On Poems

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion cum commentariis veteribus. Consbruch, Maxmilian, editor. Leipzig: Teubner. 1906

Δεδειγμένου δὲ ἡμῖν τίνα ἐστὶ τὰ ἀπολελυμένα, φαμὲν εἴδη τούτων εἶναι τά τε ἄστροφα καὶ τὰ ἀνομοιόστροφα καὶ ἄτμητα.

Ἄστροφα μὲν οὖν ἐστι τὰ τηλικούτου μεγέθους ὄντα ἐπʼ ἐλάχιστον, ὡς μηδὲ στροφῆς ὅλης εἶναι αὐτὰ ὑπονοητικά.

Ἀνομοιόστροφα δέ ἐστιν, ὅσα πάντως διαιρεῖται ἢ κατὰ πρόσωπον ἀμοιβαῖον ἢ χοροῦ πρὸς ὑποκριτὴν ἀπόκρισιν ἢ κατὰ ἐφύμνιον ἢ κατὰ ἐπῳδὸν ἢ κατʼ ἄλλο τι ἀναφώνημα. διαιρεῖται δὲ ἤτοι εἰς δύο ἢ εἰς πλείω· ἐὰν μὲν οὖν εἰς δύο διαιρεθῇ, καλεῖται ἑτερόστροφον, ἐὰν δὲ εἰς πλείονα, ἀλλοιόστροφον.

Ἄτμητα δέ ἐστι τὰ τηλικαῦτα, ὥστε δύνασθαι μὲν τέμνεσθαι, μὴ μέντοι τι τεκμήριον ὑπάρχειν τοῦ τὸν ποιητὴν αὐτὰ τετμηκέναι, μήτε βραχυκαταληξίαν μήτε τι ἕτερον τῶν διοριζόντων τὰ ποιήματα, οἷον ἐφύμνιον ἢ ἀναφώνημα.