Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

ὄνομα κύριον. λοιμοῦ δέ φασι κατὰ πᾶσαν τὴν οἰκουμένην

p.2
γεγονότος ἀνεῖλεν ὁ Ἀπόλλων μαντευομένοις Ἕλλησί τε καὶ βαρβάροις τὸν Ἀθηναίων δῆμον ὑπὲρ πάντων εὐχὰς ποιήσασθαι. πρεσβευομένων δὲ πολλῶν ἐθνῶν πρὸς αὐτοὺς καὶ Ἄβαριν ἐξ Ὑπερβορέων πρεσβευτὴν ἀφικέσθαι λέγουσιν. ὁ δὲ χρόνος ἐν ᾧ παραγέγονε διαφωνεῖται· Ἱππόστρατος μὲν γὰρ κατὰ τὴν νγ αὐτὸν Ὀλυμπιάδα λέγει παραγενέσθαι, ὁ δὲ Πίνδαρος κατὰ Κροῖσον τὸν Λυδῶν βασιλέα, ἄλλοι δὲ κατὰ τὴν κα Ὀλυμπιάδα.
p.3

τὸν ἄβιον Ἀντιφῶν ἐπὶ τοῦ πολὺν τὸν βίον κεκτημένου ἔταξεν, ὡς Ὄμηρος ἄξυλον ὕλην λέγει τὴν πολύξυλον.

οὗτος σατράπης ἦν Ἀρταξέρξουτοῦ Περσῶν βασιλέως.

τούτου μνημονεύει Δημοσθένης, ἦν δὲ ζωγράφος ἐπιφανὴς, Εὐδήμου υἱὸς, τὸ δὲ γένος Σάμιος.

τούτου μνημονεύει Λυκοῦργος ἐν τῷ περὶ διοικήσεως καὶ ἕτεροι.

περὶ Ἀγασικλέους Ὑπερείδης λέγει. γέγραπται

p.4
καὶ Δεινάρχῳ λόγος κατ̓ αὐτοῦ, ἐν ᾧ δεδήλωται ὅτι Ἁλιμουσίους συνεδέκασε καὶ διὰ τοῦτο ξένος ὢν τῇ πολιτείᾳ ἐνεγράφη.

τοῦτο πολλὰ σημαίνει. Ἰσαῖος δὲ ἀντὶ τοῦ φέρειν καὶ ἐνάγειν καὶ ἕλκειν ἔλαβεν ἐν τῷ οὕτως ἐπιγραφομένῳ ὑπὲρ Εὐμάθους εἰς ἐλευθερίαν ἀφαίρεσις, λέγων οὕτως ἔβλαψέ με Ξενοκλῆς ἀφελόμενος Εὐμάθην εἰς ἐλευθερίαν, ἄγοντος ἐμοῦ εἰς δουλείαν κατὰ τὸ ἐμὸν μέρος. καὶ πολλάκις ἐν τῷ λόγῳ ἐχρήσατο τῷ ὀνόματι ἐπὶ τῆς αὐτῆς ἐννοίας. Ἀντιφῶν δ’ ἐν τῷ περὶ ἀληθείας φησὶ τοὺς νόμους μεγάλους ἄγοι ἀντὶ τοῦ ἡγοῖτο. τούτου πολλὴ χρῆσις.

Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ, ὡς ἂν εἰ ἔλεγε τῶν πολλῶν σοφιστῶν καὶ πλανητῶν. ἡ μεταφορὰ ἀπὸ τῶν ἀγελαίων ζῴων, ἃ βόσκεται εἰς ἃ τύχοι χωρία, ἢ ἀπὸ τῶν ἰχθύων, οὓς διαβόσκεσθαί φασι ῥύδην καὶ ἀγεληδόν.

p.5

ἀντὶ τοῦ ἄπαις παρ’ Ἰσαίῳ ἐν τῷ ὑπὲρ Μενεκλέους κλήρου.

οὗτος ἦν, ὡς ὁ Ξενοφῶν δηλοῖ, βασιλεὺς Λακεδαιμονίων ἐπιφανὴς καὶ γενναῖος, καὶ πολλὰ τῆς Ἀσίας κατεστρέψατο τοῖς Κύρῳ συναναβᾶσι χρησάμενος στρατιώταις.

ἡ θυγάτηρ Κέκροπος. ἔστι δὲ καὶ ἐπώνυμον Ἀθηνᾶς.

Ἀντιφῶν ἐν τῷ β ἀντὶ τοῦ ἁγνίζετε.

Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην περὶ χωρίου. τοῦτον καὶ τοὺς συμπρεσβευτὰς αὐτοῦ φησὶν Ἀνδροτίων ἐν ε τῆς Ἀτθίδος καὶ Φιλόχορος ὡς ἑάλωσάν τε καὶ ἀπέθανον ὑπὸ Λακεδαιμονίων.

p.6

δῆμος τῆς Ἀκαμαντίδος φυλῆς· ὁ δημότης Ἀγνούσιος. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος.