Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

ἀντὶ τοῦ οἱ ἐν ἡλικίᾳ, οἱ νέοι· Λυκοῦργος κατ’ Ἀριστογείτονος καὶ Δημοσθένης Φιλιππικοῖς.

ἩΜΙΕΚΤΟΝ καὶ ΗΜΙΜΕΔΙΜΝΟΝ· Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. τοῦ μεδίμνου ἔχοντος χοίνικας μη, τὸ χωροῦν κδ χοίνικας ἡμιμέδιμνόν ἐστιν, ἡμίεκτον δὲ τὸ χωροῦν δ χοίνικας, τοῦ ἕκτου, ὅπερ ἐστὶ χοίνικες η, τὸ ἥμισυ.

Ἀντιφῶν Πολιτικῷ διπλασιασμοῦ καὶ ἡμιολια- σμοῦἀντὶ τοῦ τὸ ἡμιόλιον δοῦναι ἐν τοῖς λογισμοῖς. ἡμιόλιος δ’ ἐστὶν ἀριθμὸς ὁ ἔχων ἄλλον ὅλον καὶ τὸ ἥμισυ αὐτοῦ, οἷον ὁ τρία πρὸς

p.148
τὸν δύο. Ξενοφῶν γοῦν ἐν τῇ Ἀναβάσει φησὶν ὅτι τοῖς στρατιώταις ἐποίησεν ἡμιόλιον τὸν μισθὸν, ἀντὶ Δαρεικοῦ τρία ἡμιδαρεικά.

σύνηθές ἐστι τῷ Ἰσοκράτει τὴν ὑπὸ τῷ βασιλεῖ τῶν Περσῶν γῆν οὕτω καλεῖν, ὥσπερ ἔν τε Φιλίππῳ καὶ Ἀρχιδάμῳ.