Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

ἘΠΙΤΕΛΕΟΥΝ καὶ ΕΠΙΤΕΛΕΩΜΑ· ἀμφότερα πολλάκις ἐστὶ τὰ ὀνόματα ἐν τῷ περὶ τῆς ἱερείας Λυκούργου, ἔοικε δὲ ἐπιτελέωμα λέγεσθαι τὸ ἐπὶ πᾶσι θυόμενον ὑπὲρ τοῦ ἐπιτελεῖς γενέσθαι τὰς πρότερον θυσίας. αὐτὸς γοῦν ὁ ῥήτωρ ἐν τῷ λόγῳ φησὶν ἔτι τοίνυν ἔφη πάντων ὕστατα ταῦτα θύεσθαι καὶ ἐπιτελεώματα εἶναι τῶν ἄλλων θυμάτων.

οἱ μὲν τὸ πρῶτον τιμώμενοί τι τιμηταὶ ἐκαλοῦντο, οἱ δὲ τοῖς ἑξῆς ἔτεσι τὰ αὐτὰ τιμώμενοι ἐπιτιμηταί· Λυσίας ἐν τῷ κατὰ Διογένους.

τὸ τειχιζόμενον κατά τινων χωρίον, ὅθεν ὁρμώμενοι οἱ τειχίσαντες κακῶς δυνήσονται ποιεῖν τοὺς ἐπιτειχισθέντας· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. καὶ τὸ πρᾶγμα δὲ ἐπιτειχισμὸν ὀνομάζουσιν, ὥσπερ ἐν ταὐτῷ λόγῳ ἐστίν.

Δημοσθένης ἐν τῷ κατ’ Ἀφόβου α οὕτως ἤρξατο

p.131
εἰ μὲν ἐβούλετο Ἄφοβος, ὦ ἄνδρες δικασταὶ, δίκαια ποιεῖν περὶ ὧν διαφερόμεθα τοῖς τε οἰκείοις ἐπιτρέπειν ἀντὶ τοῦ διαιτητὰς αὐτοὺς αἱρεῖσθαι· ὅθεν καὶ Μενάνδρου δρᾶμα Ἐπιτρέποντες. Λυσίας δ’ ἐν τῷ πρὸς τοὺς ἐπιτρόπους τῶν Βόωνος παίδων ἐπέτρεψεν εἶπεν ἀνδράσιν ἀντὶ τοῦ ἐπιτρόπους κατέστησεν.

Ἰσαῖος ἐν τῷ κατὰ Καλλιφῶντος ἑξακοσίαις δραχμαῖς ἐπιτρίταις ἀντὶ τοῦ ἐπὶ η ὀβολοῖς, κατὰ τὸ τρίτον εἶναι μέρος τοὺς η ὀβολοὺς τοῦ τετραδράχμου.

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὄνομα κύριον, Σικυώνιος προδότης.

ἡ τῶν χειροτονητῶν κατάστασις· Ὑπερείδης ἐν τῷ ὑπὲρ Σιμίου πρὸς Πυθέαν καὶ Λυκοῦργον.

ἀντὶ τοῦ ἐπικυρῶν· Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος. πολὺ δέ ἐστι παρὰ τοῖς Ἀττικοῖς τοὔνομα ἐπὶ τούτου τοῦ σημαινομένου, ὡς καὶ παρὰ Ξενοφῶντι ἐν α Ἀπομνημονευμάτων.

p.132

Δημοσθένης ἐν τῷ πρὸς Πολυκλέα περὶ τοῦ ἐπιτριηραρχήματος. εἴη δ’ ἂν ἐπόγδοον τὸ οὕτω δεδανεισμένον ὥστε τοῦ κεφαλαίου τὸ ὄγδοον μέρος δοθῆναι τῷ δανειστῇ, οἷον τριώβολον τοῦ τετραδράχμου.

Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. ἐπιτίμιόν ἐστιν ἡ ἐπωβελία τὸ ἕκτον μέρος τοῦ τιμήματος, ὅπερ ἐδίδοσαν οἱ διώκοντες τοῖς φεύγουσιν, εἰ μὴ ἕλοιεν. ἐκαλεῖτο δὲ οὕτως, ὅτι καθ’ ἑκάστην δραχμὴν ὀβολὸς ἦν, ὅπερ ἕκτον ἐστὶν, ἐν ἓξ ὀβολοῖς τῆς δραχμῆς λογιζομένης. ἐκ πολλῶν δὲ ἔστι τοῦτο οὕτως ἔχον μαθεῖν.

τέλος ἐστὶ τὸ ἐπὶ τῇ ὠνῇ διδόμενον, εἴη δ’ ἂν ἴσως ἡ πέμπτη· Ἰσαῖος ἐν τῷ κατ̓ Ἐλπαγόρου καὶ Δημοφάνους κἀν τῇ πρὸς Τληπόλεμον ἀντωμοσίᾳ.

p.133

Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. διττοί εἰσιν οἱ ἐπώνυμοι, οἱ μὲν ι τὸν ἀριθμὸν, ἀφ’ ὧν αἱ φυλαὶ, ἕτεροι δὲ β καὶ μ, ἀφ’ ὧν αἱ ἡλικίαι προσαγορεύονται τῶν πολιτῶν καθ’ ἕκαστον ἔτος, ἀπὸ ιη ἐτῶν μέχρι ξ.

Ὑπερείδης ἐν τῷ ὑπὲρ Φρύνης. οἱ μυηθέντες ἐν Ἐλευσῖνι ἐν τῇ δευτέρᾳ μυήσει ἐποπτεύειν λέγονται, ὡς δῆλόν ἐστιν ἔκ τε τοῦ Δημοσθένους λόγου καὶ ἐκ τῆς δεκάτης Φιλοχόρου.

Δημοσθένης ἐν τῇ περὶ τῶν Λυκούργου παίδων ἐπιστολῇ ἐρανίσας εἶπεν ἀντὶ τοῦ ἔρανον αἰτήσας· ἐν δὲ τῷ περὶ τοῦ ὀνόματός φησι τί δὲ εἰ ψευδομαρτυριῶν ἁλώσεσθαι προσδοκῶν ἐφ’ οἷς ἐρανίζει τούτοις τοῖς περὶ αὑτόν; ἀντευποιεῖ ἀποδιδοὺς τὴν ἴσην βοήθειαν αὐτοῖς, ἣν κἀκεῖνοί ποτε παρέσχον ψευδομαρτυρήσαντες ὑπὲρ αὐτοῦ. ΕΡΑΝΙΣΤΗΣ μέντοι κυρίως ἐστὶν ὁ τοῦ ἐράνου μετέχων καὶ τὴν φορὰν ἣν ἑκάστου μηνὸς ἔδει καταβάλλειν εἰσφέρων. τὸ δὲ ὄνομα παρὰ Λυσίᾳ ἐν τῷ πρὸς Ἀριστοκράτην περὶ ἐγγύης ἐράνου, εἰ γνήσιος.

τοῦτο καὶ Ὑπερείδης ἐν τῷ κατ’ Αὐτοκλέους Ἡσιόδου

p.134
φησὶν εἶναι. παροιμία τίς ἐστιν, ἣν ἀνέγραψε καὶ Ἀριστοφάνης ὁ γραμματικὸς οὕτως ἔχουσαν ἔργα νέων, βουλαὶ δὲ μέσων, εὐχαὶ δὲ γερόντων.

Αἰσχίνης κατὰ Κτησιφῶντος. καὶ ἡ Ἐργίσκη τῆς Θρᾴκης ἐστὶν, ὠνόμασται δὲ ἀπὸ Ἐργίσκου τοῦ Ποσειδῶνος καὶ Ἄβας νύμφης.

στρατηγὸς Ἀθηναίων.

καὶ οὗτος στρατηγὸς Ἀθηναίων.

Δείναρχος ἐν τῷ κατὰ Μοσχίωνος εἰ φράτορες αὐτῷ καὶ βωμοὶ Διὸς ἑρκείου καὶ Ἀπόλλωνος πατρῴου εἰσίν. ἕρκειος Ζεὺς, ᾧ βωμὸς ἐντὸς ἕρκους ἐν τῇ αὐλῇ ἵδρυται· τὸν γὰρ περίβολον ἕρκος ἔλεγον. ὅτι δὲ τούτοις μετῆν τῆς πολιτείας οἷς εἴη Ζεὺς ἕρκειος, δεδήλωκε καὶ Ὑπερείδης ἐν τῷ ὑπὲρ δημοποιήτου, εἰ γνήσιος, καὶ Δημήτριος ἐν τοῖς περὶ τῆς Ἀθήνησι νομοθεσίας.

ἡ ὕφαλος πέτρα· Ἀντιφῶν ἐν τῇ πρὸς Καλλίου ἔνδειξιν ἀπολογίᾳ. ἔστι δὲ τοὔνομα καὶ παρ’ Ἀνακρέοντι καὶ ἐν Γηρυτάδῃ Ἀριστοφάνους.