ἀπομερίσαντες, ἀπόμοιράν τινα δόντες· Ἰσαῖος ἐν τῇ ὑπὲρ Νικίου συνηγορίᾳ· ἔστι δὲ κἀν τῇ κωμῳδίᾳ.
Lexicon in decem oratores Atticos
Harpocration
Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor
τὰ ἀπειρημένα ἐν τοῖς νόμοις· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. τίνα δὲ ἦν ἅπερ ἀπείρηται λέγειν εἰς ἀλλήλους δεδήλωκε Λυσίας ἐν τῷ κατὰ Θεομνήστου, εἰ γνήσιος ὁ λόγος.
ἀντὶ τοῦ πρὸς ὃν οὐδένα πόρον ἔστιν εὑρεῖν Ἰσαῖος ἐν τῷ ὑπὲρ τῆς Μνησαίου θυγατρός.
Δείναρχος ἀντὶ τοῦ φράξαντα τὸ τρῆμα καὶ ἀποπληρώσαντα. Ἡρόδοτος ἐν ς.
δίκη τίς ἐστι κατὰ τῶν ἀπελευθερωθέντων δεδομένη τοῖς ἀπελευθερώσασιν, ἐὰν ἀφιστῶνταί τε ἀπ’ αὐτῶν ἢ ἕτερον ἐπιγράφωνται προστάτην, καὶ ἃ κελεύουσιν οἱ νόμοι μὴ ποιῶσιν. καὶ τοὺς μὲν ἁλόντας δεῖ δούλους εἶναι, τοὺς δὲ νικήσαντας τελέως ἤδη ἐλευθέρους. πολλάκις δ’ ἐστὶ παρὰ τοῖς ῥήτορσι, παρὰ τῷ Λυσίᾳ ἐν τῷ πρὸς Ἀριστόδημου καὶ Ὑπερείδῃ ἐν τῷ κατὰ Δημητρίας ἀποστασίου. Ἀριστοτέλης δ’ ἐν Ἀθηναίων πολιτείᾳ περὶ τοῦ πολεμάρχου
ἀντὶ τοῦ πρὸς σταθμὸν παραλαβόντα Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον.
οἱ ἐπὶ τῆς ἐκπομπῆς τῶν τριήρων ἀποδεδειγμένοι· Δημοσθένης ὑπὲρ Κτησιφῶντος καὶ Φιλόχορος ἐν ζ. ἈΠΟΣΤΟΛΟΙ δ’ εἰσὶν αἱ τῶν νεῶν ἐκπομπαί· ὁ αὐτὸς ῥήτωρ ἐν α Φιλιππικῶν.
ἀντὶ τοῦ καταφυγὴν Δημοσθένης Φιλιππικοῖς.
τὸ χωρὶς τετάχθαι τοὺς πρότερον ἀλλήλοις συντεταγμένους εἰς τὸ ὑποτελεῖν τὸν ὡρισμένον φόρον· Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Σαμοθρᾳκῶν φόρου.
ἈΠΟΤΙΜΗΤΑΙ καὶ ἈΠΟΤΙΜΗΜΑ καὶ ἈΠΟΤΙΜΑΝ καὶ τὰ ἀπ’ αὐτῶν. οἱ μισθούμενοι τοὺς τῶν ὀρφανῶν οἴκους παρὰ τοῦ ἄρχοντος ἐνέχυρα τῆς μισθώσεως παρείχοντο· ἔδει δὲ τὸν ἄρχοντα ἐπιπέμπειν τινὰς ἀποτιμησομένους τὰ ἐνέχυρα. τὰ μὲν οὖν ἐνέχυρα τὰ ἀποτιμώμενα ἐλέγοντο ἀποτιμήματα, οἱ δὲ πεμπόμενοι ἐπὶ τῷ ἀποτιμήσασθαι ἀποτιμηταὶ, τὸ δὲ πρᾶγμα ἀποτιμᾶν. εἰώθεσαν δὲ καὶ οἱ
ἀντὶ τοῦ ἀπεστερημένος τῶν προγονικῶν τάφων Δείναρχος ἐν τῇ κατ’ Ἀγασικλέους εἰσαγγελίᾳ.
τὸ ἀπολαβεῖν τείχει καὶ ἀποκλεῖσαι τῆς ἐξόδου,
ἈΠΟΤΕΤΕΙΧΙΣΜΕΝΟΣ δὲ ὁ ἀπειλημμένος καὶ ἀποκεκλεισμένος τῷ τείχει· Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ καὶ Θουκυδίδης.
ἀντὶ τοῦ ἄπωθεν Δημοσθένης κατ’ Ἀνδροτίωνος.