Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος καὶ Ὑπερείδης ἐν τῷ

p.135
περὶ τῶν Εὐβούλου δωρεῶν. Μενεκλῆς ἢ Καλλικράτης ἐν τῷ περὶ Ἀθηνῶν γράφει ταυτί ἀπὸ γὰρ τῆς Ποικίλης καὶ τῆς τοῦ βασιλέως στοᾶς εἰσὶν οἱ Ἑρμαῖ καλούμενοι· διὰ γὰρ τὸ πολλοὺς κεῖσθαι καὶ ὑπὸ ἰδιωτῶν καὶ ἀρχόντων ταύτην τὴν προσηγορίαν εἰληφέναι συμβέβηκεν. ἐφ’ ἑνὸς δὲ αὐτῶν ἐπιγέγραπται γράμμασιν ἀρχαίοις ἀντ̓ εὐεργεσίης Ἀγαμέμνονα δῆσαν Ἀχαιοί. ὅτι δὲ καὶ Ἑρμῶν στοά τις ἐλέγετο δεδήλωκε καὶ Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ὅτι δὲ ἐκαλοῦντό τινες καὶ Ἱππάρχειοι Ἑρμαῖ ἀπὸ Ἱππάρχου τοῦ Πεισιστράτου εἴρηται ἔν τε τῇ ἀρχαίᾳ κωμῳδίᾳ καὶ παρὰ Πλάτωνι ἐν τῷ Ἱππάρχῳ.

δῆμός ἐστι τῆς Ἀττικῆς, φυλῆς Ἀκαμαντίδος, ὥς φησι Διόδωρος ἐν τῷ περὶ τῶν δήμων. Διονύσιος δὲ ὁ τοῦ Τρύφωνος ἐν τῷ περὶ ὀνομάτων φησὶν ὡς ἔοικεν οὐδέτερον εἶναι τὸ τοῦ δήμου ὄνομα τὸ

p.136
Ἕρμος, ὡς τὸ ἕρκος. Ζώπυρος δὲ ἐν τοῖς περὶ ποταμῶν Ἕρμον φησὶν εἶναι ἐν τῇ Ἀττικῇ καὶ δῆμον ὁμώνυμον αὐτῷ.

Δημοσθένης ἐν τῷ κατ’ Εὐέργου καὶ Μνησιβούλου. Φιλόχορος ἐν ε Ἀτθίδος φησὶν ὡς οἱ ἐννέα ἄρχοντες ταῖς φυλαῖς ἀνέθεσαν Ἑρμῆν παρὰ τὸν πυλῶνα τὸν Ἀττικόν.

ὄνομα κύριον, ὁ εὐνοῦχος ὁ τρίπρατος. οἰκείως δὲ διέκειτο πρὸς Ἀριστοτέλην, καὶ τὴν θετὴν αὑτοῦ θυγατέρα ἔδωκε τῷ φιλοσόφῳ.

οἱ Ἐροιάδαι δῆμός ἐστι τῆς Ἱπποθωντίδος, ὥς φησι Διόδωρος.

Δημοσθένης ἐν Φιλιππικῷ η. πόλις ἐν Ἰωνίᾳ Ἐρυθρὰ, μία τῶν ὑπὸ Νηλέως τοῦ Κόδρου κτισθεισῶν, ὥς φησιν Ἑλλάνικος ἐν Ἀτθίδι.

p.137

Δείναρχος κατὰ Στεφάνου. Ἐρχιὰ δῆμός ἐστι τῆς Αἰγηΐδος, ὥς φησι Διόδωρος.

Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. Δίδυμός φησιν ἀντὶ τοῦ ἀπώλλυτο, παρὰ τὴν σπάθην, σπάθη δέ ἐστι ξίφος. μήποτε δὲ ἀπὸ τῶν ὑφαινόντων ἡ μεταφορά· σπάθῃ γὰρ χρῶνται. καὶ Ἀριστοφάνης Νεφέλαις ὦ γύναι, λίαν σπαθᾷς.

ὁ τράπεζάν τισι παρατιθείς· Δημοσθένης ἐν τῷ πρὸς Βοιωτόν. εἱστίων τὰς φυλὰς οἱ μὲν ἐθελονταὶ, οἱ δὲ κληρωτοὶ, ὡς ὁ αὐτὸς ῥήτωρ δηλοῖ ἐν τῷ κατὰ Μειδίου.

Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Ἀμμώνιος ἐν τοῖς

p.138
περὶ βωμῶν ἐχάραν φησὶ καλεῖσθαι τὴν μὴ ἔχουσαν ὕψος ἑστίαν, ἀλλ’ ἐπὶ γῆς ἱδρυμένην κοίλην, παρ’ ὃ καὶ τοὺς ἰατροὺς τὰ ἐν τοῖς σώμασι κοῖλα ἕλκη ἐσχάρας καλεῖν.

Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον. τὰ πρὸς τοῖς τέρμασι τῶν χωρίων ἐσχατιὰς ἔλεγον, οἷς γειτνιᾷ εἴτε ὄρος εἴτε θάλασσα.

ἰδίως ἐπὶ τῆς ἑταιρήσεως τοὔνομα τέταχεν Ἀνδοκίδης ἐν τῇ περὶ τῶν μυστηρίων ἀπολογίᾳ.

Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. γένος παρ’ Ἀθηναίοις, οἷον οἱ ἀληθῶς ἀπὸ Βούτου· ἐτεόν γὰρ τὸ ἀληθές. ἐκ δὲ τούτων καθίστατο ἡ ἱέρεια τῆς Πολιάδος Ἀθηνᾶς, καθά φησι Δράκων περὶ γενῶν.

ὁ ἐν Λοκροῖς νομοθετήσας· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους.

p.139

ὄνομα κύριον, εἰς ὃν τὸ ἐγκώμιον Ἰσοκράτους.

Δημοσθένης κατὰ Μειδίου. ὄνομα κύριον.

Δείναρχος ἐν τῷ κατ’ Ἀγασικλέους. Παναθηναίοις εὐανδρίας ἀγὼν ἤγετο. Ἀνδοκίδης τ̓ ἐν τῷ κατ’ Ἀλκιβιάδου δηλοῖ καὶ Φιλόχορος.

Ὑπερείδου λόγος ἐστὶ περὶ τῶν Εὐβούλου δωρεῶν, μνημονεύει δ’ αὐτοῦ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὅτι δὴ δημαγωγὸς ἦν ἐπιφανέστατος, ἐπιμελής τε καὶ φιλόπονος, ἀργύριόν τε συχνὸν πορίζων τοῖς Ἀθηναίοις διένειμε, διὸ καὶ τὴν πόλιν ἐπὶ τῆς τούτου πολιτείας ἀνανδροτάτην καὶ ῥαθυμοτάτην συνέβη γενέσθαι, Θεόπομπος ἐν τῇ ι τῶν Φιλιππικῶν. ἕτερος δ’ ἐστὶν ὁ κωμικὸς, οὗ μνημονεύει Ὑπερείδης ἐν τῷ κατ’ Ἀρχεστρατίδου.

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. εἷς δ’ ἐστὶν οὗτος τῶν κατασταθέντων ὑπὸ Φιλίππου κυρίων Θετταλίας ἁπάσης.

Ὑπερείδης ἐν τῷ κατ’ Αὐτοκλέους. δύο ἀναγράφουσιν Εὐήνους ἐλεγείων ποιητὰς ὁμωνύμους ἀλλήλοις, καθάπερ Ἐρατοσθένης ἐν τῷ περὶ χρονογραφιῶν, ἀμφοτέρους λέγων Παρίους εἶναι· γνωρίζεσθαι δέ φησι τὸν νεώτερον μόνον. μέμνηται δὲ θατέρου αὐτῶν καὶ Πλάτων.