Allegoriae (= Quaestiones Homericae)

Heraclitus

Heraclitus. Heracliti Allegoriae Homericae. Mehler, E., editor. Leiden: Brill, 1851.

Δοκεῖ δέ μοι καὶ Ὀδυσσεὺς οὐδένα ἄλλον ἡ τὸν ἥλιον ἱλάσκεσθαι, δι’ ἧς προςηνέγκατο θυσίας. ἀμέλει

πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο, Ἦμος δ’ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν, Δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός.
πέρας γάρ ἐστι τῆς εὐσεβείας ἡ δύσις, ἕως ἀκούοντα καὶ βλέποντα τὸν θεὸν ἐτίμων· μηκέτι δ’ αυτοῦ τοῖς τελουμένοις παρεῖναι τὸ λοιπὸν δυναμένου, τὸ τῆς ἑορτῆς πέπαυται. Πρός γε μὴν βαθὺν τὸν ὄρθρον ἀναχθέντων, φησὶν ὁ ποιητής·
Τοῖσιν δ’ ἴκμενον οὖρον ἳει ἑκάεργος Ἀπόλλων,
τὸ περὶ τὸν ἥλιον ἐσπουδακὼς ἰδίωμα δηλοῦν. ἄχρι γὰρ οὐδέπω φλογώδης, οὐδ’ ἔμπυρος πρὸς μεσημβρίαν ὁ δρόμος αὐτοῦ νένευκεν, ἡ δροσώδης ἰκμὰς, ὑγρὸν τὸ περιέχον ἀφεῖσα, ἀμυδρὰ καὶ νωθῆ παραπέμπεται τὰ πρὸς ἕω πνεύματα. διὰ τοῦτο το ὄρθριον ὁ ἥλιος αὐτοὺς ἐναυστόλησεν, ἴκμενον ἀποστείλας ἄνεμον, τὸν ἀπὸ τῆς ἰκμάδος πνέοντα. τὴν μὲν οὖν πρώτην ἀλληγορίαν ἐπεδείξαμεν οὐ θυμὸν Ἀπόλλωνος ὀργισαμένου μάτην, ἀλλὰ φυσικῆς θεωρίας φιλοσοφοῦσαν ἔννοιαν.

Ἐφεξῆς δ’ ἡμῖν σκεπτέον ὑπὲρ τῆς ἐφισταμένης Ἀθηνᾶς Ἀχιλλεῖ·

Ἕλκετο δ’ ἐκ κολεοῖο μέγα ξίφος· ἦλθε δ’ Ἀθήνῃ Οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη, Ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε. Στῆ δ’ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα, Οἴῳ φαινομένη· τῶν δ’ ἄλλων οὔτις ὁρᾶτο. Θάμβησεν δ’ Ἀχιλεὺς, μετὰ δ’ ἐτράπετ’, αὐτίκα δ’ ἔγνω Παλλάδ’ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν.

Τὸ μὲν γὰρ πρόχειρον ἐκ τῶν λεγομένων ἔστιν εἰπεῖν, ὅτι μεταξὺ τοῦ σπωμένου σιδήρου, ἡ θεὰ, παντὸς ὀξυτέρα τάχους τὴν οὐράνιον ἐκλιποῦσα διατριβὴν, ἐμποδὼν ἔστη τῇ μιαιφονίᾳ, πάνυ γραφικῷ σχήματι τῆς κόμης ἀπρὶξ ὄπισθεν Ἀχιλλέως λαβομένη. λαμπρά γε μὴν καὶ λίαν φιλόσοφος ὑφεδρεύει τοῖς νοουμένοις κατ’ ἀλληγορίαν ἐπιστήμη. πάλιν οὖν ὁ πρὸς Ὅμηρον ἀχάριστος [ἐν τῇ πολιτείᾳ] Πλάτων ἐλέγχεται διὰ τούτων τῶν· ἐπῶν, τὸ περὶ τῆς ψυχῆς δόγμα νοσφισάμενος ἀπ’ αὐτοῦ· τὴν γὰρ ὅλην ψυχὴν διῄρηκεν εἰς γένη δύο, τό τε λογικὸν καὶ τὸ ἄλογον ὑπ’ αὐτοῦ προσαγορευόμενον.

Τοῦ δ’ ἀλόγου μέρους εἰδικωτέραν ὑφίσταται διαίρεσιν, εἰς δύο μερίζων· καὶ τὸ μὲν ἐπιθυμητικὸν ὀνομάζει, τὸ δ’ ἕτερον θυμοειδές· Καθάπερ δ’ οἴκους τινὰς ἑκάστῳ μερίζει, καὶ διατριβὰς ἐν τῷ σώματι διανέμει· τὸ μὲν οὖν λογικὸν τῆς ψυχῆς, ὡς ἀκρόπολίν τινα, τὴν ἀνωτάτω τῆς κεφαλῆς μοῖραν εἰληχέναι νομίζει, πᾶσι τοῖς αἰσθητηρίοις ἐν κύκλῳ δορυφορούμενον· τοῦ δ’ ἀλόγου μέρους ὁ μὲν θυμὸς οἰκεῖ περὶ τὴν καρδίαν, αἱ δὲ τῶν ἐπιθυμιῶν ὀρέξεις ἐν ἥπατι. Ταῦτα δ’ ἀλληγορικῶς ἐν τῷ Φαίδρῳ προσωμοίωσεν ἵπποις τε καὶ ἡνιόχῳ, διαρρήδην λέγων· ὁ μὲν τοίνυν αὐτοῖν ἐν
τῇ καλλίονι στάσει ὤν, τό τ’ εἶδος ὀρθὸς, καὶ διηρθρωμένος, ὑψαύχην, ἐπίγρυπος, λευκὸς ἰδεῖν, μελανόμματος, τιμῆς ἐραστὴς μετὰ σωφροσύνης τε καὶ αἰδοῦς, καὶ ἀληθινῆς δόξης ἑταῖρος, ἄπληκτος, κελεύσματι μόνον καὶ λόγῳ ἡνιοχεῖται. ταῦτα μὲν περὶ θατέρου μέρους τῆς ψυχῆς. περὶ δὲ τοῦ λοιποῦ φησίν· ὁ δ’ αὖ σκολιὸς, πρλὺς, εἰκῆ συμπεφορημένος, κρατεραύχην, βραχυτράχηλος, σιμοπρόσωπος, μελάγχρως, γλαυκόμματος, ὕφαιμος, ὕβρεως καὶ αλαζονείας ἑταῖρος, περὶ ὦτα λάσιος, [ὑπό]κωφος, μάστιγι μετὰ κέντρων μόγις ὑπείκων. τὸ μέντοι λογικὸν μέρος τῆς ψυχῆς, ὃ ἐν τῇ κεφαλῇ καθίδρυται, τῶν ὅλων πεποίηκεν ἡνίοχον, οὑτωσὶ λέγων· ἐπὶ δὲ τοῦ κυριωτάτου παρ’ ἡμῖν ψυχῆς εἴδους διανοεῖσθαι δεῖ τῇδε, ὡς ἄρα αὐτὸ
δαίμονα θεὸς ἑκάστῳ δέδωκε τοῦτο, ὃ δὴ φαμὲν οἰκεῖν μὲν ἡμῶν ἐν ἄκρῳ τῷ σώματι, πρὸς δὲ τὴν ἐν οὐρανῷ ξυγγένειαν ἀπὸ γῆς ἡμᾶς αἴρειν, ὡς ὄντας φυτὸν οὐκ ἔγγειον, ἀλλ’ οὐράνιον.

Ταῦτα τοίνυν ὥςπερ ἐκ πηγῆς τῶν ὁμηρικῶν ἐπῶν εἰς τοὺς ἰδίους διαλόγους ὁ Πλάτων μετηρδευσεν. Καὶ πρῶτόν γε περὶ τῶν ἀλόγων μερῶν τῆς ψυχῆς σκεπτέον· ὅτι μὲν γὰρ ό θυμὸς εἴληχε τὸν ὑποκάρδιον χῶρον, ὁ Ὀδυσσεὺς τοῦτο ποιήσει σαφὲς ἐν.τῇ κατὰ μνηστήρων ὀργῇ, καθάπερ οἶκόν τινα τῆς μισοπονηρίας θυροκρουστῶν τὴν καρδίαν·

Στῆθος δὲ πλῆξας κραδίην ἠνίπαπε μύθῳ· Τέτλαθι δὴ κραδίῃ· καὶ κύντερον ἄλλο ποτ’ ἔτλης.

Ἀφ’ ἧς γὰρ αἱ θυμικαὶ ῥέουσι πηγαὶ, πρὸς ταύτην

ὁ λόγος ἀποκλίνει· τόν γε μὴν Τιτυὸν ἐρασθέντα τῶν Διὸς γάμων, ἀφ’ οὗ μέρους ἤρξατο νοσεῖν, εἰς τοῦτο ὑφίσταται κολαζόμενον·
Γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον.
Ἀντὶ τίνος, Ὁμηρε;
Δητὼ γὰρ ἥλκησε, Διὸς κυδρὴν παράκοιτιν.

Ὥσπερ γὰρ οἱ νομοθέται τοὺς πατροτύπτας χειροκοποῦσι, τὸ δυσσεβῆσαν αὐτῶν μέρος ἐξαιρέτως ἀποτέμνοντες, οὕτως Ὅμηρος ἐν ἥπατι κολάζει τὸν δι’ ἧπαρ ἀσεβήσαντα. περὶ μὲν δὴ τῶν ἀλόγων τῆς ψυχῆς μερῶν οὑτωσὶ πεφιλοσόφηκεν.

Λοιπὸν οὖν καταλείπεται ζητεῖν, ἐν ᾧ τόπῳ τὸ λογικόν ἵδρυται μέρος. ἔστι τοίνυν ἡ κεφαλὴ καθ’ Ὅμηρον ἐν τῷ σώματι τὴν κυριωτάτην εἰληχυῖα τάξιν. ὅλον οὖν εἴωθεν ὀνομάζειν τὸν ἄνθρωπον, ἐξαιρέτως ἀφ’ ἑνός τοῦ κρατίστου τὰ λοιπὰ δηλῶν,

Τοίην γὰρ κεφαλὴν ἕνεκ’ αὐτῶν γαῖα κατέσχεν, Αἴανθ’.
καὶ σαφέστερον ἔτι ἐπὶ τοῦ Νέστορος ἵππου, κυριώτατον ἀποφαίνεται τοῦτο τὸ μέρος·
ὅθι τε πρῶται τρίχες ἵππων Κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
ταύτην δὲ τὴν δόξαν ἀλληγορικῶς βεβαιῶν, τὰ κατὰ τὴν Ἀθηνᾶν ἡμῖν παραδέδωκεν. ἐπειδὴ γὰρ ὁ Ἀχιλλεὺς, ὑπόπλεως ὀργῆς γενόμενος, ὥρμησεν ἐπὶ τὸν σίδηρον, ἐπισκοτουμένου τοῦ κατὰ τὴν κεφαλὴν λογισμοῦ τοῖς περὶ τὰ στέρνα θυμοῖς, κατ’ ὀλίγον ἐκ τῆς ἀγανακτούσης μέθης ὁ νοῦς ἐπὶ τὸ βέλτιον ἀνένηψεν. ἡ δὲ σὺν φρονήσει μετάνοια δικαίως ἐν τοῖς ποιήμασιν Ἀθηνᾶ
ὀνομάζεται. σχεδὸν γὰρ ἡ θεὸς, οὐκ ἄλλου τινὸς ἠ συνέσεως ἐπώνυμός ἐστιν, ἀθρηνᾶ τις οὖσα, καὶ πάντα τοῖς λεπτοτάτοις ὄμμασι τῶν λογισμῶν διαθροῦσα· διὸ δὴ καὶ παρθένον αὐτὴν ἐτήρησαν· ἄφθορον γὰρ ἀεὶ τὸ φρόνημα, οὐδεμιᾷ κηλῖδι μιανθῆναι δυνάμενον, ἔκ τε τῆς τοῦ Διὸς κεφαλῆς γεγενῆσθαι δοκεῖ· τοῦτον γὰρ ἀπεφηνάμεθα τὸν χῶρον ἰδίως λογισμῶν εἶναι μητέρα.

Καὶ τί δεῖ τὰ πολλὰ μηκύνειν; οὐδὲν, ἤ τελέως φρόνησις αὕτη· τοιγαροῦν ἐπὶ τῶν διαφλεξάντων Ἀχιλλέα θυμῶν, ὥσπερ τι σβεστήριον κακοῦ φάρμακον ἐπέστη

ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα.
παρ’ ὃν μὲν γὰρ ὀργίζεται καιρὸν, ἐν τοῖς στέρνοις ὁ θυμὸς ἕστηκεν· ἕλκων γὰρ τὸ ξίφος,
Στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν.

Ἡνίκα δ’ ἡ ὀργὴ πέπειρα γίνεται, μετειλήφασί τ’ αὐτὸν, οἷα μετανοοῦντα ἤδη, λογισμοὶ, τῆς κεφαλῆς ἀπρὶξ ἡ φρόνησις εἴληπται. Θάμβησεν δ’ Ἀχιλεὺς, τὸ πρὸς πάντα κίνδυνον ἀτρεμὲς αὑτοῦ καὶ ἀκατάπληκτον ὁρῶν, καὶ ἐφοβήθη τὴν ἐκ λογισμῶν μετάνοιαν. ἐπιγνοὺς

δ’ εἰς οἷον κακὸν προκυλισθῆναι ἔμελλεν, ὡς ἡνίοχον εὐλαβήθη τὸν ἐφεστῶτα νοῦν· ὅθεν οὐδὲ παντελῶς ἀπήλλακται τῆς ὀργῆς, ἐπιφέρει γοῦν·
Ἀλλ’ ἤτοι ἔπεσιν μὲν ὀνείδισον, ὡς ἔσεταί περ.
θεὰ μὲν οὖν βοηθοῦσα πάντως ἂν ὁλόκληρον εἰρήνην τοῦ πάθους κατεσκεύασεν. ἐπειδὴ δὲ λογισμὸς ἀνθρώπινος ἦν, τὸ ξίφος ἀνεῖρξεν ἀναγκαίως, καὶ τὸ μὲν ἄχρι τῶν ἔργων τολμηρὸν ἐκκέκοπται· ὑπομένει δ’ ἔτι λείψανα τῆς ὀργῆς. οὐ γὰρ ἀθρόοι ὑφ’ ἕνα καιρὸν οἱ μεγάλοι θυμοὶ τῶν παθῶν ἀποκόπτονται. καὶ τὰ μὲν περὶ Ἀθηνᾶς, ἣν μεσῖτιν ὑπεστήσατο τοῦ πρὸς Ἀγαμέμνονα θυμοῦ, ταύτης τῆς ἀλληγορίας ἀξιούσθω.

Βαρύτατον δ’ ἔγκλημα κατὰ Ὁμήρου, καὶ πάσης

καταδίκης ἄξιον, εἴπερ ἄρα μεμύθευκεν, ὡς ἐν τοῖς ἐφεξῆς ἔστιν, εὗρον, ὅτι τὸν ἁπάντων ἡγεμόνα
ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη. Ἀλλὰ σὺ τόν γ’ ἐλθοῦσα, θεὰ, ὑπελύσαο δεσμῶν, Ὦχ’ ἑκατόγχειρον καλέσασ’ ἐς μακρὸν Ὄλυμπον, Ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες Αἰγαίων’· ὁ γὰρ αὖτε βίῃ οὗ πατρὸς ἀμείνων.

Ἐν τούτοις τοῖς στίχοις ἄξιός ἐστιν Ὅμηρος οὐκ ἐκ μιᾶς τῆς Πλάτωνος ἐλαύνεσθαι πολιτείας, ἀλλ’ ὑπὲρ Ἡρακλέους, φασὶν, ἐσχάτας στήλας, [καὶ τὴν ἄβατον Ὠκεανοῦ θάλασσαν]. Ζεὺς γὰρ ὀλίγον δεσμῶν πεπείραται,

καὶ τὴν ἐπιβουλὴν αὐτῷ συνιστᾶσιν οὐχ οἱ Τιτᾶνες, οὐδὲ τὸ κατὰ Παλλήνην θράσος Γιγάντων, ἀλλ’ Ἥρα, διπλοῦν ὄνομα, φύσεως καὶ συμβιώσεως, ὃ τ’ ἀδελφὸς Ποσειδῶν, ἐξ ἴσου νεμηθεὶς ἅπαντα, καὶ οὐχὶ τοῦ διαμαρτεῖν, ἧς ὤφειλε τιμῆς ἠξιῶσθαι, κατὰ τοῦ πλεονεκτήσαντος ἠγανακτηκώς· τρίτη δ’ Ἀθηνᾶ, διὰ μιᾶς ἐπιβουλῆς εἰς πατέρα καὶ μητέρα δυσσεβοῦσα. νομίζω δ’ ἔγωγε τῆς ἐπιβουλῆς Διὶ τὴν σωτηρίαν ἀπρεπεστέραν· Θέτις γὰρ αὐτὸν ἀπήλλαξε τῶν δεσμῶν, καὶ Βριάρεως. ἀπρεπεῖς δ’ αἱ τοιαῦται ἐλπίδες, ὡς τοιούτων δεηθῆναι συμμάχων.

Ταύτης τοίνυν τῆς ἀσεβείας ἕν ἐστιν ἀντιφάρμακον, ἐὰν ἐπιδείξωμεν ἠλληγορημένον τὸν μῦθον· ἡ γὰρ ἀρχέγονος ἁπάντων καὶ πρεσβυτάτη φύσις ἐν τούτοις τοῖς ἔπεσι θεολογεῖται, καὶ τῶν φυσικῶν κατὰ τὰ στοιχεῖα δογμάτων εἷς ἀρχηγὸς Ὅμηρος, ἑκάστῳ τινὶ τῶν μετ’ αυτὸν, ἧς ἔδοξεν εὑρεῖν, ἐπινοίας γεγονὼς διδάσκαλος. Θάλητα μέν γε τὸν Μιλήσιον ὁμολογοῦσι πρῶτον ὑποστήσασθαι τῶν ὅλων κοσμόγονον στοιχεῖον τὸ ὕδωρ· ἡ γὰρ ὑγρὰ φύσις, εὐμαρῶς εἰς ἕκαστα μεταπλαττομένη, πρὸς τὸ ποικίλον εἴωθε μορφοῦσθαι. Τό

τε γὰρ ἐξατμιζόμενον αὐτῆς ἀεροῦται, καὶ τὸ λεπτότατον ἀπὸ ἀέρος αἰθὴρ ἀνάπτεται, συνιζάνον τε τὸ ὕδωρ καὶ μεταβαλλόμενον εἰς ἰλὺν ἀπογαιοῦται· διὸ δὴ τῆς τετράδος τῶν στοιχείων ὥσπερ αἰτιώτατον ὁ Θάλης ἀπεφήνατο [στοιχεῖον εἶναι] τὸ ὕδωρ. Τίς οὖν ἐγέννησε ταύτην τὴν δόξαν; οὐχ Ὅμηρος, εἰπών·
Ὠκεανὸς, ὅσπερ γένεσις πάντεσσι τέτυκται;
φερωνύμως μὲν ὠκεανὸν εἰπὼν τὴν ὑγρὰν φύσιν, παρὰ τὸ ὠκέως νάειν, τοῦτον δ’ ὑποστησάμενος ἁπάντων γενεάρχην ἀλλ’ ὁ Κλαζομένιος. Ἀναξαγόρας, κατὰ διαδοχὴν γνώριμος ὧν Θάλητος, συνέζευξε τῷ ὕδατι δεύτερον στοιχεῖον τὴν γῆν, ἵνα ξηρῷ μιχθὲν ὑγρὸν ἐξ ἀντιπάλου φύσεως εἰς μίαν ὁμόνοιαν ἀνακραθῇ. καὶ ταύτην δὲ τὴν ἀπόφασιν πρῶτος Ὅμηρος ἐγεώργησεν, Ἀναξαγόρᾳ σπέρματα τῆς ἐπινοίας χαρισάμενος, ἐν οἷς φησί·
Ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε.
πᾶν γὰρ τὸ φυόμενον ἔκ τινων εἰς ταὐτὰ ἀναλύεται διαφθειρόμενον, ὡσπερεὶ τῆς φύσεως, ἃ δεδάνεικεν ἐν ἀρχῇ χρέα, κομιζομένης ἐπὶ τέλει. διὸ δὴ τοῖς Κλαζομενίοις δόγμασιν ἑπόμενος Εὐριπίδης φησὶ·
Χωρεῖ δ’ ὀπίσω τὰ μὲν ἐκ γαίας· φύντ’ εἰς γαῖαν, τὰ δ’ ἀπ’ αἰθερίου βλαστόντα γονῆς εἰς αἰθέρα.
Καταρώμενος οὖν ὁ ποιητὴς τοῖς Ἕλλησι, μίαν εὗρεν ἀρχὴν φιλόσοφον, εἰ πάλιν ὕδωρ καὶ γῆ γένοιντο, διαλυθέντες εἰς ταὐτὰ, ἀφ’ ὧν ἐπήχθησαν, ὅτε ἐγεννῶντο. ἐσχάτη τοίνυν ὑπὸ τῶν μεγίστων. φιλοσόφων ἡ τελεία τετρὰς ἐν τοῖς στοιχείοις συνεπληρώθη· δύο μὲν γὰρ
ὑλικά φασιν εἶναι, γῆν τε καὶ ὕδωρ, δύο δὲ πνευματικὰ, αἰθέρα τε καὶ ἀέρα, τούτων δὲ τὰς φύσεις, ἀλλήλαις ἐναντία φρονούσας, ὅταν εἰς τὸ αὐτὸ κραθῶσιν, ὁμονοεῖν.

Ἆρ’ οὖν, εἴ τις θέλει τἀληθὲς ἐξετάζειν, οὐχὶ καὶ ταῦτα τὰ στοιχεῖα παρ’ Ὁμήρῳ φιλοσοφεῖται; καὶ περὶ μὲν τῶν Ἥρας δεσμῶν, ἐν οἷς ἡ τάξις ἠλληγόρηται τῶν τεττάρων στοιχείων, εὐκαιρότερον αὖθις ἐροῦμεν· νῦν δ’ ἀποχρῶσιν οἱ κατὰ τὴν τρίτην ῥαψῳδίαν ὅρκοι τὸ λεγόμενον ὑφ’ ἡμῶν βεβαιῶσαι·

Ζεῦ κύδιστε, μέγιστε, κελαινεφὲς, αἰθέρι ναίων, Ἠέλιός θ’ ὃς πάντ’ ἐφορᾷς, καὶ πάντ’ ἐπακούεις, Καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας Ἀνθρώπους τίνυσθον, ὅ τίς κ’ ἐπίορκον ὀμόσσῃ.
πρῶτον ἐπικαλεῖται τὸν ὀξύτατον αἰθέρα, τὴν ἀνωτάτω τάξιν εἰληχότα. πυρὸς δ’ εἰλικρινοῦς φύσις, ἅτ’ οἶμαι κουφοτάτη, τὸν ὑψηλότατον ἀποκεκλήρωται χῶρον· εἴη δ’ ἂν, οἶμαι, τοῦτο Ζεὺς ἐπώνυμος, ἤτοι τὸ ζῆν παρεχόμενος ἀνθρώποις, ἢ παρὰ τὴν ἔμπυρον ζέσιν οὕτως ὠνομασμένος. ἀμέλει δὲ καὶ ὁ Εὐριπίδης τὸν ὑπερτεταμένον αἰθέρα φησίν·
Ὁρᾷς τὸν ὑψοῦ τόνδ’ ἄπειρον αἰθέρα Καὶ γῆν πέριξ ἔχονθ’ ὑγραῖς ἐν ἀγκάλαις; Τοῦτον νόμιζε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν.
Ὁ μὲν οὖν πρῶτος αἰθὴρ καλεῖται μεσίτης τῶν ὁρκίων.
ποταμοὶ δὲ καὶ γῆ, τὰ ὑλικὰ στοιχεῖα, μετὰ τὴν πρώτην φύσιν αἰθέρος. τὸν δ’ ὑπένερθεν ἀέρα ἀλληγορικῶς ἀίδην προσαγορεύει. μέλαν γὰρ τουτὶ τὸ στοιχεῖον, ὡς ἂν, οἶμαι, παχυτέρας καὶ διύγρου λαχὸν μοίρας. δίχα γοῦν τῶν καταφωτίζειν δυναμένων ἀλαμπής ἐστιν. ὅθεν εὐλόγως αὐτὸν ἀίδην προσηγόρευσε. τί οὖν τὸ πέμπτον, ὁ ἥλιος; ἵνα τι καὶ περιπατητικοῖς φιλοσόφοις χαρίσηται Ὅμηρος, ἐπεκαλέσατο καὶ τοῦτον· ἀξιοῦσι γὰρ ἑτέραν τοῦ πυρὸς εἶναι ταύτην τὴν φύσιν, ἣν κυκλοφορητικὴν ὀνομάζουσιν, πέμπτον εἶναι τοῦτο στοιχεῖον ὁμολογοῦντες. ὁ μὲν γὰρ αἰθὴρ διὰ τὴν κουφότητα πρὸς τοὺς ἀνωτάτω χωρεῖ τόπους· ἥλιος δὲ καὶ σελήνη καὶ τῶν ὁμοδρόμων αὐτοῖς ἕκαστον ἄστρων, τὴν ἐν κύκλῳ φορὰν δινούμενα διατελεῖ, τῆς πυρώδους οὐσίας ἄλλην τινὰ δύναμιν ἔχοντα. διὰ τούτων ἁπάντων ὑπεσήμηνεν ἡμῖν τὰ πρωτοπαγῆ στοιχεῖα τῆς φύσεως.

Καὶ περὶ αὐτοῦ μηδεὶς λεγέτω, πῶς μὲν ὁ αἰθὴρ προσαγορεύεται Ζεὺς, ἀίδην δ’ ὀνομάζει τὸν ἀέρα, καὶ συμβολικοῖς ὀνόμασι τὴν φιλοσοφίαν ἀμαυροῖ· παράδοξον γὰρ οὐδὲν, εἰ ποιητής τε ὢν ἀλληγορεῖ, καὶ τῶν προηγουμένως φιλοσοφούντων τούτῳ τῷ τρόπῳ χρωμένων·

ὁ γοῦν σκοτεινὸς Ἡράκλειτος ἀσαφῆ καὶ διὰ συμβόλων εἰκάζεσθαι δυνάμενα θεολογεῖ τὰ φυσικὰ, δι’ ὧν φησί· ἄνθρωποι θεοὶ θνητοί· θεοί τ’ ἄνθρωποι ἀθάνατοι, ζῶντες τὸν ἐκείνων θίενατον, Θνήσκοντες τὴν ἐκείνων ζωήν· καὶ πάλιν· ποταμοῖς τοῖς αὐτοῖς ἐμβαίνομέν τε καὶ οὐκ ἐμβαίνομεν, εἶμέν τε καὶ οὐκ εἶμεν. ὅλον τε τὸ περὶ φύσεως αἰνιγματωδῶς ἀλληγορεῖ. Τί δ’ ὁ Ἀκραγαντῖνος Ἐμπεδοκλῆς; οὐχὶ τὰ τέτταρα στοιχεῖα βουλόμενος ἡμῖν ὑποσημῆναι, τὴν ὁμηρικὴν ἀλληγορίαν μεμίμηται;
Ζεὺς ἀργὴς, Ἥρῃ τε φερέσβιος, ἠδ’ Αιδωνεὺς, Νῆστίς θ’, ἢ δακρύοις τέγγει κρούνωμα βρότειον·

Ζῆνα μὲν εἶπε τὸν αἰθέρα, γῆν δὲ τὴν Ἥραν, Ἀιδωνέα δὲ τὸν ἀέρα, τὸ δὲ δακρύοις τεγγόμενον κρούνωμα βρότειον τὸ ὕδωρ. οὐ δὴ παράδοξον, εἰ τῶν προηγουμένως ὁμολογούντων φιλοσοφεῖν ἀλληγορικοῖς ὀνόμασι χρησαμένων, ὁ ποιητικὴν ἐπαγγελλόμενος ἐξίσου [τοῖς φιλοσόφοις] ἠλληγόρησε.

Λοιπὸν οὖν σκοπῶμεν, εἰ ἡ κατὰ Διὸς ἐπιβουλὴ τῶν στοιχείων ἐστὶν ἀπαρίθμησις, καὶ φυσικωτέρας ἅπτεται θεωρίας. φασὶ τοίνυν οἱ δοκιμώτατοι φιλόσοφοι ταῦτα περὶ τῆς διαμονῆς τῶν ὅλων· ἕως μὲν ἂν ἀφιλόνεικος ἁρμονία τὰ τέτταρα στοιχεῖα διακρατῇ,

μηδενὸς ἐξαιρέτως ὑπερδυναστεύοντος, ἀλλ’ ἑκάστου [κατ’ ἐμμέλειαν], ἣν εἴληχε τάξιν οἰκονομοῦντος, ἀκινήτως ἕκαστα μενεῖν. εἰ δ’ ἐπικρατήσειε ἕν τι τῶν ἄλλῶν, καὶ τυραννῆσαν εἰς πλείω φορὰν παρέλθοι, τὰ λοιπὰ συγχυθέντα τῇ τοῦ κρατοῦντος ἰσχύι μετ’ ἀνάγκης ὑπείξειν. πυρὸς μὲν οὖν αἰφνιδίως ἐκζέσαντος, ἁπάντων ἔσεσθαι κοινὴν ἐκπύρωσιν. εἰ δ’ ἀθροῦν ὕδωρ ἐκραγείη, κατακλυσμῷ τὸν κόσμον ἀπολεῖσθαι. διὰ τούτων τοίνυν τῶν ἐπῶν μέλλουσάν τινα ταραχὴν ἐν τοῖς ὅλοις Ὅμηρος ὑποσημαίνει· Ζεὺς γὰρ, ἡ δυνατωτάτη φύσις, ὑπὸ τῶν ἄλλων ἐπιβουλεύεται στοιχείων, Ἥρας μὲν, τοῦ ἀέρος, Ποσειδῶνος δὲ, τῆς ὑγρᾶς φύσεως, Ἀθηνᾶς δὲ, τῆς γῆς· ἐπεὶ δημιουργός ἐστιν ἁπάντων, καὶ θεός ἐργάνῃ. ταῦτα δὴ τὰ
στοιχεῖα πρῶτον μὲν σνγγενῆ διὰ τὴν ἐν ἀλλήλοις ἀνάκρασιν· εἶτα, συγχύσεως παρὰ μικρὸν αὐτῶν γενομένης, εὑρέθη βοηθὸς ἡ πρόνοια. Θέτιν δ’ αὐτὴν εὐλόγως ὠνόμασεν, αὓτη γὰρ ὑπεστησατο τῶν ὅλων εὔκαιρον διάθεσιν, ἐν τοῖς ἰδίοις νόμοις ἱδρύσασα τὰ στοιχεῖα. σύμμαχος δ’ αὐτῇ γέγονεν ἡ βριαρὰ καὶ πολύχειρ δύναμις· τὰ γὰρ τηλικαῦτα τῶν πραγμάτων νοσήσαντα, πῶς ἂν ἄλλως δύναιτο, πλὴν μετὰ μεγάλης βίας ἀναρρωσθῆναι; καὶ τὸ μὲν ἄφυκτον ἔγκλημα περὶ τῶν Διὸς ἀσεβῶν δεσμῶν οὕτω φυσικῆς ἀλληγορίας ἔχει θεωρίαν.

Ἐγκαλοῦσι δ’ Ὁμήρῳ καὶ περὶ τῆς Ἡφαίστου ῥίψεως· τὸ μὲν πρῶτον, ὅτι χωλὸν αὐτὸν ὑφίσταται,

τὴν θείαν ἀκρωτηριάζων φύσιν· εἶθ’, ὅτι καὶ παρὰ μικρὸν ἧκε κινδύνου. φησὶ γάρ,
Πᾶν δ’ ἦμαρ φερόμην, ἅμα δ’ ἠελίῳ καταδύντι Κάππεσον ἐν Αήμνῳ. ὀλίγος δ’ ἔτι θυμὸς ἐνῆεν.
Καὶ τούτοις δ’ ὑποκρύπτεταί τις Ὁμήρῳ φιλόσοφος νοῦς· οὐ γὰρ πλάσμασι ποιητικοῖς τοὺς ἀκούοντας τέρπων αὐτίκα χωλὸν ἡμῖν παραδέδωκεν Ἥφαιστον, τὸν ἐξ Ἥρας καὶ Διὸς μυθούμενον παῖδα· τοῦτο γὰρ ἀπρεπὲς ὄντως ἱστορεῖν περὶ θεοῦ. ἀλλ’ ἐπεὶ ἡ τοῦ πυρὸς οὐσία διπλῆ, καὶ τὸ μὲν αἰθέριον (ὡς ἔναγχος εἰρήκαμεν) ἐπὶ τῆς ἀνωτάτω τοῦ παντὸς αἰώρας οὐδὲν ὑστεροῦν ἔχει πρὸς τελειότητα, τοῦ δὲ παρ’ ἡμῖν πυρὸς ἡ ὕλη, πρόσγειος οὖσα, φθαρτὴ, καὶ διὰ τῆς ὑποτρεφούσης παρ’ ἕκαστα ζωπυρουμένη, διὰ τοῦτο
τὴν μὲν ὀξντάτην φλόγα συνεχῶς ἥλιόν τε καὶ Δία προσαγορεύει, τὸ δ’ ἐπὶ γῆς πῦρ Ἥφαιστον, ἑτοίμως ἁπτόμενόν τε καὶ σβεννύμενον. ὅθεν εἰκότως, κατὰ σύγκρισιν ἐκείνου τοῦ ὁλοκλήρου, τοῦτο νενόμισται χωλὸν εἶναι τὸ πῦρ. ἄλλως τε καὶ πᾶσα ποδῶν πήρωσις ἀεὶ τοῦ διαστηρίζοντος ἐπιδεῖται βάκτρου· τὸ δὲ παρ’ ἡμῖν πῦρ, ἄνευ τῆς τῶν ξύλων ἐπιθέσεως οὐ δυνηθὲν ἂν ἐπιπλέον παραμεῖναι, συμβολικῶς χωλὸν εἴρηται. τὸν γοῦν Ἥφαιστον οὐκ ἀλληγορικῶς ἐν ἑτέροις, ἀλλὰ διαρρήδην πῦρ φησὶν Ὅμηρος εἶναι·
Σπλάγχνα δ’ ἂρ ἐμπείραντες ὑπείρεχον Ἡφαίστοιο.

Μεταληπτικῶς ὑπὸ τοῦ Ἡφαίστου τὰ σπλάγχνα φησὶν ὀπτᾶσθαι. Καὶ μὴν ἀπ’ οὐρανοῦ ῥιπτόμενον αὐτὸν ὑφίσταται φυσικῶς. Κατὰ γὰρ ἀρχὰς οὐδέπω τῆς τοῦ πυρὸς χρήσεως ἐπιπολαζούσης, ἅνθρωποι χρονικῶς χαλκοῖς τισιν ὀργάνοις κατεσκευασμένοις ἐφειλκύσαντο τοὺς ἀπὸ τῶν μετεώρων φερομένους σπινθῆρας, κατὰ

τὰς μεσημβρίας ἐναντία τῷ ἡλίῳ [τὰ ὄργανα] τιθέντες· ὅθεν οἶμαι δοκεῖ καὶ Προμηθεὺς ἀπ’ οὐρανοῦ διακλέψαι τό πῦρ. ἐπειδήπερ [τέχνης] προμηθεια τῶν ἀνθρώπων ἐπενόησε τὴν ἐκεῖθεν ἀπόρροιαν αὐτοῦ. Λῆμνον δὲ πρῶτον οὐκ ἀλόγως ἐμύθευσε τὴν ὑποδεξαμένην τὸ θεόβλητον πῦρ· ἐνταῦθα γὰρ ἀνίενται [ἐγ]γηγενοῦς πυρὸς αὐτόματοι φλόγες. δηλοῖ δὲ σαφῶς, ὅτι τοῦτο θνητόν ἐστι τὸ πῦρ, ἐξ ὧν ἐπήνεγκεν·
ὀλίγος δ’ ἔτι θυμὸς ἐνῆεν.
ἀπόλλυται γὰρ εὐθέως μαρανθὲν, εἰ μὴ λάβοιτο τῆς διαφυλάττειν αὐτὸ δυναμένης προνοίας.

Καὶ ταῦτα μὲν περὶ Ἡφαίστου φιλοσοφητέον. ἐῶ γὰρ ἐπὶ τοῦ παρόντος, ὡς τερατείαν τινὰ, τὴν Κράτητος φιλοσοφίαν, ὅτι Ζεὺς, ἀναμέτρησιν τοῦ παντὸς ἐσπουδακὼς γενέσθαι, δύο πυρσοῖς ἰσοδρομοῦσιν, Ἡφαίστῳ τε καὶ ἡλίῳ, διετεκμήρατο τοῦ κόσμου τὰ διαστήματα· τὸν μὲν ἄνωθεν ἀπὸ τοῦ βηλοῦ καλουμένου ῥίψας, τὸν δ’ ἀπ’ ἀνατολῆς εἰς δύσιν ἀφεὶς φέρεσθαι. διὰ

τοῦτ’ ἀμφότεροι καὶ συνεχρόνισαν. ἅμα γὰρ ἠελίῳ καταδύντι κάππεσεν Ἥφαιστος ἐν Λήμνῳ· τοῦτο τοίνυν, εἲτε κοσμική τις ἀναμέτρησις, εἴθ’, ὅτι μᾶλλον ἀληθὲς, ἔστιν ἀλληγορικὴ τοῦ καθ’ ἡμᾶς πυρὸς ἀνθρώποις] παράδοσις, οὐδὲν ἀσεβὲς περὶ Ἡφαίστου παρ’ Ὁμήρῳ λέλεκται.

Καὶ μὴν ἐπὶ τῆς δευτέρας ῥαψῳδίας, ἀνακομιζομένων τῶν Ἑλλήνων, Ὀδυσσεῖ διαποροῦντι παρέστηκεν οὐκ ἄλλη τις, ἀλλ’ ἡ θεία φρόνησις, ἣν Ἀθηνᾶν ὀνομάζει. Καὶ τὴν ἀποστελλομένην Ἶριν ἄγγελον τοῦ Διὸς, τὸν εἴροντα λόγον ὑφίσταται, ὥσπερ Ἑρμῆν τὸν ἑρμηνεύοντα· δύο γὰρ ἄγγελοι θεῶν, οὐδενὸς ἄλλου πλὴν ἐπώνυμοι τῆς κατὰ τὸν λόγον ἑρμηνείας. Ἀλλ’ ἀπρεπῶς Ἀφροδίτη μαστροπεύει πρὸς Ἀλέξανδρον

Ἑλένην. ἀγνοοῦσι γὰρ, ὅτι νῦν λέγει τὴν ἐν τοῖς ἐρωτικοῖς πάθεσιν ἀφροσύνην, ἢ μεσῖτίς ἐστι καὶ διάκονος ἀεὶ μειρακιώδους ἐπιθυμίας· αὕτη καὶ τόπον εὗρεν ἐπιτήδειον, ὅπου τὸν Ἑλένης δίφρον ἀφιδρύσει, καὶ ποικίλοις μαγγάνοις ἑκατέρων κινεῖ τὸν πόθον, Ἀλεξάνδρου μὲν ἐρωτικῶς ἔτι διακειμένου, τῆς δ’ Ἑλένης μετανοεῖν ἀρχομένης. διὸ δη κατ’ ἀρχὰς ἀντειποῦσα, τοὔσχατον ὑπείκει, μεταξὺ δυοῖν φερομένη παθῶν, ἔρωτός τε τοῦ πρὸς Ἀλέξανδρον, καὶ αἰδοῦς τῆς πρὸς Μενέλαον.

Ἣ γε μὴν εὐωχουμένοις τοῖς θεοῖς ὑποδιακόνουμένη κατ’ ἀρχὰς Ἣβη, τίς ἂν εἴη, πλὴν ἡ διηνεκῶς ἓν ταῖς ἁβροσύναις νεότης; οὐδὲ γὰρ ἐν οὐρανῷ γῆρας, οὐδ’ ὕπεστί τι τῆς θείας φύσεως ἔσχατον βίου νόσημα. πασης δ’ ἐξαιρέτως θυμηδίας, ὡσπερεὶ συνεκτικὸν ὄργανόν ἐστιν ἡ τῶν συνεληλυθότων ἐπὶ τὴν ἅβροσύνην

ἀκμή Περὶ γε τῆς Ἔριδος οὐδ’ ὑπεσταλμένως ἠλληγόρησεν, οὐδ’ ὥστε δεῖσθαι λεπτῆς τινος εἰκασίας· ἀλλ’ ἐκ τοῦ φανεροῦ τὰ κατ’ αὐτὴν πεπόμπευκεν·
Ἥτ’ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα Οὐρανῷ ἐστήριξε κάρη, καὶ ἐπὶ χθονὶ βαίνει.
διὰ γὰρ τούτων τῶν ἐπῶν οὐ θεά τις οὕτω παντάπασιν τερατώδης ὑφ’ Ὁμήρου μεμόρφωται, τὰς προς ἑκάτερον μεταβολὰς τοῦ σώματος ἀπίστους ἔχουσα, καὶ ποτὲ μὲν ἐπὶ γῆς ἐρριμμένη ταπεινὴ, ποτὲ δ’ εἰς ἄπειρον αἰθέρος ἐκτειναμένη μέγεθος· ἀλλ’, ὃ συμβέβηκεν ἀεὶ τοῖς φιλονεικοῦσι πάθος, ἐκ ταύτης τῆς ἀλληγορίας διετύπωσεν. ἀρξαμένη γὰρ ἀπὸ λιτῆς αἰτίας ἡ ἔρις, ἐπειδὰν ὑποκινηθῇ, πρὸς μέγα δή τι κακὸν διογκοῦται.

Καὶ ταυτὶ μὲν ἴσως μετριώτερα. πολλὴ δὲ κατ’ Ὁμήρου τραγῳδία σκηνοβατεῖται παρὰ τοῖς ἀγνωμόνως αὐτὸν ἐθέλουσι συκοφαντεῖν, ὅτι παρεισάγει κατὰ τὴν πέμπτην ῥαψῳδίαν τιτρωσκομένους θεοὺς, Ἀφροδίτην τὸ πρῶτον ὑπὸ Διομήδους, εἶτ’ Ἄρην. προστιθέασι δὲ τούτοις, ὅσα κατὰ παρηγορίαν ἡ Διώνη περὶ τῶν ἔτι πρότερον ἠτυχηκότων ἀπαγγέλλει θεῶν. ἐν μέρει δ’ ὑπὲρ ἑκάστου τὸν λόγον ἀποδώσομεν ἡμεῖς, οὐδεμιᾶς ἐκτὸς ὄντα φιλοσοφίας Διομήδης γὰρ, Ἀθηνᾶν ἔχων σύμμαχον, τουτέστι τὴν φρόνησιν, ἔτρωσεν Ἀφροδίτην τὴν ἀφροσύνην· οὐ μὰ Δία, οὐ θεάν τινα, τὴν δὲ τῶν μαχομένων βαρβάρων ἀλογιστίαν. αὐτὸς μὲν γὰρ, ἅτε διὰ πάσης ἐληλυθὼς πολεμικῆς μαθήσεως καὶ τοῦτο μὲν ἐν Θήβαις, τοῦτο δ’ ἐν Ἰλίῳ δεκαετῆ χρόνον ἐμφρόνως τοῦ μάχεσθαι προϊστάμενος, ἐξ εὐμαροῦς διώκει τοὺς

βαρβάρους· οἱ δ’, ἀναίσθητοι καὶ λογισμῶν ὀλίγα κοινωνοῦντες, ὑπ’ αὐτοῦ διώκονται, καθάπερ
Ὄιες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ.
πολλῶν οὖν φονευομένων, ἀλληγορικῶς Ὅμηρος τὴν βαρβαρικὴν ἀφροσύνην ὑπὸ Διομήδους τετρῶσθαι παρεισήγαγεν.