Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Ἰσοκράτης Πανηγυρικῷ. γένος ἐστὶν ἐν Ἀθήναις οὕτως ὀνομαζόμενον, κέκληται δὲ ἀπὸ Κήρυκος τοῦ Ἑρμοῦ.

Λυσίας ἐν τῷ κατὰ Νικίδου ἀργίας. δῆμός ἐστι τῆς Λεοντίδος, ὡς Διόδωρος ὁ περιηγητής φησιν.

p.177

Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους. δῆμός ἐστι τῆς Ἐρεχθηΐδος φυλῆς, ὡς αὐτός φησιν.

Λυκοῦργος ἐν τῷ κατὰ Μενεσαίχμου. κεκωμῴδηται δὲ οὗτος ὡς νωθής. ἕτερος δ’ ἂν εἴη Κηφισόδωρος ὃς ἵππαρχος ὤν ἐν Μαντινείᾳ μετὰ Γρύλλου τοῦ Ξενοφῶντος ἀπέθανεν, οὗ μνημονεύει Δείναρχος ἐν τῷ κατὰ Καλλαίσχρου.

Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Ἀνδροτίων ἐν ε Ἀτθίδος ἱστορεῖ ὡς Ἀλωπεκόννησον πολιορκῶν ἀπεχειροτονήθη καὶ κριθεὶς ἑάλω καὶ ἀπέτισε πέντε τάλαντα.

Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος. αἱ τῶν δικαστηρίων θύραι κιγκλίδες ἐκαλοῦντο· Ἀριστοφάνης Δαιταλεῦσιν ὁ δ’ ἡλιαστὴς εἷρπε πρὸς τὴν κιγκλίδα.

ἀντὶ τοῦ θηρίον Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος· ἔστι δὲ καὶ ἐν τῇ κωμῳδίᾳ, ὡς καὶ παρ’ Ἀριστοφάνει. ἰδίως δέ φασι Σικελιώτας τὴν ἀλώπεκα καλεῖν κινάδιον.

Λυσίου β λόγοι εἰσὶ πρὸς Κινησίαν, ἐν οἷς πολλάκις μνημονεύει τἀνδρὸς, λέγων ὡς ἀσεβέστατος εἴη καὶ παρανομώτατος,

p.178
καὶ ὅτι καὶ οἱ κωμῳδοδιδάσκαλοι καθ’ ἕκαστον ἐνιαυτὸν γράφουσιν εἰς αὐτόν. εἴη δ’ ἂν οὗτος ὁ διθυραμβοποιὸς, οὗ μέμνηνται πολλάκις οἱ κωμικοὶ καὶ Στράττις ὅλον δρᾶμα ποιήσας εἰς αὐτὸν, ὅπερ ἐπεγράφη Κινησίας, ἐν ᾧ καὶ τὴν ἀσέβειαν αὐτοῦ κωμῳδεῖ.

Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Κίρρα πόλις ἐστὶν ἀπέχουσα Δελφῶν σταδίους λ. ἔοικεν οὖν Κιρραῖον πεδίον καλεῖν ὁ ῥήτωρ τὸ ταύτῃ παρακείμενον τῇ πόλει.

Ἰσοκράτης Πανηγυρικῷ. ὄρος τῆς Θρᾴκης. Κρατῖνος κἀνθένδ’ ἐπὶ τέρματα γῆς ἥξεις καὶ Κισθήνης ὄρος ὄψει.