Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενοφίλου. Ὑσιαὶ τῆς Βοιωτίας πόλις, ἧς μνημονεύει καὶ Εὐριπίδης ἐν Ἀντιόπῃ.
Lexicon in decem oratores Atticos
Harpocration
Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor
Ὑπερείδης ἐν τῷ κατ’ Ἀρισταγόρας β ὅτι τῶν δακετῶν
p.298
τι ζῷόν ἐστι τὸ φαλάγγιον. δῆλον δὲ ποιεῖ καὶ Ξενοφῶν ἐν α τῶν Ἀπομνημονευμάτων. Λυσίας ἐν τῷ κατὰ Λυσιθέου. Φάληρον δῆμος τῆς Ἀντιοχίδος, ἀφ’ οὗ ὁ δημότης Φαληρεύς.
ὄνομα κύριον, τῶν ἐστρατηγηκότων τις.
Δημοσθένης κατ’ Ἀνδροτίωνος. Ἀπολλόδωρος ἐν τῷ περὶ τῶν Ἀθήνησιν ἑταιρῶν ταύτην φησὶν ἐπονομάζεσθαι Φθειροπύλην, ἐπειδὴ ἐπὶ τῆς θύρας ἑστῶσα ἐφθειρίζετο.