Enchridion de Metris

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.

(1) Συνεκφώνησίς ἐστιν, ὁπόταν δύο συλλαβαὶ σύμφωνον μὴ ἔχουσαι μεταξὺ ἀλλήλων ἀντὶ μιᾶς παραληφθῶσι.

(2) Τρόποι δέ εἰσι τῆς συνεκφωνήσεως οἵδε· ἢ γὰρ δύο μακραὶ εἰς μίαν μακρὰν παραλαμβάνονται οἷον

ἢ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας (Ε 349)
καὶ
βουκόλ’ ἐπεὶ οὔτε κακῷ (υ 227)·
ἢ βραχεία καὶ μακρὰ εἰς μίαν μακρὰν
πλέων ἐπὶ οἴνοπα πόντον (α 183)
ἢ δύο βραχεῖαι εἰς μίαν μακρὰν (ι 283)
νέα μέν μοι κατέαξε Ποσειδάων [ἐνὶ πόντῳ]·
〈ἡ μακρὰ καὶ βραχεῖα εἰς μίαν μακρὰν (Β 544)
θώρηκας ῥήξειν δηίων ἀμφὶ στήθεσσιν·〉

(3) ἢ δύο βραχεῖαι εἰς μίαν βραχεῖαν, ὅπερ ἐν τοῖς ἄλλοις εὑρίσκεται μέτροις, ὡς παρὰ Σωτάδῃ ἐν τῇ Ἰλιάδι

σείων μελίην Πηλιάδα δεξιὸν κατ’ ὦμον,
ἐν δὲ τοῖς ἔπεσι σπανίως· ὥστε Κριτίας ἐν τῇ εἰς Ἀλκιβιάδην ἐλεγείᾳ οὐκ ᾤετο ἐγχωρεῖν τοῦ Ἀλκιβιάδου τὸ ὄνομα· φησὶ γὰρ (3)
καὶ νῦν Κλεινίου υἱὸν Ἀθηναῖον στεφανώσω Ἀλκιβιάδην νέοισιν ὑμνήσας τρόποις· οὐ γάρ πως ἦν τοὔνομ’ ἐφαρμόζειν ἐλεγείῳ· νῦν δ’ ἐν ἰαμβείῳ κείσεται οὐκ ἀμέτρως.
Ἔστι μέντοι καὶ ἐν ἔπει, ὡς παρὰ Κορίννῃ ἐν τῷ πέμπτῳ (9)
ἢ διανεκῶς εὕδης; οὐ μὰν πάρος ἦσθα Κόριννα,
καὶ παρὰ Πραξίλλῃ ἐν διθυράμβοις ἐν ᾠδῇ ἐπιγραφομένῃ Ἀχιλεὺς (1) ἀλλὰ τεὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.

(4) Τὰ μὲν γὰρ τοιαῦτα

ὦκα ἑκατόγχειρον καλέσασ’ (Α 402)
καὶ
θῖνα ἐφ’ ἁλὸς πολιῆς (Α 350. Ν 682. Ξ 31.)
οὐ μᾶλλον συνεκφώνησιν ἔχει ἢ συναλοιφήν.

(5) Ἔστι δὲ ὅπου καὶ βραχεῖα καὶ κοινὴ ἀντὶ βραχείας παραλαμβάνονται ὡς ἐν τῷ

δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι (Γ 152)
καὶ
χρυσέῳ ἀνὰ σκήπτρῳ
(Α 15. 374).