On Poems

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion cum commentariis veteribus. Consbruch, Maxmilian, editor. Leipzig: Teubner. 1906

Τῶν δὲ ἐξ ὁμοίων τὰ μέν ἐστιν ἀπεριόριστα, τὰ δὲ κατὰ περιορισμοὺς ἀνίσους.

Ἀπεριόριστα μέν, ὁπόσα ὑπὸ τοῦ αὐτοῦ ποδὸς ἢ τῆς αὐτῆς συζυγίας καταμετρούμενα ἢ περιόδου περιγραφὴν

οὐδεμίαν ἔχει μεταξύ, ἀλλὰ μέχρι τῆς τελευταίας ὅμοιά ἐστι.

Κατὰ περιορισμοὺς δὲ ἀνίσους ἐστίν, ὁπόσα ἐξ ὁμοίων συνεστῶτα ἔχει κατάληξιν ἢ βραχυκαταληξίαν μεταξύ, οὐ μέντοι ἴσοις μεγέθεσι ταύτην ἐπιζευγνυμένην ἀεί, οἷα μάλιστα φιλεῖ γίνεσθαι ἐν ταῖς παρόδοις τῶν χορῶν· ἐκεῖ γὰρ μετὰ δέκα ἀναπαιστικά, λόγου χάριν, καὶ κατάληξιν ἐπάγουσιν εὐθὺς ὅμοια μὲν καὶ ἀναπαιστικά, οὐ μέντοι τῶν ἴσων

Ἔστι δέ τινα ἐν τοῖς ποιήμασι καὶ τὰ καλούμενα ἐφύμνια, ἅπερ ταύτης τῆς προσηγορίας τετύχηκεν, ἐπειδὴ καὶ ἐφύμνιόν τι εἰώθασιν ἐπάγειν οἱ ποιηταὶ ταῖς στροφαῖς, οἷά ἐστι καὶ τὰ τοιαῦτα

Ἴήϊε παιάν.
καὶ
ὦ διθύραμβε.
Ὅταν δὲ τὸ ἐφύμνιον μὴ μετὰ στροφὴν ἀλλὰ μετὰ στίχον κέηται περιλαμβανόμενον ἄλλῳ στίχῳ, μεσύμνιον καλεῖται τὸ ποίημα, οἷόν ἐστι τὸ παρὰ Σαπφοῖ (91)
ἴψοι δὴ τὸ μέλαθρον ἀείρετε τέκτονες ἄνδρες, Ὑμήναον, γαμβρὸς ἔρχεται ἶσος Ἄρευι.