Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ἐν τοῖς εἰς Ὅμηρον ἀναφερομένοις Κέρκωψιν δηλοῦται ὡς ἐξαπατητῆρές τε ἦσαν καὶ ψεῦσται οἱ Κέρκωπες· Ξεναγόρας δὲ εἰς πιθήκους αὐτοὺς μεταβαλεῖν φησι, καὶ τὰς Πιθηκούσσας νήσους ἀπ’ αὐτῶν κληθῆναι.
Lexicon in decem oratores Atticos
Harpocration
Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor
Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὡμολόγηται καὶ παρὰ τοῖς ἱστορικοῖς ὅτι Κεινέας εἷς ἦν τῶν προϊεμένων Φιλίππῳ τὰ Θετταλῶν πράγματα, καὶ μάλιστα Θεοπόμπῳ ἐν α, ἅμα καὶ διεξερχομένῳ τὰ περὶ τὸν ἄνδρα.
πολλάκις τούτου μνημονεύουσιν οἱ ῥήτορες, ὥσπερ καὶ Δημοσθένης κατ̓ Ἀριστοκράτους. ἦν δὲ παῖς Κότυος, καὶ νεώτατος ὢν βασιλεὺς κατεστάθη ὑπὸ τοῦ πατρὸς Θρᾴκης. ὅτι δὲ καὶ περὶ χερρονήσου ποτὲ ἐπολέμησεν Ἀθηναίοις δηλοῖ καὶ Ἰσοκράτης ἐν τῷ περὶ εἰρήνης.
Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους. κεστρῖνος ἰχθύς. ἐπισκεπτέον δὲ εἰ διαφέρει τι κεστρέως.
ὄνομα κύριον, δημαγωγός.
Ἰσαῖος ἐν τῷ πρὸς Καλυδῶνα ἐπιτροπῆς. Κεφαλὴ δῆμος τῆς Ἀκαμαντίδος, ἀφ’ ἧς ὁ δημότης λέγεται Κεφαλῆθεν, καθά φησι Διόδωρος.
Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου ὑπερβαίνων τούσδε τοὺς ἀγρίους, Κηδωνίδην καὶ Αὐτοκλείδην καὶ Θέρσανδρον. παιδερασταί τινες ἦσαν οὗτοι σφοδροί.
βάμμα τι καὶ στύμμα, ἢ καρπός τις δρυὸς ἐπιτήδειος εἰς βαφήν· Δημοσθένης ἐν τῷ κατ’ Ἀφόβου α.
Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. πόλις δ’ ἐστὶ κατὰ Βόσπορον καλουμένη Κῆπος.
ὁ διδόμενος μισθὸς τοῖς κήρυξιν ἐπὶ ταῖς γινομέναις πράσεσιν· Ἰσαῖος ἐν τῷ κατ̓ Ἐλπαγόρου καὶ Δημοφάνους.