Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. ὄρος ἐστὶν ἐν Βοιωτίᾳ τὸ Ἡδύλειον, ὡς καὶ Θεόπομπος ἐν τῇ κε φησίν. Ἤ ΕΝ ΟΔΩΙ ΚΑΘΕΛΩΝ· ἀντὶ τοῦ ἐνεδρεύοντα ἑλὼν, τουτέστι ἔν τινι ἐνέδρᾳ καταβαλών· Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους.

Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως. οὕτως ἐκαλεῖτο ἡ ἑτέρα τοῦ Πειραιέως ἄκρα ἀπὸ τοῦ κατακτησαμένου τὴν γῆν Ἠετίωνος, ὥς φησι Φιλόχορος ἐν τῇ πρὸς Δήμωνα ἀντιγραφῇ. μνημονεύει δὲ τῆς Ἠετιωνείας καὶ Θουκυδίδης ἐν η.

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος ἠκρωτηριασμένοι τὰς ἑαυτῶν ἕκαστοι πατρίδας ἀντὶ τοῦ λελυμασμένοι· οἱ γὰρ λυμαινόμενοί τισιν εἰώθασι περικόπτειν αὐτῶν τὰ ἄκρα, ὡς καὶ Σοφοκλῆς Πολυξένῃ. τὸ μέντοι ἠκρωτηριασμένοι ἀντὶ ἐνεργητικοῦ κεῖται τοῦ ἠκρωτηριακότες.

ἩΛΙΑΙΑ καὶ ΗΛΙΑΣΙΣ· ἡλιαία μέν ἐστι τὸ μέγιστον δικαστήριον

p.147
τῶν Ἀθήνησιν, ἐν ᾧ τὰ δημόσια τῶν πραγμάτων ἐκρίνετο χιλίων δικαστῶν ἢ χιλίων καὶ πεντακοσίων συνιόντων. συνῄεσαν δὲ οἱ μὲν χίλιοι ἐκ δυοῖν δικαστηρίων, οἱ δὲ χίλιοι πεντακόσιοι ἐκ τριῶν. ἡλιάζεσθαι δὲ καὶ ἡλίασίς ἐστι τὸ ἐν ἡλιαίᾳ δικάζειν. Λυσίας ἐν μὲν τῷ πρὸς Γλαύκωνα τὴν ἡλιαίαν πολλάκις ὀνομάζει, ἐν δὲ τῷ κατὰ Φιλωνίδου, εἰ γνήσιος, τῷ ἡλιάζεσθαι ἐχρήσατο.