Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

ἀντὶ τοῦ ἀλογίστως καὶ ἀβούλως Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς.

Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου περὶ τοῦ διαγράμματος οὗτοι πολλάκις ἀγορὰς ποιοῦνται. μήποτε ἀντὶ τοῦ συνόδους νῦν. σημαίνει δὲ καὶ ἕτερα τοὔνομα.

οἱ τὰ κατὰ τὴν ἀγορὰν ὤνια διοικοῦντες ἄρχοντες· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. Ἀριστοτέλης δ’ ἐν Ἀθηναίων πολιτείᾳ κληροῦσθαί φησι ε μὲν εἰς Πειραιᾶ, ε δὲ εἰς ἄστυ.

ἀντὶ τοῦ ὠνήσασθαι Ὑπερείδης ἐν τῷ Δηλιακῷ.

εἶδός τι δίκης οὕτω καλουμένης κατὰ τῶν ὀφειλόντων μὲν τῷ δημοσίῳ καὶ διὰ τοῦτο ἐγγραφέντων, εἶτα πρὶν ἐκτῖσαι ἐξαλειφθέντων. διδάσκουσι δὲ τοῦθ’ οὕτως ἔχειν Δημοσθένης τε ἢ

p.7
Δείναρχος ἐν τῷ κατὰ Θεοκρίνου καὶ Λυκοῦργος ἐν τῷ κατ’ Ἀριστογείτονος, ἔτι τε Πυθέας ἐν τῇ πρὸς τὴν ἔνδειξιν ἀπολογίᾳ.

Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου τοὺς σφόδρα ἐπτοημένους περὶ τὰ παιδικὰ καὶ χαλεποὺς παιδεραστάς φησι. καὶ ἄγριον κυβευτὴν Μένανδρος λέγει τὸν σφόδρα κυβεύειν ἐσπουδακότα.

δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς, καὶ ὁ δημότης Ἀγρυλεύς, ἐπίρρημα δὲ τοπικὸν Ἀγρυλῆθεν.

Δημοσθένης ἐν τῷ κατὰ Μειδίου χοροὺς ἱστάναι κατὰ τὰ πάτρια καὶ κνισᾶν ἀγυιᾶς. ἔνιοι μὲν ὀξύνουσι θηλυκῶς χρώμενοι, οἷον τὰς ὁδούς· βέλτιον δὲ περισπᾶν ὡς ἀπὸ τοῦ ἀγυιεύς. ἀγυιεὺς δέ ἐστι κίων εἰς ὀξὺ λήγων, ὃν ἱστᾶσι πρὸ τῶν θυρῶν, ὡς σαφὲς ποιοῦσιν Ἀριστοφάνης τε ἐν Σφηξὶ καὶ Εὔπολις.

p.8
ἰδίους δὲ εἶναι φασιν αὐτοὺς Ἀπόλλωνος, οἱ δὲ Διονύσου, οἱ δὲ ἀμφοῖν. ἔστιν οὖν τὸ ὁλόκληρον ἀγυιέας, καὶ κατὰ τὴν Ἀττικῶν διάλεκτον ἀγυιᾶς, καθὰ καὶ Στειριᾶς καὶ Μηλιᾶς καὶ τὰ παραπλήσια λέγουσιν ἐν συναλοιφῇ. Ἀριστοφάνης ἐν Ὄρνισι μηλοσφαγεῖν τε βουθύτοις ἐπ’ ἐσχάραις κνισᾶν τ’ ἀγυιᾶς. φασὶ δ’ αὐτὸ ἴδιον εἶναι Δωριέων, ὡς δῆλον ποιεῖ Διευχίδας ἐν τῇ γ τῶν Μεγαρικῶν. εἶεν δ’ ἂν οἱ παρὰ τοῖς Ἀττικοῖς λεγόμενοι ἀγυιεῖς οἱ πρὸ τῶν οἰκιῶν βωμοὶ, ὥς φασι Κρατῖνος καὶ Μένανδρος. καὶ Σοφοκλῆς ἐν τῷ Λαοκόωντι, μετάγων τὰ Ἀθηναίων ἔθη εἰς Τροίαν, φησὶ
p.9
λάμπει δ’ ἀγυιεὺς βωμὸς ἀτμίζων πυρὶ σμύρνης σταλαγμοὺς, βαρβάρων εὐοσμίας.

δημαγωγὸς οὗτος οὐκ ἀφανής· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους.

τὸ ἀγωνίζεσθαι Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως.

ἀντὶ τοῦ ἀγωνιζόμενοι παρὰ τῷ αὐτῷ ἐν τῷ Πανηγυρικῷ.

ἀντὶ τοῦ ἀνενδεής παρ’ Ἀντιφῶντι Ἀληθείας α.

ἀντὶ τοῦ ἀδελφὸν καλεῖν παρ’ Ἰσοκράτει ἐν Αἰγινητικῷ καὶ Ἑκαταίῳ τῷ Μιλησίῳ ἐν β Γενεαλογιῶν καὶ Στράττιδι καὶ Ἀπολλοφάνει ἐν Ἰφιγέροντι.

p.10

ἀπορούσης.