν ἀρχαὶ, καὶ τίς ὁ τούτων δημιουργὸς, καὶ πῶς ἕκαστα πληρωθέντα διεκρίθη, σαφέσι τεκμηρίοις παρέστησε, τὴν Ἀχιλλέως ἀσπίδα τῆς κοσμικῆς περιόδου χαλκευσάμενος εἰκόνα. καὶ τὸ πρῶτον ὑπεστήσατο τῆς παντελοῦς δημιουργίας νύκτα καιρόν. ἐπειδήπερ αὕτη χρόνου πτερὰ πάτρια πρεσβεῖα κεκλήρωται, καὶ πρὶν ἢ δια
κριθῆναι τὰ νῦν βλεπόμενα, νὺξ ἦν τὸ σύμπαν, ὃ δὴ χάος ποιητῶν ὀνομάζουσι παῖδες. οὐ γὰρ οὕτως ἄθλιόν τινα καὶ κακοδαίμονα παρεισάγει τὸν Ἥφαιστον, ὡς μηδὲ νυκτὸς ἀνάπαυσιν ἔχειν τῆς χειρωνακτικῆς ἐργασίας, ὅπου γε καὶ παρ’ ἀνθρώποις ἄθλιον εἶναι δοκεῖ τὸ μηδὲ νυκτὸς τῶν πόνων ἐκεχειρίαν ἄγειν. ἀλλ’ οὐκ ἐστὶ ταῦτα χαλκεύων Ἀχιλλεῖ πανοπλίαν Ἥφαιστος, οὐδ’ ἐν οὐρανῷ βουνοὶ χαλκοῦ καὶ κασσιτέρου, ἀργύρου τε καὶ χρυσοῦ εἰσίν. ἀμήχανον γὰρ τὰς ἀηδεῖς καὶ φιλαργύρους γῆς νόσους ἐπ’ οὐρανὸν ἀναβῆναι. φυσικῶς δὲ τῆς ἀμόρφου ποτὲ καὶ μὴ διακεκριμένης ὕλης τὸν καιρὸν ἀποφηνάμενος εἶναι νύκτα, δημιουργόν, ἡνίκα ἔμελλε πάντα μορφοῦσθαι, τὸν Ἥφαιστον ἐπέστησε, τουτέστι τὴν θερμὴν οὐσίαν· πυρὸς γὰρ δὴ, κατὰ τὸν φυσικὸν Ἡράκλειτον, ἀμοιβῇ τὰ πάντα γίνεται. ὅθεν συνοικοῦσαν οὐκ ἀπιθάνως τῷ τῶν ὅλων ἀρχιτέκτονι πεποίηκε τὴν Χάριν. ἔμελλε γὰρ ἤδη τῷ κόσμῳ χαριεῖσθαι τὸν ἴδιον κόσμον. ὗλαι δὲ τίνες αὐτῷ τῆς κατασκευῆς;χαλκὸν δ’ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε.εἰ μὲν Ἀχιλλεῖ κατεσκεύαζε πανοπλίαν, πάντ’ ἔδει χρυσὸν εἶναι· καὶ γὰρ οἶμαι σχέτλιον, Ἀχιλλέα μηδὲ Γλαύκῳ κατὰ τὴν πολυτέλειαν ἴσον εἶναι. νῦν δὲ τὰ τέτταρα στοιχεῖα κίρναται. καὶ χρυσὸν μὲν ὠνόμασε τὴν αἰθεριώδη φύσιν, ἄργυρον δὲ τὸν αὐτῇ τῇ χροιᾷ συνομοιούμενον ἀέρα· χαλκὸς δὲ καὶ κασσίτερος, ὕδωρ τε καὶ γῆ προσαγορεύεται διὰ τὴν ἐν ἀμφοτέροις βαρύτητα. πρώτη δ’ ἀπὸ τούτων τῶν στοιχείων ἀσπὶς ὑπ’ αὐτοῦ χαλκεύεται, σφαιροειδὲς ἔχουσα τὸ σχῆμα, ὑφ’ οὗ τὸν κόσμον ἡμῖν ἐμφανῶς ἐσήμηνεν. ὃν οὐκ ἀπὸ τῆς ὁπλοποιίας μόνον, ἀλλὰ καὶ δι’ ἄλλων τεκμηρίων ὑφίσταται κυκλοειδῆ.
Συντόμως δ’ ἐν παρεκβάσει τὰς ὑπὲρ τούτων φιλοτεχνοῦντες ἀποδείξεις δηλώσομεν. συνεχῶς τοίνυν τὸν ἥλιον ἀκάμαντα, καὶ ἠλέκτορα, καὶ ὑπερίονα προσαγορεύει, διὰ τῶν ἐπιθέτων οὐκ ἄλλο τι πλὴν τοῦτο τὸ σχῆμα σημαίνων. ὅ τε γὰρ ἀκάμας, ὁ μὴ κάμνων, ἔοικεν ὅρους ἔχειν οὐκ ἀνατολὴν καὶ δύσιν, ἀλλὰ τὴν ἀεὶ περίδρομον ἀνάγκην. ἠλέκτωρ δὲ δυοῖν θάτερον·
ἢ γὰρ ἄλεκτρος ὁ θεὸς ὀνομάζεται, ὡς μηδέποτε κοίτης ἐπιψαύων· ἢ τάχα πιθανώτερον ἔτι ἑλίκτωρ τις ὤν, καὶ κυκλοτερεῖ φορᾷ δι’ ἡμέρας καὶ νυκτὸς ἀναμετρούμενος τὸν κόσμον. ὑπερίονα δὲ νομιστέον αὐτὸν, τὸν ὑπεριέμενον ἀεὶ τῆς γῆς, ὥσπερ, οἶμαι, καὶ Ξενοφάνης ὁ Κολοφώνιός φησιν·Ἠέλιός θ’ ὑπεριέμενος, γαῖάν τ’ ἐπιθάλπων.εἰ γὰρ πατρωνυμικῶς αὐτὸν ἠθέλησεν ὀνομάζειν, εἶπεν ἂν Ὑπεριονίδην· [ὡς Ἀτρείδην, εἰ τύχοι, τὸν Ἀγαμέμνονος, καὶ Πηλείδην τὸν Ἀχιλλέα].
Ἥτε θοὴ νὺξ οὐκ ἄλλο τι σημαίνει, πλὴν τὸ
σφαιροειδὲς ὅλου τοῦ πόλου σχῆμα· τὸν γὰρ αὐτὸν ἡλίῳ δρόμον ἡ νὺξ ἀνύει, καὶ πᾶς καταλειφθεὶς ὑπ’ ἐκείνου τόπος ὑπὸ ταύτης εὐθὺς ἐκμελαίνεται. σαφῶς γοῦν ἑτέρωθί που τοῦτο μηνύων, φησί·Ἐν δ’ ἔπεσ’ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο, ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.ὥσπερ γὰρ ἀπηρτημένην ἑαυτοῦ, τὴν νύκτα κατόπιν ἐφέλκεται, συγχρονοῦσαν τοῖς ἡλίου τάχεσιν. εἰκότως οὖν αὐτὴν Ὅμηρος εἴρηκε θοήν, δύναταί γε μὴν πιθανώτερόν τις ἐπιχειρῶν θοὴν ὀνομάζειν μεταληπτικῶς, οὐ τὴν κατὰ κίνησιν ὀξεῖαν, ἀλλὰ τὴν κατὰ σχῆμα· καὶ γὰρ ἑτέρωθί που φησίν·
Ἔνθεν δ’ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν.οὐ τὸ τάχος τῶν ἐρριζωμένων νήσων ἠλιθίως δηλῶσαι ἐσπουδακὼς, ἀλλὰ τὸ σχῆμα, πρὸς ὀξὺ ἀπολήγουσαν ἀποτελοῦν γραμμήν. εἰκότως οὐν θοὴν νύκτα λέγεσθαι τὴν ἐπ’ ὀξὺ τέλος τῆς ἐσχάτης σκιᾶς ἀποτερματίζουσαν.