Λυσίας ἐν τῷ κατ’ Ἀνδοκίδου ἀσεβείας, εἰ γνήσιος. δύο ἄνδρας Ἀθήνησιν ἐξῆγον καθάρσια ἐσομένους τῆς πόλεως ἐν τοῖς Θαργηλίοις, ἕνα μὲν ὑπὲρ τῶν ἀνδρῶν, ἕνα δὲ ὑπὲρ τῶν γυναικῶν. ὅτι δὲ ὄνομα κύριόν ἐστιν ὁ Φαρμακὸς, ἱερὰς δὲ φιάλας τοῦ Ἀπόλλωνος κλέψας ἁλοὺς ὑπὸ τῶν περὶ τὸν Ἀχιλλέα κατελεύσθη, καὶ τὰ τοῖς Θαργηλίοις ἀγόμενα τούτων ἀπομιμήματά ἐστιν, Ἴστρος ἐν α τῶν Ἀπόλλωνος ἐπιφανειῶν εἴρηκεν. Δημοσθένους δ’ ἐν τῷ κατ’ Ἀριστογείτονος
Lexicon in decem oratores Atticos
Harpocration
Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor
Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. ἔστι δὲ φαρμακῶν ὁ ὑπὸ φαρμάκων βεβλαμμένος, ὡς καὶ Θεόφραστος ἐν ιε Νόμων ὑποσημαίνει.
λέγεται μὲν καὶ ἐπὶ δημοσίου ἐγκλήματος, ὅταν τις ἀποφαίνῃ τῶν δημοσίων ἔχοντα τινὰ μὴ πριάμενον, λέγεται δὲ καὶ ἐπὶ τῶν ὀρφανικῶν οἴκων. ὅτε γὰρ μὴ ἐκμισθώσαιεν οἱ ἐπίτροποι τὸν οἶκον τῶν ἐπιτροπευομένων, ἔφαινεν αὐτὸν ὁ βουλόμενος πρὸς τὸν ἄρχοντα, ἵνα μισθωθῇ· ἔφαινε δὲ καὶ εἰ ἐλάττονος ἢ κατὰ τὴν ἀξίαν μεμίσθωτο. τοῦ μὲν οὖν προτέρου τὰ μαρτύρια ἔνεστιν εὑρεῖν παρά τε Δεινάρχῳ καὶ Δημοσθένει, τῆς δὲ περὶ τῶν ὀρφανικῶν οἴκων φάσεως παρὰ Λυσίᾳ πρὸς τὴν φάσιν τοῦ ὀρφανικοῦ οἴκου.
πήρα τις οὕτως ἐκαλεῖτο παρ’ αὐτοῖς· Ἰσαῖος καὶ Λυσίας ἐν τῷ πρὸς Δίωνα, Ἀριστοφάνης Θεσμοφοριαζούσαις.
Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Ὀνόμαρχος ἦν Φωκέων τύραννος· τούτῳ δὲ ζῶντι συνῆρχεν ὁ ἀδελφὸς Φάϋλλος.