Enchridion de Metris

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.

(6) ὅμως μέντοι καὶ ἐν ἔπεσιν εὑρίσκεται, ὡς παρὰ Θεοκρίτῳ (11, 18).

ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα,
καὶ παρ’ Ὁμήρῳ (Ν 275)
οἶδ’ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι;
καὶ παρ’ Ἀνακρέοντι ἐν ἐλεγείαις (95)
οὐδέ τί τοι πρὸς θυμόν, ὅμως γε μὲν ὡς ἀδοιάστως·
ἐπὶ μὲν γὰρ τῶν τοιούτων (Π 235)
σοὶ ναίουσ’ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι
καὶ (κ 243)
ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν
ἴσως διὰ τὸ φαντασίαν τινὰ παρέχειν τοῦ ἀπηρτίσθαι τὴν λέξιν ἐν τῷ χαμαι, ὡς μία ἡ χαμαὶ ἀκούεται. ― Τῇ μέντοι γε υι διφθόγγῳ ἐὰν παρακολουθήσῃ τὸ τοιοῦτον, τελείως τραχὺς ὁ στίχος γίνεται οἷον
Ἕκτορ υἱὲ Πριάμοιο (Η 47, Λ 200, Ο 244).

(7) Δεύτερος δέ ἐστι τρόπος, ὅταν βραχεῖ ἢ βρα νομένῳ φωνήεντι ἐπιφέρηται ἐν τῇ ἑξῆς συλλαβῇ σύμφωνα δύο, ὧν τὸ μὲν πρῶτον ἄφωνόν ἐστι, τὸ δὲ δεύτερον ὑγρόν, οἷον ὅ‐πλον, ἄ‐κρον,

Πάτροκλέ μοι δειλῇ (Τ 287).
ὅταν δὲ τὸ προηγούμενον ἡμίφωνον ᾖ, οὐκέτι κοινή ἐστιν ἡ προκειμένη, ἀλλὰ τελείως μακρά. ― Προτάσσεται δὲ ἡμίφωνον ὑγροῦ τὸ μὲν ͞͞μ τοῦ ͞ν οἷον ἀμνός, τὸ δὲ ͞σ τοῦ ͞μ οἷον ἑσμὸς, καὶ τὸ ͞σ ὅ τοῦ ͞λ κατὰ πάθος ὡς ἐν τῷ μάσλης καὶ σπανίως τοῦ ͞ν ὡς ἐν τῷ Πάσνης
καὶ Μάσνης, ἃ δὴ ὀνόματα παρὰ Ξάνθῳ εἰσὶν ἐν τοῖς Λυδιακοῖς. ―

(8) Ἤδη μέντοι ἡ διὰ τοῦ μ͞ν σύνταξις ἐποίησέ που καὶ βραχεῖαν, ὡς παρὰ Κρατίνῳ ἐν Πανόπταις (154)

ἀλλοτριογνώμοις ἐπιλήσμοσι μνημονικοῖσι
καὶ παρ’ Ἐπιχάρμῳ ἐν Μεγαρίδι (91)
εὔυμνος καὶ μουσικὰν ἔχουσα πᾶσαν φιλόλυρος
†ἠχὴ καὶ παρὰ Καλλιμάχῳ (27)
τὼς μὲν ὁ Μνησάρχειος ἔφη ξένος.
Ἐὰν μέντοι ἐν τῇ προτέρα συλλαβῇ τελικὸν ᾖ τὸ ἄφωνον, τῆς δὲ δευτέρας ἀρκτικὸν τὸ ὑγρόν, οὐκέτι γίνεται κοινὴ συλλαβή, ἀλλὰ ἄντικρυς μακρά, ὡς παρὰ Ἀλκαίῳ (95)
ἔκ μ’ ἐλάσας ἀλγέων. [ἐκ ῥ’ ἀσαμίνθου βάντες]

(9) φησὶ δὲ ὁ Ἡλιόδωρος τὸ ͞μ ἐπιφερόμενον ἀφώνῳ ἧττον τῶν ἄλλων ὑγρῶν κοινὰς ποιεῖν ἐν τοῖς ἔπεσι 〈τὰς〉 συλλαβάς· διὰ τοῦτο καὶ Κρατῖνος ἐν τοῖς Χείρωσι πεποίηκε (235)

σκῆψιν μὲν Χείρωνες ἐλήλυμεν ὡς ὑποθήκας
ἀντὶ τοῦ ἐλήλυθμεν’· ὅπερ ἐξηλέγξαμεν ψεῦδος ὄν. πρὸς γὰρ τῷ μυρίαν εἶναι τὴν χρῆσιν παρὰ τοῖς ἄλλοις
ἐδείξαμεν ἔτι καὶ παρ’ αὐτῷ τῷ Κρατίνῳ πολλάκις οὖσαν, ὡς ἐν Κλεοβουλίναις (87)
ἔστιν ἄκμων καὶ σφῦρα νεανίᾳ εὔτριχι πώλῳ
καὶ ἐν Πανόπταις (153)
κρανία δισσὰ φορεῖν, ὀφθαλμοὶ δ’ οὐκ ἀριθματοί
καὶ ἐν Ὥραις (260)
οὐδὲ πρὸς εἶδος ἄρ’ ἦν οὐδὲν προσιδόντι τεκμαρτόν·
ἄλλως τε καὶ τὸ ἐλήλυμεν ἐδείξαμεν καὶ ἐν ἄλλοις μέτροις συνήθως αὐτοῖς λεγόμενον, ὡς παρὰ Ἀχαιῷ ἐν Κύκνῳ (24)
Κύκνου δὲ πρῶτα πρὸς δόμους ἐλήλυμεν,
παρ’ ᾧ καὶ τὸ δεύτερόν ἐστιν ἀκολούθως Κύκνου δὲ πρῶτα πρὸς δόμους ἐλήλυμεν, παρ’ ᾧ καὶ τὸ δεύτερόν ἐστιν ἀκολούθως πρόσωπον (43)
τοιοῦδε φωτὸς πρὸς δόμους ἐλήλυτε.

(10) Τρίτος δέ ἐστι τρόπος, ὅταν βραχεῖα συλλαβὴ τελικὴ λέξεως ᾖ, μὴ ἐπιφερομένων τῶν τῆς μακρᾶς ποιητικῶν συμφώνων, ἀλλ’ ἤτοι ἑνὸς ἢ μηδενός, ὡς ἐν τῷ

οἱ δὲ μέγα ἰάχοντες ἐπέδραμον (Ξ 421),
αὐτὰρ ἐπεὶ Δαναῶν γένετο ἰαχή τε
(M 143 sq. = Ο 395 sq.),
Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης (Ξ 1),
ἀλλὰ τά γ’ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται (ι 109),
καὶ μέν οἱ Λύκιοι τέμενος τάμον (Ζ 194).
ἐνταῦθα καὶ εἰς μέρος λόγου ἡ κοινὴ ἔληξεν καὶ τοῦ ποδὸς τελευταία ἐστίν· αἱ γὰρ ἄλλαι κοιναὶ ἃς εἶπον ἀρκτικαὶ ποδὸς ἦσαν, αὕτη δὲ καὶ τοῦ ποδὸς ληκτική [κ͞αι͞ μ͞ε͞ν]